TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 479
Previous part

Chapter: 10 
Verse: 1    Καὶ ἐγένετο ὡς ἐπαύσατο βοῶσα πρὸς τὸν ϑεὸν Ισραηλ καὶ συνετέλεσεν πάντα τὰ ῥήματα ταῦτα,
Verse: 2    
καὶ ἀνέστη ἀπὸ τῆς πτώσεως καὶ ἐκάλεσεν τὴν ἅβραν αὐτῆς καὶ κατέβη εἰς τὸν οἶκον, ἐν διέτριβεν ἐν αὐτῷ ἐν ταῖς ἡμέραις τῶν σαββάτων καὶ ἐν ταῖς ἑορταῖς αὐτῆς,
Verse: 3    
καὶ περιείλατο τὸν σάκκον, ὃν ἐνεδεδύκει, καὶ ἐξεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς καὶ περιεκλύσατο τὸ σῶμα ὕδατι καὶ ἐχρίσατο μύρῳ παχεῖ καὶ διέξανε τὰς τρίχας τῆς κεϕαλῆς αὐτῆς καὶ ἐπέϑετο μίτραν ἐπ' αὐτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς εὐϕροσύνης αὐτῆς, ἐν οἷς ἐστολίζετο ἐν ταῖς ἡμέραις τῆς ζωῆς τοῦ ἀνδρὸς αὐτῆς Μανασση,
Verse: 4    
καὶ ἔλαβεν σανδάλια εἰς τοὺς πόδας αὐτῆς καὶ περιέϑετο τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια καὶ πάντα τὸν κόσμον αὐτῆς καὶ ἐκαλλωπίσατο σϕόδρα εἰς ἀπάτησιν ὀϕϑαλμῶν ἀνδρῶν, ὅσοι ἂν ἴδωσιν αὐτήν.
Verse: 5    
καὶ ἔδωκεν τῇ ἅβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου καὶ καψάκην ἐλαίου καὶ πήραν ἐπλήρωσεν ἀλϕίτων καὶ παλάϑης καὶ ἄρτων καϑαρῶν καὶ περιεδίπλωσε πάντα τὰ ἀγγεῖα αὐτῆς καὶ ἐπέϑηκεν αὐτῇ.
Verse: 6    
καὶ ἐξήλϑοσαν ἐπὶ τὴν πύλην τῆς πόλεως Βαιτυλουα καὶ εὕροσαν ἐϕεστῶτα ἐπ' αὐτῇ Οζιαν καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως Χαβριν καὶ Χαρμιν·
Verse: 7    
ὡς δὲ εἶδον αὐτὴν καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς, καὶ ἐϑαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σϕόδρα καὶ εἶπαν αὐτῇ
Verse: 8    
῾Ο ϑεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ισραηλ καὶ ὕψωμα Ιερουσαλημ.
Verse: 9    
καὶ προσεκύνησεν τῷ ϑεῷ καὶ εἶπεν πρὸς αὐτούς ᾽Επιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως, καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων, ὧν ἐλαλήσατε μετ' ἐμοῦ· καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καϑότι ἐλάλησεν.
Verse: 10    
καὶ ἐποίησαν οὕτως. καὶ ἐξῆλϑεν Ιουδιϑ, αὐτὴ καὶ παιδίσκη αὐτῆς μετ' αὐτῆς· ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος, ἕως διῆλϑεν τὸν αὐλῶνα καὶ οὐκέτι ἐϑεώρουν αὐτήν.
Verse: 11    
καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐϑεῖαν, καὶ συνήντησεν αὐτῇ προϕυλακὴ τῶν ᾽Ασσυρίων.
Verse: 12    
καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν Τίνων εἶ καὶ πόϑεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν Θυγάτηρ εἰμὶ τῶν Εβραίων καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν, ὅτι μέλλουσιν δίδοσϑαι ὑμῖν εἰς κατάβρωμα·
Verse: 13    
κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ολοϕέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν τοῦ ἀπαγγεῖλαι ῥήματα ἀληϑείας καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καϑ' ἣν πορεύσεται καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς, καὶ οὐ διαϕωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία οὐδὲ πνεῦμα ζωῆς.
Verse: 14    
ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆς καὶ ἦν ἐναντίον αὐτῶν ϑαυμάσιον τῷ κάλλει σϕόδρα , καὶ εἶπαν πρὸς αὐτήν
Verse: 15    
Σέσωκας τὴν ψυχήν σου σπεύσασα καταβῆναι εἰς πρόσωπον τοῦ κυρίου ἡμῶν· καὶ νῦν πρόσελϑε ἐπὶ τὴν σκηνὴν αὐτοῦ, καὶ ἀϕ' ἡμῶν προπέμψουσίν σε, ἕως παραδώσουσίν σε εἰς χεῖρας αὐτοῦ·
Verse: 16    
ἐὰν δὲ στῇς ἐναντίον αὐτοῦ, μὴ ϕοβηϑῇς τῇ καρδίᾳ σου, ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ῥήματά σου, καὶ εὖ σε ποιήσει.
Verse: 17    
καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς, καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ολοϕέρνου.
Verse: 18    
καὶ ἐγένετο συνδρομὴ ἐν πάσῃ τῇ παρεμβολῇ, διεβοήϑη γὰρ εἰς τὰ σκηνώματα παρουσία αὐτῆς· καὶ ἐλϑόντες ἐκύκλουν αὐτήν, ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ολοϕέρνου, ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς.
Verse: 19    
καὶ ἐϑαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς καὶ ἐϑαύμαζον τοὺς υἱοὺς Ισραηλ ἀπ' αὐτῆς, καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Τίς καταϕρονήσει τοῦ λαοῦ τούτου, ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας; ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσϑαι ἐξ αὐτῶν ἄνδρα ἕνα, οἳ ἀϕεϑέντες δυνήσονται κατασοϕίσασϑαι πᾶσαν τὴν γῆν,
Verse: 20    
καὶ ἐξῆλϑον οἱ παρακαϑεύδοντες Ολοϕέρνῃ καὶ πάντες οἱ ϑεράποντες αὐτοῦ καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν.
Verse: 21    
καὶ ἦν Ολοϕέρνης ἀναπαυόμενος ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κωνωπίῳ, ἦν ἐκ πορϕύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίϑων πολυτελῶν καϑυϕασμένων.
Verse: 22    
καὶ ἀνήγγειλαν αὐτῷ περὶ αὐτῆς, καὶ ἐξῆλϑεν εἰς τὸ προσκήνιον, καὶ λαμπάδες ἀργυραῖ προάγουσαι αὐτοῦ.
Verse: 23    
ὡς δὲ ἦλϑεν κατὰ πρόσωπον αὐτοῦ Ιουδιϑ καὶ τῶν ϑεραπόντων αὐτοῦ, ἐϑαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου αὐτῆς· καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ, καὶ ἤγειραν αὐτὴν οἱ δοῦλοι αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.