TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 481
Previous part

Chapter: 12 
Verse: 1    Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίϑετο τὰ ἀργυρώματα αὐτοῦ καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν.
Verse: 2    
καὶ εἶπεν Ιουδιϑ Οὐ ϕάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλ' ἐκ τῶν ἠκολουϑηκότων μοι χορηγηϑήσεται.
Verse: 3    
καὶ εἶπεν πρὸς αὐτὴν Ολοϕέρνης ᾽Εὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόϑεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστιν μεϑ' ἡμῶν ἐκ τοῦ γένους σου.
Verse: 4    
καὶ εἶπεν Ιουδιϑ πρὸς αὐτόν Ζῇ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει δούλη σου τὰ ὄντα μετ' ἐμοῦ, ἕως ἂν ποιήσῃ κύριος ἐν χειρί μου ἐβουλεύσατο.
Verse: 5    
καὶ ἠγάγοσαν αὐτὴν οἱ ϑεράποντες Ολοϕέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωϑινὴν ϕυλακήν.
Verse: 6    
καὶ ἀπέστειλεν πρὸς Ολοϕέρνην λέγουσα ᾽Επιταξάτω δὴ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελϑεῖν·
Verse: 7    
καὶ προσέταξεν Ολοϕέρνης τοῖς σωματοϕύλαξιν μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς· καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν ϕάραγγα Βαιτυλουα καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος·
Verse: 8    
καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου ϑεοῦ Ισραηλ κατευϑῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ·
Verse: 9    
καὶ εἰσπορευομένη καϑαρὰ παρέμενεν ἐν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροϕὴν αὐτῆς πρὸς ἑσπέραν.
Verse: 10    
Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ολοϕέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν κλῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις.
Verse: 11    
καὶ εἶπεν Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἐϕεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ Πεῖσον δὴ πορευϑεὶς τὴν γυναῖκα τὴν Εβραίαν, ἐστιν παρὰ σοί, τοῦ ἐλϑεῖν πρὸς ἡμᾶς καὶ ϕαγεῖν καὶ πιεῖν μεϑ' ἡμῶν·
Verse: 12    
ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ· ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεϑα, καταγελάσεται ἡμῶν.
Verse: 13    
καὶ ἐξῆλϑεν Βαγώας ἀπὸ προσώπου Ολοϕέρνου καὶ εἰσῆλϑεν πρὸς αὐτὴν καὶ εἶπεν Μὴ ὀκνησάτω δὴ παιδίσκη καλὴ αὕτη ἐλϑοῦσα πρὸς τὸν κύριόν μου δοξασϑῆναι κατὰ πρόσωπον αὐτοῦ καὶ πίεσαι μεϑ' ἡμῶν εἰς εὐϕροσύνην οἶνον καὶ γενηϑῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς ϑυγάτηρ μία τῶν υἱῶν Ασσουρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονοσορ.
Verse: 14    
καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιϑ Καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν, ἔσται ἐν τοῖς ὀϕϑαλμοῖς αὐτοῦ ἀρεστόν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτό μοι ἀγαλλίαμα ἕως ἡμέρας ϑανάτου μου.
Verse: 15    
καὶ διαναστᾶσα ἐκοσμήϑη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ, καὶ προσῆλϑεν δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ολοϕέρνου χαμαὶ τὰ κώδια, ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καϑημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσϑίειν κατακλινομένην ἐπ' αὐτῶν.
Verse: 16    
καὶ εἰσελϑοῦσα ἀνέπεσεν Ιουδιϑ, καὶ ἐξέστη καρδία Ολοϕέρνου ἐπ' αὐτήν, καὶ ἐσαλεύϑη ψυχὴ αὐτοῦ, καὶ ἦν κατεπίϑυμος σϕόδρα τοῦ συγγενέσϑαι μετ' αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀϕ' ἧς ἡμέρας εἶδεν αὐτήν.
Verse: 17    
καὶ εἶπεν πρὸς αὐτὴν Ολοϕέρνης Πίε δὴ καὶ γενήϑητι μεϑ' ἡμῶν εἰς εὐϕροσύνην.
Verse: 18    
καὶ εἶπεν Ιουδιϑ Πίομαι δή, κύριε, ὅτι ἐμεγαλύνϑη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου.
Verse: 19    
καὶ λαβοῦσα ἔϕαγεν καὶ ἔπιεν κατέναντι αὐτοῦ ἡτοίμασεν δούλη αὐτῆς.
Verse: 20    
καὶ ηὐϕράνϑη Ολοϕέρνης ἀπ' αὐτῆς καὶ ἔπιεν οἶνον πολὺν σϕόδρα, ὅσον οὐκ ἔπιεν πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀϕ' οὗ ἐγεννήϑη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.