TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 216
Previous part

Chapter: 2 
Verse: 1    Καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυϑμῶνα καὶ ἐπὶ Βαιϑηλ καὶ ἐπὶ τὸν οἶκον Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Κύριος κύριος ἀνεβίβασεν ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τοῦ δοῦναι ὑμῖν, καὶ εἶπεν ὑμῖν Οὐ διασκεδάσω τὴν διαϑήκην μου τὴν μεϑ' ὑμῶν εἰς τὸν αἰῶνα·
Verse: 2    
καὶ ὑμεῖς οὐ διαϑήσεσϑε διαϑήκην τοῖς ἐγκαϑημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς ϑεοῖς αὐτῶν οὐ μὴ προσκυνήσητε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ ϑυσιαστήρια αὐτῶν κατασκάψετε. καὶ οὐκ εἰσηκούσατε τῆς ϕωνῆς μου, ὅτε ταῦτα ἐποιήσατε.
Verse: 3    
καὶ ἐγὼ εἶπα Οὐ προσϑήσω τοῦ μετοικίσαι τὸν λαόν, ὃν εἶπα τοῦ ἐξολεϑρεῦσαι αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ ϑεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον.
Verse: 4    
καὶ ἐγένετο ὡς ἐλάλησεν ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντα Ισραηλ, καὶ ἐπῆρεν λαὸς τὴν ϕωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
Verse: 5    
διὰ τοῦτο ἐκλήϑη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυϑμών· καὶ ἔϑυσαν ἐκεῖ τῷ κυρίῳ.
Verse: 6    
Καὶ ἐξαπέστειλεν ᾽Ιησοῦς τὸν λαόν, καὶ ἀπῆλϑαν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ κατακληρονομῆσαι τὴν γῆν.
Verse: 7    
καὶ ἐδούλευσεν λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας ᾽Ιησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ ᾽Ιησοῦν, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα, ἐποίησεν τῷ Ισραηλ.
Verse: 8    
καὶ ἐτελεύτησεν ᾽Ιησοῦς υἱὸς Ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν.
Verse: 9    
καὶ ἔϑαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναϑαρες ἐν ὄρει Εϕραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας.
Verse: 10    
καὶ πᾶσα γενεὰ ἐκείνη προσετέϑησαν πρὸς τοὺς πατέρας αὐτῶν, καὶ ἀνέστη γενεὰ ἑτέρα μετ' αὐτούς, ὅσοι οὐκ ἔγνωσαν τὸν κύριον καὶ τὸ ἔργον, ἐποίησεν τῷ Ισραηλ.
Verse: 11    
Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐλάτρευον τοῖς Βααλιμ.
Verse: 12    
καὶ ἐγκατέλιπον τὸν κύριον ϑεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύϑησαν ὀπίσω ϑεῶν ἑτέρων ἀπὸ τῶν ϑεῶν τῶν λαῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον
Verse: 13    
καὶ ἐγκατέλιπον τὸν κύριον καὶ ἐλάτρευσαν τῇ Βααλ καὶ ταῖς ᾽Αστάρταις.
Verse: 14    
καὶ ὠργίσϑη ϑυμῷ κύριος τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς ἐν χειρὶ προνομευόντων, καὶ ἐπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ τῶν ἐχϑρῶν αὐτῶν κυκλόϑεν, καὶ οὐκ ἠδυνάσϑησαν ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχϑρῶν αὐτῶν.
Verse: 15    
ἐν πᾶσιν, οἷς ἐπόρνευον, καὶ χεὶρ κυρίου ἦν αὐτοῖς εἰς κακά, καϑὼς ἐλάλησεν κύριος καὶ καϑὼς ὤμοσεν κύριος, καὶ ἐξέϑλιψεν αὐτοὺς σϕόδρα.
Verse: 16    
καὶ ἤγειρεν αὐτοῖς κύριος κριτὰς καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς.
Verse: 17    
καί γε τῶν κριτῶν αὐτῶν οὐκ ἐπήκουσαν, ὅτι ἐξεπόρνευσαν ὀπίσω ϑεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύϑησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν ἐντολὰς κυρίου, οὐκ ἐποίησαν οὕτως.
Verse: 18    
καὶ ὅτι ἤγειρεν αὐτοῖς κύριος κριτάς, καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν ἐχϑρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήϑη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ κακούντων αὐτούς.
Verse: 19    
καὶ ἐγένετο ὡς ἀπέϑνῃσκεν κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέϕϑειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορευϑῆναι ὀπίσω ϑεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ οὐκ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς σκληρᾶς.
Verse: 20    
καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ εἶπεν ᾽Ανϑ' ὧν ὅσα ἐγκατέλιπαν τὸ ἔϑνος τοῦτο τὴν διαϑήκην μου, ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐχ ὑπήκουσαν τῆς ϕωνῆς μου,
Verse: 21    
καὶ ἐγὼ οὐ προσϑήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐϑνῶν, ὧν κατέλιπεν ᾽Ιησοῦς καὶ ἀϕῆκεν,
Verse: 22    
τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ εἰ ϕυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσϑαι ἐν αὐτῇ, ὃν τρόπον ἐϕυλάξαντο οἱ πατέρες αὐτῶν, οὔ.
Verse: 23    
καὶ ἀϕῆκεν κύριος τὰ ἔϑνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ ᾽Ιησοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.