TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 225
Previous part

Chapter: 11 
Verse: 1    Καὶ Ιεϕϑαε Γαλααδίτης δυνατὸς ἐν ἰσχύι· καὶ αὐτὸς ἦν υἱὸς γυναικὸς πόρνης, καὶ ἔτεκεν τῷ Γαλααδ τὸν Ιεϕϑαε.
Verse: 2    
καὶ ἔτεκεν γυνὴ Γαλααδ αὐτῷ υἱούς· καὶ ἡδρύνϑησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεϕϑαε καὶ εἶπον αὐτῷ Οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι γυναικὸς υἱὸς ἑταίρας εἶ σύ.
Verse: 3    
καὶ ἀπέδρα Ιεϕϑαε ἐκ προσώπου τῶν ἀδελϕῶν αὐτοῦ καὶ κατῴκησεν ἐν γῇ Τωβ, καὶ συνελέγοντο πρὸς τὸν Ιεϕϑαε ἄνδρες λιτοὶ καὶ συνεξεπορεύοντο μετ' αὐτοῦ.
Verse: 4    
Καὶ ἐγένετο μεϑ' ἡμέρας καὶ ἐπολέμησαν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ.
Verse: 5    
καὶ ἐγενήϑη ἡνίκα ἐπολέμουν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ, καὶ ἐπορεύϑησαν οἱ πρεσβύτεροι Γαλααδ παραλαβεῖν τὸν Ιεϕϑαε ἐν γῇ Τωβ
Verse: 6    
καὶ εἶπαν πρὸς Ιεϕϑαε Δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἡγούμενον, καὶ πολεμήσωμεν ἐν τοῖς υἱοῖς Αμμων.
Verse: 7    
καὶ εἶπεν Ιεϕϑαε τοῖς πρεσβυτέροις Γαλααδ Οὐχ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀϕ' ὑμῶν; καὶ τί ὅτι ἤλϑατε πρός με, ἡνίκα ἐϑλίβητε;
Verse: 8    
καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεϕϑαε Οὐχ οὕτως· νῦν ἤλϑομεν πρὸς σέ, καὶ συμπορεύσῃ ἡμῖν, καὶ πολεμήσομεν ἐν τοῖς υἱοῖς Αμμων· καὶ ἔσῃ ἡμῖν εἰς κεϕαλήν, πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ.
Verse: 9    
καὶ εἶπεν Ιεϕϑαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ Εἰ ἐπιστρέϕετέ με ὑμεῖς πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ, ἐγὼ ὑμῖν ἔσομαι εἰς κεϕαλήν.
Verse: 10    
καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεϕϑαε Κύριος ἔσται ἀκούων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν.
Verse: 11    
καὶ ἐπορεύϑη Ιεϕϑαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ, καὶ κατέστησαν αὐτὸν ἐπ' αὐτῶν εἰς κεϕαλὴν εἰς ἡγούμενον. καὶ ἐλάλησεν Ιεϕϑαε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον κυρίου ἐν Μασσηϕα.
Verse: 12    
Καὶ ἀπέστειλεν Ιεϕϑαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων Τί ἐμοὶ καὶ σοί, ὅτι ἥκεις πρός με σὺ πολεμῆσαί με ἐν τῇ γῇ μου;
Verse: 13    
καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεϕϑαε Διότι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Αἰγύπτου ἀπὸ Αρνων ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ' εἰρήνης.
Verse: 14    
καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ιεϕϑαε. καὶ ἀπέστειλεν Ιεϕϑαε ἀγγέλους πρὸς τὸν βασιλέα υἱῶν Αμμων
Verse: 15    
λέγων Τάδε λέγει Ιεϕϑαε Οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων
Verse: 16    
ἐν τῇ ἀναβάσει αὐτῶν ἐξ Αἰγύπτου, ἀλλ' ἐπορεύϑη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως ϑαλάσσης ἐρυϑρᾶς καὶ ἦλϑεν ἕως Καδης.
Verse: 17    
καὶ ἐξαπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων Παρελεύσομαι διὰ τῆς γῆς σου· καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ. καί γε πρὸς βασιλέα Μωαβ ἀπέστειλεν, καὶ οὐκ ἠϑέλησεν. καὶ ἐκάϑισεν Ισραηλ ἐν Καδης.
Verse: 18    
καὶ διῆλϑεν ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ παρεγένετο κατ' ἀνατολὰς ἡλίου τῆς γῆς Μωαβ καὶ παρενέβαλον ἐν τῷ πέραν Αρνων καὶ οὐκ εἰσῆλϑον εἰς τὸ ὅριον Μωαβ, ὅτι Αρνων ἦν ὅριον Μωαβ.
Verse: 19    
καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον, καὶ εἶπεν αὐτῷ Ισραηλ Παρελεύσομαι διὰ τῆς γῆς σου ἕως τοῦ τόπου μου.
Verse: 20    
καὶ οὐκ ἠϑέλησεν Σηων διελϑεῖν τὸν Ισραηλ διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ παρενέβαλεν εἰς Ιασσα καὶ ἐπολέμησεν μετὰ Ισραηλ.
Verse: 21    
καὶ παρέδωκεν κύριος ϑεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ, καὶ ἐπάταξεν αὐτούς· καὶ ἐκληρονόμησεν Ισραηλ πᾶσαν τὴν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος ἐν τῇ γῇ.
Verse: 22    
καὶ ἐκληρονόμησεν πᾶν τὸ ὅριον τοῦ Αμορραίου ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου καὶ ἕως τοῦ Ιορδάνου.
Verse: 23    
καὶ νῦν κύριος ϑεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἐκ προσώπου τοῦ λαοῦ αὐτοῦ Ισραηλ, καὶ σὺ κληρονομήσεις αὐτὸν ἐπὶ σοῦ;
Verse: 24    
οὐχὶ ὅσα κατεκληρονόμησέν σοι Χαμως ϑεός σου, αὐτὰ κληρονομήσεις; καὶ πάντα, ὅσα κατεκληρονόμησεν κύριος ϑεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν, αὐτὰ κληρονομήσομεν.
Verse: 25    
καὶ νῦν μὴ κρείσσων εἶ σὺ τοῦ Βαλακ υἱοῦ Σεπϕωρ βασιλέως Μωαβ; μὴ μάχῃ ἐμαχέσατο μετὰ Ισραηλ πολεμῶν ἐπολέμησεν αὐτοῖς;
Verse: 26    
ἐν τῷ οἴκῳ Ισραηλ ἐν Εσεβων καὶ ἐν ταῖς ϑυγατράσιν αὐτῆς καὶ ἐν Ιαζηρ καὶ ἐν ταῖς ϑυγατράσιν αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη τί ὅτι οὐκ ἐρρύσαντο αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ;
Verse: 27    
καὶ ἐγὼ οὐχ ἥμαρτόν σοι, καὶ σὺ ποιεῖς μετ' ἐμοῦ πονηρίαν τοῦ πολεμῆσαι ἐν ἐμοί· κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων.
Verse: 28    
καὶ οὐκ εἰσήκουσεν βασιλεὺς υἱῶν Αμμων καὶ οὐκ εἰσήκουσεν τῶν λόγων Ιεϕϑαε, ὧν ἀπέστειλεν πρὸς αὐτόν.
Verse: 29    
Καὶ ἐγενήϑη ἐπὶ Ιεϕϑαε πνεῦμα κυρίου, καὶ διέβη τὴν γῆν Γαλααδ καὶ τὸν Μανασση καὶ διέβη τὴν σκοπιὰν Γαλααδ καὶ ἀπὸ σκοπιᾶς Γαλααδ εἰς τὸ πέραν υἱῶν Αμμων.
Verse: 30    
καὶ ηὔξατο Ιεϕϑαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν ᾽Εὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Αμμων ἐν χειρί μου,
Verse: 31    
καὶ ἔσται ὃς ἂν ἐξέλϑῃ ἐκ τῶν ϑυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Αμμων, καὶ ἔσται τῷ κυρίῳ, καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα.
Verse: 32    
καὶ διέβη Ιεϕϑαε πρὸς τοὺς υἱοὺς Αμμων τοῦ πολεμῆσαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ.
Verse: 33    
καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ καὶ ἕως τοῦ ἐλϑεῖν εἰς Σεμωιϑ εἴκοσι πόλεις ἕως Αβελ ἀμπελώνων πληγὴν μεγάλην σϕόδρα, καὶ ἐνετράπησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ.
Verse: 34    
Καὶ ἦλϑεν Ιεϕϑαε εἰς Μασσηϕα εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ϑυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ ἐν τυμπάνοις καὶ χοροῖς· καὶ αὕτη μονογενὴς αὐτῷ ἀγαπητή, καὶ οὐκ ἔστιν αὐτῷ πλὴν αὐτῆς υἱὸς ϑυγάτηρ.
Verse: 35    
καὶ ἐγενήϑη ἡνίκα εἶδεν αὐτήν, καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Οἴμμοι, ϑύγατέρ μου, ἐμπεποδοστάτηκάς με, εἰς σκῶλον ἐγένου ἐν ὀϕϑαλμοῖς μου, ἐγὼ δὲ ἤνοιξα τὸ στόμα μου περὶ σοῦ πρὸς κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι.
Verse: 36    
καὶ εἶπεν πρὸς αὐτόν Πάτερ μου, εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον, ποίει μοι ὃν τρόπον ἐξῆλϑεν ἐκ τοῦ στόματός σου, ἀνϑ' ὧν ἐποίησέν σοι κύριος ἐκδικήσεις ἐκ τῶν ἐχϑρῶν σου ἐκ τῶν υἱῶν Αμμων.
Verse: 37    
καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτῆς Καὶ ποίησόν μοι τὸ ῥῆμα τοῦτο· ἔασόν με δύο μῆνας, καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρϑένιά μου, καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου.
Verse: 38    
καὶ εἶπεν Πορεύου· καὶ ἐξαπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύϑη, αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρϑένια αὐτῆς ἐπὶ τὰ ὄρη.
Verse: 39    
καὶ ἐγένετο μετὰ τέλος δύο μηνῶν καὶ ἀνέκαμψεν πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐπετέλεσεν Ιεϕϑαε τὴν εὐχὴν αὐτοῦ, ἣν ηὔξατο· καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα. καὶ ἐγενήϑη εἰς πρόσταγμα ἐν Ισραηλ·
Verse: 40    
ἐξ ἡμερῶν εἰς ἡμέρας συνεπορεύοντο αἱ ϑυγατέρες Ισραηλ ϑρηνεῖν τὴν ϑυγατέρα Ιεϕϑαε τοῦ Γαλααδίτου τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.