TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 480
Chapter: 11
Verse: 1
Καὶ
εἶπεν
πρὸς
αὐτὴν
Ολοϕέρνης
Θάρσησον
,
γύναι
,
μὴ
ϕοβηϑῇς
τῇ
καρδίᾳ
σου
,
ὅτι
ἐγὼ
οὐκ
ἐκάκωσα
ἄνϑρωπον
ὅστις
ᾑρέτικεν
δουλεύειν
βασιλεῖ
Ναβουχοδονοσορ
πάσης
τῆς
γῆς
.
Verse: 2
καὶ
νῦν
ὁ
λαός
σου
ὁ
κατοικῶν
τὴν
ὀρεινὴν
εἰ
μὴ
ἐϕαύλισάν
με
,
οὐκ
ἂν
ἦρα
τὸ
δόρυ
μου
ἐπ
'
αὐτούς
·
ἀλλὰ
αὐτοὶ
ἑαυτοῖς
ἐποίησαν
ταῦτα
.
Verse: 3
καὶ
νῦν
λέγε
μοι
τίνος
ἕνεκεν
ἀπέδρας
ἀπ
'
αὐτῶν
καὶ
ἦλϑες
πρὸς
ἡμᾶς
·
ἥκεις
γὰρ
εἰς
σωτηρίαν
·
ϑάρσει
,
ἐν
τῇ
νυκτὶ
ταύτῃ
ζήσῃ
καὶ
εἰς
τὸ
λοιπόν
·
Verse: 4
οὐ
γὰρ
ἔστιν
ὃς
ἀδικήσει
σε
,
ἀλλ
'
εὖ
σε
ποιήσει
,
καϑὰ
γίνεται
τοῖς
δούλοις
τοῦ
κυρίου
μου
βασιλέως
Ναβουχοδονοσορ
.
Verse: 5
καὶ
εἶπεν
πρὸς
αὐτὸν
Ιουδιϑ
Δέξαι
τὰ
ῥήματα
τῆς
δούλης
σου
,
καὶ
λαλησάτω
ἡ
παιδίσκη
σου
κατὰ
πρόσωπόν
σου
,
καὶ
οὐκ
ἀναγγελῶ
ψεῦδος
τῷ
κυρίῳ
μου
ἐν
τῇ
νυκτὶ
ταύτῃ
.
Verse: 6
καὶ
ἐὰν
κατακολουϑήσῃς
τοῖς
λόγοις
τῆς
παιδίσκης
σου
,
τελείως
πρᾶγμα
ποιήσει
μετὰ
σοῦ
ὁ
ϑεός
,
καὶ
οὐκ
ἀποπεσεῖται
ὁ
κύριός
μου
τῶν
ἐπιτηδευμάτων
αὐτοῦ
.
Verse: 7
ζῇ
γὰρ
βασιλεὺς
Ναβουχοδονοσορ
πάσης
τῆς
γῆς
καὶ
ζῇ
τὸ
κράτος
αὐτοῦ
,
ὃς
ἀπέστειλέν
σε
εἰς
κατόρϑωσιν
πάσης
ψυχῆς
,
ὅτι
οὐ
μόνον
ἄνϑρωποι
διὰ
σὲ
δουλεύουσιν
αὐτῷ
,
ἀλλὰ
καὶ
τὰ
ϑηρία
τοῦ
ἀγροῦ
καὶ
τὰ
κτήνη
καὶ
τὰ
πετεινὰ
τοῦ
οὐρανοῦ
διὰ
τῆς
ἰσχύος
σου
ζήσονται
ἐπὶ
Ναβουχοδονοσορ
καὶ
πάντα
τὸν
οἶκον
αὐτοῦ
.
Verse: 8
ἠκούσαμεν
γὰρ
τὴν
σοϕίαν
σου
καὶ
τὰ
πανουργεύματα
τῆς
ψυχῆς
σου
,
καὶ
ἀνηγγέλη
πάσῃ
τῇ
γῇ
ὅτι
σὺ
μόνος
ἀγαϑὸς
ἐν
πάσῃ
βασιλείᾳ
καὶ
δυνατὸς
ἐν
ἐπιστήμῃ
καὶ
ϑαυμαστὸς
ἐν
στρατεύμασιν
πολέμου
.
Verse: 9
καὶ
νῦν
ὁ
λόγος
,
ὃν
ἐλάλησεν
Αχιωρ
ἐν
τῇ
συνεδρίᾳ
σου
,
ἠκούσαμεν
τὰ
ῥήματα
αὐτοῦ
,
ὅτι
περιεποιήσαντο
αὐτὸν
οἱ
ἄνδρες
Βαιτυλουα
,
καὶ
ἀνήγγειλεν
αὐτοῖς
πάντα
,
ὅσα
ἐξελάλησεν
παρὰ
σοί
.
Verse: 10
διό
,
δέσποτα
κύριε
,
μὴ
παρέλϑῃς
τὸν
λόγον
αὐτοῦ
,
ἀλλὰ
κατάϑου
αὐτὸν
ἐν
τῇ
καρδίᾳ
σου
,
ὅτι
ἐστὶν
ἀληϑής
·
οὐ
γὰρ
ἐκδικᾶται
τὸ
γένος
ἡμῶν
,
οὐ
κατισχύει
ῥομϕαία
ἐπ
'
αὐτούς
,
ἐὰν
μὴ
ἁμάρτωσιν
εἰς
τὸν
ϑεὸν
αὐτῶν
.
Verse: 11
καὶ
νῦν
ἵνα
μὴ
γένηται
ὁ
κύριός
μου
ἔκβολος
καὶ
ἄπρακτος
καὶ
ἐπιπεσεῖται
ϑάνατος
ἐπὶ
πρόσωπον
αὐτῶν
,
καὶ
κατελάβετο
αὐτοὺς
ἁμάρτημα
,
ἐν
ᾧ
παροργιοῦσιν
τὸν
ϑεὸν
αὐτῶν
,
ὁπηνίκα
ἂν
ποιήσωσιν
ἀτοπίαν
.
Verse: 12
ἐπεὶ
παρεξέλιπεν
αὐτοὺς
τὰ
βρώματα
καὶ
ἐσπανίσϑη
πᾶν
ὕδωρ
,
ἐβουλεύσαντο
ἐπιβαλεῖν
τοῖς
κτήνεσιν
αὐτῶν
καὶ
πάντα
,
ὅσα
διεστείλατο
αὐτοῖς
ὁ
ϑεὸς
τοῖς
νόμοις
αὐτοῦ
μὴ
ϕαγεῖν
,
διέγνωσαν
δαπανῆσαι
.
Verse: 13
καὶ
τὰς
ἀπαρχὰς
τοῦ
σίτου
καὶ
τὰς
δεκάτας
τοῦ
οἴνου
καὶ
τοῦ
ἐλαίου
,
ἃ
διεϕύλαξαν
ἁγιάσαντες
τοῖς
ἱερεῦσιν
τοῖς
παρεστηκόσιν
ἐν
Ιερουσαλημ
ἀπέναντι
τοῦ
προσώπου
τοῦ
ϑεοῦ
ἡμῶν
,
κεκρίκασιν
ἐξαναλῶσαι
,
ὧν
οὐδὲ
ταῖς
χερσὶν
καϑῆκεν
ἅψασϑαι
οὐδένα
τῶν
ἐκ
τοῦ
λαοῦ
.
Verse: 14
καὶ
ἀπεστάλκασιν
εἰς
Ιερουσαλημ
,
ὅτι
καὶ
οἱ
ἐκεῖ
κατοικοῦντες
ἐποίησαν
ταῦτα
,
τοὺς
μετακομίσοντας
αὐτοῖς
τὴν
ἄϕεσιν
παρὰ
τῆς
γερουσίας
.
Verse: 15
καὶ
ἔσται
ὡς
ἂν
ἀναγγείλῃ
αὐτοῖς
καὶ
ποιήσωσιν
,
δοϑήσονταί
σοι
εἰς
ὄλεϑρον
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
.
Verse: 16
ὅϑεν
ἐγὼ
ἡ
δούλη
σου
ἐπιγνοῦσα
ταῦτα
πάντα
ἀπέδρων
ἀπὸ
προσώπου
αὐτῶν
,
καὶ
ἀπέστειλέν
με
ὁ
ϑεὸς
ποιῆσαι
μετὰ
σοῦ
πράγματα
,
ἐϕ
'
οἷς
ἐκστήσεται
πᾶσα
ἡ
γῆ
,
ὅσοι
ἐὰν
ἀκούσωσιν
αὐτά
.
Verse: 17
ὅτι
ἡ
δούλη
σου
ϑεοσεβής
ἐστιν
καὶ
ϑεραπεύουσα
νυκτὸς
καὶ
ἡμέρας
τὸν
ϑεὸν
τοῦ
οὐρανοῦ
·
καὶ
νῦν
μενῶ
παρὰ
σοί
,
κύριέ
μου
,
καὶ
ἐξελεύσεται
ἡ
δούλη
σου
κατὰ
νύκτα
εἰς
τὴν
ϕάραγγα
καὶ
προσεύξομαι
πρὸς
τὸν
ϑεόν
,
καὶ
ἐρεῖ
μοι
πότε
ἐποίησαν
τὰ
ἁμαρτήματα
αὐτῶν
.
Verse: 18
καὶ
ἐλϑοῦσα
προσανοίσω
σοι
,
καὶ
ἐξελεύσῃ
σὺν
πάσῃ
τῇ
δυνάμει
σου
,
καὶ
οὐκ
ἔστιν
ὃς
ἀντιστήσεταί
σοι
ἐξ
αὐτῶν
.
Verse: 19
καὶ
ἄξω
σε
διὰ
μέσου
τῆς
Ιουδαίας
ἕως
τοῦ
ἐλϑεῖν
ἀπέναντι
Ιερουσαλημ
καὶ
ϑήσω
τὸν
δίϕρον
σου
ἐν
μέσῳ
αὐτῆς
,
καὶ
ἄξεις
αὐτοὺς
ὡς
πρόβατα
,
οἷς
οὐκ
ἔστιν
ποιμήν
,
καὶ
οὐ
γρύξει
κύων
τῇ
γλώσσῃ
αὐτοῦ
ἀπέναντί
σου
·
ὅτι
ταῦτα
ἐλαλήϑη
μοι
κατὰ
πρόγνωσίν
μου
καὶ
ἀπηγγέλη
μοι
,
καὶ
ἀπεστάλην
ἀναγγεῖλαί
σοι
.
Verse: 20
καὶ
ἤρεσαν
οἱ
λόγοι
αὐτῆς
ἐναντίον
Ολοϕέρνου
καὶ
ἐναντίον
πάντων
τῶν
ϑεραπόντων
αὐτοῦ
,
καὶ
ἐϑαύμασαν
ἐπὶ
τῇ
σοϕίᾳ
αὐτῆς
καὶ
εἶπαν
Verse: 21
Οὐκ
ἔστιν
τοιαύτη
γυνὴ
ἀπ
'
ἄκρου
ἕως
ἄκρου
τῆς
γῆς
ἐν
καλῷ
προσώπῳ
καὶ
συνέσει
λόγων
.
Verse: 22
καὶ
εἶπεν
πρὸς
αὐτὴν
Ολοϕέρνης
Εὖ
ἐποίησεν
ὁ
ϑεὸς
ἀποστείλας
σε
ἔμπροσϑεν
τοῦ
λαοῦ
τοῦ
γενηϑῆναι
ἐν
χερσὶν
ἡμῶν
κράτος
,
ἐν
δὲ
τοῖς
ϕαυλίσασι
τὸν
κύριόν
μου
ἀπώλειαν
.
Verse: 23
καὶ
νῦν
ἀστεία
εἶ
σὺ
ἐν
τῷ
εἴδει
σου
καὶ
ἀγαϑὴ
ἐν
τοῖς
λόγοις
σου
·
ὅτι
ἐὰν
ποιήσῃς
καϑὰ
ἐλάλησας
,
ὁ
ϑεός
σου
ἔσται
μου
ϑεός
,
καὶ
σὺ
ἐν
οἴκῳ
βασιλέως
Ναβουχοδονοσορ
καϑήσῃ
καὶ
ἔσῃ
ὀνομαστὴ
παρὰ
πᾶσαν
τὴν
γῆν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.