TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 233
Previous part

Chapter: 19 
Verse: 1    Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ βασιλεὺς οὐκ ἦν ἐν Ισραηλ. καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Εϕραιμ, καὶ ἔλαβεν ἀνὴρ ἑαυτῷ γυναῖκα παλλακὴν ἐκ Βηϑλεεμ Ιουδα.
Verse: 2    
καὶ ὠργίσϑη αὐτῷ παλλακὴ αὐτοῦ καὶ ἀπῆλϑεν ἀπ' αὐτοῦ εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς εἰς Βηϑλεεμ Ιουδα καὶ ἐγένετο ἐκεῖ ἡμέρας τετράμηνον.
Verse: 3    
καὶ ἀνέστη ἀνὴρ αὐτῆς καὶ ἐπορεύϑη κατόπισϑεν αὐτῆς τοῦ λαλῆσαι ἐπὶ τὴν καρδίαν αὐτῆς τοῦ διαλλάξαι αὐτὴν ἑαυτῷ καὶ ἀπαγαγεῖν αὐτὴν πάλιν πρὸς αὐτόν, καὶ τὸ παιδάριον αὐτοῦ μετ' αὐτοῦ καὶ ζεῦγος ὑποζυγίων· καὶ ἐπορεύϑη ἕως οἴκου τοῦ πατρὸς αὐτῆς, καὶ εἶδεν αὐτὸν πατὴρ τῆς νεάνιδος καὶ παρῆν εἰς ἀπάντησιν αὐτοῦ.
Verse: 4    
καὶ εἰσήγαγεν αὐτὸν γαμβρὸς αὐτοῦ πατὴρ τῆς νεάνιδος καὶ ἐκάϑισεν μετ' αὐτοῦ ἡμέρας τρεῖς, καὶ ἔϕαγον καὶ ἔπιον καὶ ὕπνωσαν ἐκεῖ.
Verse: 5    
καὶ ἐγενήϑη τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρϑρισαν τὸ πρωί, καὶ ἀνέστη τοῦ ἀπελϑεῖν· καὶ εἶπεν πατὴρ τῆς νεάνιδος πρὸς τὸν γαμβρὸν αὐτοῦ Στήρισον τὴν καρδίαν σου κλάσματι ἄρτου, καὶ μετὰ τοῦτο πορεύεσϑε.
Verse: 6    
καὶ ἐκάϑισαν καὶ ἔϕαγον ἀμϕότεροι ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα ᾽Αρξάμενος αὐλίσϑητι, καὶ ἀγαϑυνϑήτω καρδία σου.
Verse: 7    
καὶ ἀνέστη ἀνὴρ ἀπελϑεῖν· καὶ ἐβιάσατο αὐτὸν γαμβρὸς αὐτοῦ, καὶ πάλιν ηὐλίσϑη ἐκεῖ.
Verse: 8    
καὶ ὤρϑρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ ἀπελϑεῖν· καὶ εἶπεν πατὴρ τῆς νεάνιδος Στήρισον τὴν καρδίαν σου ἄρτῳ καὶ στρατεύϑητι, ἕως κλίνῃ ἡμέρα· καὶ ἔϕαγον καὶ ἔπιον ἀμϕότεροι.
Verse: 9    
καὶ ἀνέστη ἀνὴρ τοῦ ἀπελϑεῖν, αὐτὸς καὶ παλλακὴ αὐτοῦ καὶ τὸ παιδάριον αὐτοῦ· καὶ εἶπεν αὐτῷ γαμβρὸς αὐτοῦ πατὴρ τῆς νεάνιδος ᾽Ιδοὺ δὴ εἰς ἑσπέραν κέκλικεν ἡμέρα· κατάλυσον ὧδε ἔτι σήμερον, καὶ ἀγαϑυνϑήτω καρδία σου, καὶ ὀρϑριεῖτε αὔριον εἰς τὴν ὁδὸν ὑμῶν, καὶ ἀπελεύσῃ εἰς τὸ σκήνωμά σου.
Verse: 10    
καὶ οὐκ ἠϑέλησεν ἀνὴρ αὐλισϑῆναι καὶ ἀνέστη καὶ ἀπῆλϑεν, καὶ παρεγένοντο ἕως κατέναντι Ιεβους [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ μετ' αὐτοῦ ζεῦγος ὑποζυγίων ἐπισεσαγμένων, καὶ παλλακὴ αὐτοῦ μετ' αὐτοῦ.
Verse: 11    
ἔτι αὐτῶν ὄντων κατὰ Ιεβους καὶ ἡμέρα κεκλικυῖα σϕόδρα· καὶ εἶπεν τὸ παιδάριον πρὸς τὸν κύριον αὐτοῦ Δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς τὴν πόλιν τοῦ Ιεβουσαίου ταύτην καὶ αὐλισϑῶμεν ἐν αὐτῇ.
Verse: 12    
καὶ εἶπεν κύριος αὐτοῦ πρὸς αὐτόν Οὐ μὴ ἐκκλίνω εἰς πόλιν ἀλλοτρίου, οὐκ ἔστιν ἐκ τῶν υἱῶν Ισραηλ, καὶ παρελευσόμεϑα ἕως Γαβαα.
Verse: 13    
καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ Δεῦρο καὶ εἰσέλϑωμεν εἰς ἕνα τῶν τόπων καὶ αὐλισϑῶμεν ἐν Γαβαα ἐν Ραμα.
Verse: 14    
καὶ παρῆλϑον καὶ ἀπῆλϑον· ἔδυ γὰρ ἥλιος ἐχόμενα τῆς Γαβαα, ἐστιν τοῦ Βενιαμιν.
Verse: 15    
καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελϑεῖν καταλῦσαι ἐν Γαβαα· καὶ εἰσῆλϑον καὶ ἐκάϑισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων αὐτοὺς εἰς τὸν οἶκον καταλῦσαι.
Verse: 16    
καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης εἰσῆλϑεν ἀπὸ τῶν ἔργων αὐτοῦ ἐκ τοῦ ἀγροῦ ἑσπέρας· καὶ ἀνὴρ ἐξ ὄρους Εϕραιμ, καὶ αὐτὸς παρῴκει ἐν Γαβαα, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμιν.
Verse: 17    
καὶ ἀναβλέψας τοῖς ὀϕϑαλμοῖς εἶδεν τὸν ἄνδρα τὸν ὁδοιπόρον ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ἀνὴρ πρεσβύτης Ποῦ πορεύῃ καὶ πόϑεν ἔρχῃ;
Verse: 18    
καὶ εἶπεν πρὸς αὐτόν Διαβαίνομεν ἡμεῖς ἐκ Βηϑλεεμ τῆς Ιουδα ἕως μηρῶν ὄρους τοῦ Εϕραιμ· ἐγὼ δὲ ἐκεῖϑέν εἰμι καὶ ἐπορεύϑην ἕως Βηϑλεεμ Ιουδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ ἀποτρέχω, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν·
Verse: 19    
καί γε ἄχυρα καὶ χορτάσματα ὑπάρχει τοῖς ὄνοις ἡμῶν, καί γε ἄρτος καὶ οἶνος ὑπάρχει μοι καὶ τῇ δούλῃ σου καὶ τῷ παιδαρίῳ τοῖς δούλοις σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος.
Verse: 20    
καὶ εἶπεν ἀνὴρ πρεσβύτης Εἰρήνη σοι, πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ' ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς.
Verse: 21    
καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ καὶ παρέβαλεν τοῖς ὑποζυγίοις αὐτοῦ, καὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔϕαγον καὶ ἔπιον.
Verse: 22    
αὐτῶν δὲ ἀγαϑυνϑέντων τῇ καρδίᾳ αὐτῶν καὶ ἰδοὺ οἱ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων περιεκύκλωσαν τὴν οἰκίαν καὶ ἔκρουσαν τὴν ϑύραν καὶ εἶπαν πρὸς τὸν ἄνδρα τὸν κύριον τῆς οἰκίας τὸν πρεσβύτην λέγοντες ᾽Εξάγαγε τὸν ἄνδρα τὸν εἰσελϑόντα εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.
Verse: 23    
καὶ ἐξῆλϑεν πρὸς αὐτοὺς ἀνὴρ κύριος τῆς οἰκίας καὶ εἶπεν πρὸς αὐτούς Μηδαμῶς, ἀδελϕοί, μὴ πονηρεύσησϑε δή· μετὰ τὸ εἰσεληλυϑέναι τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀϕροσύνην ταύτην·
Verse: 24    
ἰδοὺ ϑυγάτηρ μου παρϑένος καὶ παλλακὴ αὐτοῦ, ἐξάξω δὴ αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ μὴ ποιήσητε τὸ ῥῆμα τῆς ἀϕροσύνης ταύτης.
Verse: 25    
καὶ οὐκ ἠϑέλησαν οἱ ἄνδρες ἀκοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιξαν αὐτῇ ὅλην τὴν νύκτα ἕως τὸ πρωί· καὶ ἐξαπέστειλαν αὐτὴν ἅμα τῷ ἀναβαίνειν τὸν ὄρϑρον.
Verse: 26    
καὶ ἦλϑεν γυνὴ τὸ πρὸς πρωὶ καὶ ἔπεσεν παρὰ τὴν ϑύραν τοῦ πυλῶνος τοῦ οἴκου τοῦ ἀνδρός, οὗ ἦν κύριος αὐτῆς ἐκεῖ, ἕως οὗ διέϕαυσεν.
Verse: 27    
καὶ ἀνέστη κύριος αὐτῆς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς ϑύρας τοῦ οἴκου καὶ ἐξῆλϑεν τοῦ ἀπελϑεῖν τὴν ὁδὸν αὐτοῦ, καὶ ἰδοὺ γυνὴ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὴν ϑύραν, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόϑυρον.
Verse: 28    
καὶ εἶπεν πρὸς αὐτήν ᾽Ανάστηϑι καὶ ἀπέλϑωμεν· καὶ οὐκ ἀπεκρίϑη αὐτῷ, ἀλλὰ τεϑνήκει. καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὑποζύγιον καὶ ἀνέστη ἀνὴρ καὶ ἀπῆλϑεν εἰς τὸν τόπον αὐτοῦ.
Verse: 29    
καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν καὶ ἐπελάβετο τῆς παλλακῆς αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν κατὰ τὰ ὀστᾶ αὐτῆς εἰς δώδεκα μερίδας καὶ ἐξαπέστειλεν αὐτὰς εἰς πάσας τὰς ϕυλὰς Ισραηλ.
Verse: 30    
καὶ ἐγένετο πᾶς ὁρῶν ἔλεγεν Οὔτε ἐγενήϑη οὔτε ὤϕϑη οὕτως ἀπὸ τῆς ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐνετείλατο τοῖς ἀνδράσιν, οἷς ἐξαπέστειλεν, λέγων Τάδε ἐρεῖτε πρὸς πάντα ἄνδρα Ισραηλ Εἰ γέγονεν κατὰ τὸ ῥῆμα τοῦτο ἀπὸ τῆς ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης; ϑέσϑε δὴ ἑαυτοῖς βουλὴν περὶ αὐτῆς καὶ λαλήσατε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.