TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 223
Previous part

Chapter: 9 
Verse: 1    Καὶ ἐπορεύϑη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Σικιμα πρὸς τοὺς ἀδελϕοὺς τῆς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν τὴν συγγένειαν τοῦ οἴκου τῆς μητρὸς αὐτοῦ λέγων
Verse: 2    
Λαλήσατε δὴ ἐν ὠσὶν τῶν ἀνδρῶν Σικιμων Ποῖον βέλτιόν ἐστιν, τὸ ἄρχειν ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ιεροβααλ, κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσϑητε ὅτι σὰρξ ὑμῶν καὶ ὀστοῦν ὑμῶν ἐγώ εἰμι.
Verse: 3    
καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελϕοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Σικιμων πάντας τοὺς λόγους τούτους, καὶ ἔκλινεν καρδία αὐτῶν ὀπίσω Αβιμελεχ, ὅτι εἶπαν ᾽Αδελϕὸς ἡμῶν ἐστιν.
Verse: 4    
καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐκ τοῦ οἴκου Βααλ διαϑήκης, καὶ ἐμισϑώσατο ἐν αὐτοῖς Αβιμελεχ ἄνδρας κενοὺς καὶ ϑαμβουμένους, καὶ ἐπορεύϑησαν ὀπίσω αὐτοῦ.
Verse: 5    
καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Εϕραϑα καὶ ἀπέκτεινεν τοὺς ἀδελϕοὺς αὐτοῦ υἱοὺς Ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίϑον ἕνα· καὶ ἀπελείϕϑη Ιωαϑαμ υἱὸς Ιεροβααλ νεώτερος, ὅτι ἐκρύβη.
Verse: 6    
Καὶ συνήχϑησαν πάντες οἱ ἄνδρες Σικιμων καὶ πᾶς οἶκος Μααλλων καὶ ἐπορεύϑησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ εἰς βασιλέα πρὸς τῇ βαλάνῳ τῆς στάσεως ἐν Σικιμοις.
Verse: 7    
καὶ ἀνήγγειλαν τῷ Ιωαϑαμ, καὶ ἐπορεύϑη καὶ ἔστη ἐπὶ τῆς κορυϕῆς τοῦ ὄρους Γαριζιν καὶ ἐπῆρεν τὴν ϕωνὴν αὐτοῦ καὶ ἐκάλεσεν καὶ εἶπεν αὐτοῖς ᾽Ακούσατέ μου, ἄνδρες Σικιμων, καὶ ἀκούσαι ὑμῶν ϑεός.
Verse: 8    
πορευόμενα ἐπορεύϑησαν τὰ ξύλα τοῦ χρῖσαι ἑαυτοῖς βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ Βασίλευσον ἐϕ' ἡμῶν.
Verse: 9    
καὶ εἶπεν αὐτοῖς ἐλαία ᾽Αϕεῖσα τὴν πιότητά μου, ἣν ἐν ἐμοὶ ἐδόξασεν ϑεὸς καὶ ἄνϑρωποι, πορευϑῶ ἄρχειν τῶν ξύλων;
Verse: 10    
καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐϕ' ἡμῶν.
Verse: 11    
καὶ εἶπεν αὐτοῖς συκῆ ᾽Αϕεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαϑὸν πορευϑῶ ἄρχειν ἐπὶ ξύλων;
Verse: 12    
καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ Δεῦρο βασίλευσον ἐϕ' ἡμῶν.
Verse: 13    
καὶ εἶπεν αὐτοῖς ἄμπελος ᾽Αϕεῖσα τὸν οἶνόν μου, τὴν εὐϕροσύνην τὴν παρὰ τοῦ ϑεοῦ τῶν ἀνϑρώπων, πορευϑῶ ἄρχειν ξύλων;
Verse: 14    
καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον Δεῦρο σὺ βασίλευσον ἐϕ' ἡμῶν.
Verse: 15    
καὶ εἶπεν ῥάμνος πρὸς τὰ ξύλα Εἰ ἐν ἀληϑείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐϕ' ὑμῶν, δεῦτε πεποίϑατε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλϑοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταϕάγοι τὰς κέδρους τοῦ Λιβάνου.
Verse: 16    
καὶ νῦν εἰ ἐν ἀληϑείᾳ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ, καὶ εἰ καλῶς ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τῆς χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ,
Verse: 17    
ὡς ἐπολέμησεν πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἔρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς Μαδιαμ,
Verse: 18    
καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίϑον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν τῆς παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικιμων, ὅτι ἀδελϕὸς ὑμῶν ἐστιν,
Verse: 19    
καὶ εἰ ἐν ἀληϑείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ τοῦ οἴκου αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ, εὐλογηϑείητε ὑμεῖς καὶ εὐϕρανϑείητε ἐν Αβιμελεχ, καὶ εὐϕρανϑείη καὶ αὐτὸς ἐν ὑμῖν.
Verse: 20    
καὶ εἰ μή, ἐξέλϑοι πῦρ ἐξ Αβιμελεχ καὶ καταϕάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἶκον Μααλλων, καὶ εἰ μή, ἐξέλϑοι πῦρ ἀπὸ ἀνδρῶν Σικιμων καὶ ἐκ τοῦ οἴκου Μααλλων καὶ καταϕάγοι τὸν Αβιμελεχ.
Verse: 21    
καὶ ἀπέδρα Ιωαϑαμ καὶ ἐπορεύϑη ἐν ὁδῷ καὶ ἔϕυγεν εἰς Ραρα καὶ κατῴκησεν ἐκεῖ ἀπὸ προσώπου Αβιμελεχ τοῦ ἀδελϕοῦ αὐτοῦ.
Verse: 22    
Καὶ ἦρξεν Αβιμελεχ ἐπὶ Ισραηλ τρία ἔτη.
Verse: 23    
καὶ ἐξαπέστειλεν ϑεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικιμων, καὶ ἠϑέτησαν οἱ ἄνδρες Σικιμων ἐν τῷ οἴκῳ Αβιμελεχ,
Verse: 24    
τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ιεροβααλ καὶ τὸ αἷμα αὐτῶν ἐπιϑεῖναι ἐπὶ Αβιμελεχ τὸν ἀδελϕὸν αὐτῶν τὸν ἀποκτείναντα αὐτοὺς καὶ ἐπὶ τοὺς ἄνδρας Σικιμων τοὺς κατισχύσαντας τὰς χεῖρας αὐτοῦ ὥστε ἀποκτεῖναι τοὺς ἀδελϕοὺς αὐτοῦ.
Verse: 25    
καὶ ἔϑεντο αὐτῷ οἱ ἄνδρες Σικιμων ἔνεδρα ἐπὶ τὰς κεϕαλὰς τῶν ὀρέων καὶ ἀνήρπαζον πάντας τοὺς διαπορευομένους ἐπ' αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ Αβιμελεχ.
Verse: 26    
καὶ ἦλϑεν Γααλ υἱὸς Αβεδ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ εἰς Σικιμα, καὶ ἐπεποίϑησαν ἐν αὐτῷ οἱ ἄνδρες Σικιμων.
Verse: 27    
καὶ ἦλϑον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ κατεπάτουν καὶ ἐποίησαν χοροὺς καὶ εἰσῆλϑον εἰς οἶκον ϑεοῦ αὐτῶν καὶ ἔϕαγον καὶ ἔπιον καὶ κατηρῶντο τὸν Αβιμελεχ.
Verse: 28    
καὶ εἶπεν Γααλ υἱὸς Αβεδ Τί ἐστιν Αβιμελεχ, καὶ τίς ἐστιν υἱὸς Συχεμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ οὗτος υἱὸς Ιεροβααλ, καὶ Ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς;
Verse: 29    
καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω τὸν Αβιμελεχ καὶ ἐρῶ τῷ Αβιμελεχ Πλήϑυνον τὴν δύναμίν σου καὶ ἔξελϑε.
Verse: 30    
καὶ ἤκουσεν Ζεβουλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γααλ υἱοῦ Αβεδ καὶ ἐϑυμώϑη ὀργῇ.
Verse: 31    
καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Αβιμελεχ μετὰ δώρων λέγων ᾽Ιδοὺ Γααλ υἱὸς Αβεδ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ παραγεγόνασιν εἰς Σικιμα, καὶ οἵδε πολιορκοῦσιν τὴν πόλιν ἐπὶ σέ·
Verse: 32    
καὶ νῦν ἀνάστηϑι νυκτὸς σὺ καὶ λαὸς μετὰ σοῦ καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ,
Verse: 33    
καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ ὀρϑρίσεις καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ λαὸς μετ' αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ καϑάπερ ἐὰν εὕρῃ χείρ σου.
Verse: 34    
καὶ ἀνέστη Αβιμελεχ καὶ πᾶς λαὸς μετ' αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Σικιμα τέσσαρας ἀρχάς.
Verse: 35    
καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλϑεν Γααλ υἱὸς Αβεδ καὶ ἔστη πρὸς τῇ ϑύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Αβιμελεχ καὶ λαὸς μετ' αὐτοῦ ἐκ τῶν ἐνέδρων.
Verse: 36    
καὶ εἶδεν Γααλ υἱὸς Αβεδ τὸν λαὸν καὶ εἶπεν πρὸς Ζεβουλ ᾽Ιδοὺ λαὸς καταβαίνων ἀπὸ τῶν κορυϕῶν τῶν ὀρέων. καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Τὴν σκιὰν τῶν ὀρέων σὺ ὁρᾷς ὡς ἄνδρας.
Verse: 37    
καὶ προσέϑετο ἔτι Γααλ τοῦ λαλῆσαι καὶ εἶπεν ᾽Ιδοὺ λαὸς καταβαίνων κατὰ ϑάλασσαν ἀπὸ τοῦ ἐχόμενα τοῦ ὀμϕαλοῦ τῆς γῆς, καὶ ἀρχὴ μία παραγίνεται ἀπὸ ὁδοῦ δρυὸς ἀποβλεπόντων.
Verse: 38    
καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Ποῦ ἐστιν νῦν τὸ στόμα σου τὸ λέγον Τίς ἐστιν Αβιμελεχ, ὅτι δουλεύσομεν αὐτῷ; οὐκ ἰδοὺ οὗτός ἐστιν λαός, ὃν ἐξουδένωσας; ἔξελϑε νῦν καὶ πολέμει πρὸς αὐτόν.
Verse: 39    
καὶ ἐξῆλϑεν Γααλ ἀπὸ προσώπου τῶν ἀνδρῶν Σικιμων καὶ ἐπολέμησεν ἐν Αβιμελεχ.
Verse: 40    
καὶ κατεδίωξεν αὐτὸν Αβιμελεχ, καὶ ἔϕυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως ϑυρῶν τῆς πόλεως.
Verse: 41    
καὶ ἐκάϑισεν Αβιμελεχ ἐν Αριμα· καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ τοῦ μὴ οἰκεῖν ἐν Σικιμοις.
Verse: 42    
καὶ ἐγενήϑη τῇ ἐπαύριον καὶ ἐξῆλϑεν λαὸς εἰς τὸ πεδίον, καὶ ἀπηγγέλη τῷ Αβιμελεχ.
Verse: 43    
καὶ παρέλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτὸν τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν αὐτῷ· καὶ εἶδεν καὶ ἰδοὺ λαὸς ἐξῆλϑεν ἐκ τῆς πόλεως, καὶ ἐπανέστη αὐτοῖς καὶ ἐπάταξεν αὐτούς.
Verse: 44    
καὶ Αβιμελεχ καὶ αἱ ἀρχαὶ αἱ μετ' αὐτοῦ ἐξετάϑησαν καὶ ἔστησαν παρὰ τὴν πύλην τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξεχύϑησαν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ, καὶ ἐπάταξεν αὐτούς.
Verse: 45    
καὶ Αβιμελεχ ἐπολέμει ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβοντο τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀνεῖλεν καὶ τὴν πόλιν καϑεῖλεν καὶ ἔσπειρεν αὐτὴν ἅλας.
Verse: 46    
καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργου Σικιμων καὶ εἰσῆλϑον εἰς τὸ ὀχύρωμα οἴκου τοῦ Βααλ διαϑήκης.
Verse: 47    
καὶ ἀπηγγέλη τῷ Αβιμελεχ ὅτι συνήχϑησαν πάντες οἱ ἄνδρες τοῦ πύργου Σικιμων.
Verse: 48    
καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Σελμων, αὐτὸς καὶ πᾶς λαὸς μετ' αὐτοῦ, καὶ ἔλαβεν Αβιμελεχ ἀξίνην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν ϕορτίον ξύλων καὶ ἔλαβεν αὐτὸ καὶ ἐπέϑηκεν ἐπὶ τοὺς ὤμους αὐτοῦ καὶ εἶπεν πρὸς τὸν λαὸν τὸν μετ' αὐτοῦ Τί εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς καὶ ἐγώ.
Verse: 49    
καὶ ἔκοψαν καὶ αὐτοὶ ἕκαστος ϕορτίον καὶ ἦραν καὶ ἐπορεύϑησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέϑηκαν ἐπὶ τὸ ὀχύρωμα καὶ ἐνέπρησαν ἐπ' αὐτοὺς τὸ ὀχύρωμα ἐν πυρί, καὶ ἀπέϑανον πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες.
Verse: 50    
Καὶ ἐπορεύϑη Αβιμελεχ εἰς Θεβες καὶ περιεκάϑισεν ἐπ' αὐτὴν καὶ προκατελάβετο αὐτήν.
Verse: 51    
καὶ πύργος ἦν ὀχυρὸς ἐν μέσῳ τῆς πόλεως, καὶ ἔϕυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες καὶ πάντες οἱ ἡγούμενοι τῆς πόλεως καὶ ἀπέκλεισαν ἐϕ' ἑαυτοὺς καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου.
Verse: 52    
καὶ ἦλϑεν Αβιμελεχ ἕως τοῦ πύργου, καὶ ἐξεπολέμησαν αὐτόν· καὶ ἤγγισεν Αβιμελεχ ἕως τῆς ϑύρας τοῦ πύργου ἐμπρῆσαι αὐτὸν ἐν πυρί.
Verse: 53    
καὶ ἔρριψεν γυνὴ μία κλάσμα μύλου ἐπὶ τὴν κεϕαλὴν Αβιμελεχ καὶ συνέϑλασεν τὸ κρανίον αὐτοῦ.
Verse: 54    
καὶ ἐβόησεν τὸ τάχος πρὸς τὸ παιδάριον τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ Σπάσαι τὴν μάχαιράν σου καὶ ϑανάτωσόν με, μήποτε εἴπωσιν Γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέϑανεν Αβιμελεχ.
Verse: 55    
καὶ εἶδεν ἀνὴρ Ισραηλ ὅτι ἀπέϑανεν Αβιμελεχ, καὶ ἀπῆλϑον ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
Verse: 56    
καὶ ἀπέστρεψεν ϑεὸς τὴν κακίαν Αβιμελεχ, ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελϕοὺς αὐτοῦ.
Verse: 57    
καὶ πᾶσαν κακίαν ἀνδρῶν Σικιμων ἐπέστρεψεν ϑεὸς εἰς τὴν κεϕαλὴν αὐτῶν, καὶ ἐπῆλϑεν ἐπ' αὐτοὺς κατάρα Ιωαϑαμ τοῦ υἱοῦ Ιεροβααλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.