TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 480
Previous part

Chapter: 11 
Verse: 1    Καὶ εἶπεν πρὸς αὐτὴν Ολοϕέρνης Θάρσησον, γύναι, μὴ ϕοβηϑῇς τῇ καρδίᾳ σου, ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνϑρωπον ὅστις ᾑρέτικεν δουλεύειν βασιλεῖ Ναβουχοδονοσορ πάσης τῆς γῆς.
Verse: 2    
καὶ νῦν λαός σου κατοικῶν τὴν ὀρεινὴν εἰ μὴ ἐϕαύλισάν με, οὐκ ἂν ἦρα τὸ δόρυ μου ἐπ' αὐτούς· ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα.
Verse: 3    
καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ' αὐτῶν καὶ ἦλϑες πρὸς ἡμᾶς· ἥκεις γὰρ εἰς σωτηρίαν· ϑάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν·
Verse: 4    
οὐ γὰρ ἔστιν ὃς ἀδικήσει σε, ἀλλ' εὖ σε ποιήσει, καϑὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονοσορ.
Verse: 5    
καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιϑ Δέξαι τὰ ῥήματα τῆς δούλης σου, καὶ λαλησάτω παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ.
Verse: 6    
καὶ ἐὰν κατακολουϑήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ϑεός, καὶ οὐκ ἀποπεσεῖται κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ.
Verse: 7    
ζῇ γὰρ βασιλεὺς Ναβουχοδονοσορ πάσης τῆς γῆς καὶ ζῇ τὸ κράτος αὐτοῦ, ὃς ἀπέστειλέν σε εἰς κατόρϑωσιν πάσης ψυχῆς, ὅτι οὐ μόνον ἄνϑρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ, ἀλλὰ καὶ τὰ ϑηρία τοῦ ἀγροῦ καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονοσορ καὶ πάντα τὸν οἶκον αὐτοῦ.
Verse: 8    
ἠκούσαμεν γὰρ τὴν σοϕίαν σου καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου, καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαϑὸς ἐν πάσῃ βασιλείᾳ καὶ δυνατὸς ἐν ἐπιστήμῃ καὶ ϑαυμαστὸς ἐν στρατεύμασιν πολέμου.
Verse: 9    
καὶ νῦν λόγος, ὃν ἐλάλησεν Αχιωρ ἐν τῇ συνεδρίᾳ σου, ἠκούσαμεν τὰ ῥήματα αὐτοῦ, ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βαιτυλουα, καὶ ἀνήγγειλεν αὐτοῖς πάντα, ὅσα ἐξελάλησεν παρὰ σοί.
Verse: 10    
διό, δέσποτα κύριε, μὴ παρέλϑῃς τὸν λόγον αὐτοῦ, ἀλλὰ κατάϑου αὐτὸν ἐν τῇ καρδίᾳ σου, ὅτι ἐστὶν ἀληϑής· οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν, οὐ κατισχύει ῥομϕαία ἐπ' αὐτούς, ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν ϑεὸν αὐτῶν.
Verse: 11    
καὶ νῦν ἵνα μὴ γένηται κύριός μου ἔκβολος καὶ ἄπρακτος καὶ ἐπιπεσεῖται ϑάνατος ἐπὶ πρόσωπον αὐτῶν, καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα, ἐν παροργιοῦσιν τὸν ϑεὸν αὐτῶν, ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν.
Verse: 12    
ἐπεὶ παρεξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ ἐσπανίσϑη πᾶν ὕδωρ, ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν καὶ πάντα, ὅσα διεστείλατο αὐτοῖς ϑεὸς τοῖς νόμοις αὐτοῦ μὴ ϕαγεῖν, διέγνωσαν δαπανῆσαι.
Verse: 13    
καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου, διεϕύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσιν τοῖς παρεστηκόσιν ἐν Ιερουσαλημ ἀπέναντι τοῦ προσώπου τοῦ ϑεοῦ ἡμῶν, κεκρίκασιν ἐξαναλῶσαι, ὧν οὐδὲ ταῖς χερσὶν καϑῆκεν ἅψασϑαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ.
Verse: 14    
καὶ ἀπεστάλκασιν εἰς Ιερουσαλημ, ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα, τοὺς μετακομίσοντας αὐτοῖς τὴν ἄϕεσιν παρὰ τῆς γερουσίας.
Verse: 15    
καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσιν, δοϑήσονταί σοι εἰς ὄλεϑρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 16    
ὅϑεν ἐγὼ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα ἀπέδρων ἀπὸ προσώπου αὐτῶν, καὶ ἀπέστειλέν με ϑεὸς ποιῆσαι μετὰ σοῦ πράγματα, ἐϕ' οἷς ἐκστήσεται πᾶσα γῆ, ὅσοι ἐὰν ἀκούσωσιν αὐτά.
Verse: 17    
ὅτι δούλη σου ϑεοσεβής ἐστιν καὶ ϑεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν ϑεὸν τοῦ οὐρανοῦ· καὶ νῦν μενῶ παρὰ σοί, κύριέ μου, καὶ ἐξελεύσεται δούλη σου κατὰ νύκτα εἰς τὴν ϕάραγγα καὶ προσεύξομαι πρὸς τὸν ϑεόν, καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν.
Verse: 18    
καὶ ἐλϑοῦσα προσανοίσω σοι, καὶ ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν.
Verse: 19    
καὶ ἄξω σε διὰ μέσου τῆς Ιουδαίας ἕως τοῦ ἐλϑεῖν ἀπέναντι Ιερουσαλημ καὶ ϑήσω τὸν δίϕρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα, οἷς οὐκ ἔστιν ποιμήν, καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου· ὅτι ταῦτα ἐλαλήϑη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι, καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι.
Verse: 20    
καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ολοϕέρνου καὶ ἐναντίον πάντων τῶν ϑεραπόντων αὐτοῦ, καὶ ἐϑαύμασαν ἐπὶ τῇ σοϕίᾳ αὐτῆς καὶ εἶπαν
Verse: 21    
Οὐκ ἔστιν τοιαύτη γυνὴ ἀπ' ἄκρου ἕως ἄκρου τῆς γῆς ἐν καλῷ προσώπῳ καὶ συνέσει λόγων.
Verse: 22    
καὶ εἶπεν πρὸς αὐτὴν Ολοϕέρνης Εὖ ἐποίησεν ϑεὸς ἀποστείλας σε ἔμπροσϑεν τοῦ λαοῦ τοῦ γενηϑῆναι ἐν χερσὶν ἡμῶν κράτος, ἐν δὲ τοῖς ϕαυλίσασι τὸν κύριόν μου ἀπώλειαν.
Verse: 23    
καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαϑὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃς καϑὰ ἐλάλησας, ϑεός σου ἔσται μου ϑεός, καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονοσορ καϑήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.