TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 482
Previous part

Chapter: 13 
Verse: 1    ῾Ως δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν. καὶ Βαγώας συνέκλεισεν τὴν σκηνὴν ἔξωϑεν καὶ ἀπέκλεισεν τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· ἦσαν γὰρ πάντες κεκοπωμένοι διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον.
Verse: 2    
ὑπελείϕϑη δὲ Ιουδιϑ μόνη ἐν τῇ σκηνῇ, καὶ Ολοϕέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ οἶνος.
Verse: 3    
καὶ εἶπεν Ιουδιϑ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς καϑάπερ καϑ' ἡμέραν, ἐξελεύσεσϑαι γὰρ ἔϕη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησεν κατὰ τὰ ῥήματα ταῦτα.
Verse: 4    
καὶ ἀπήλϑοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείϕϑη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ στᾶσα Ιουδιϑ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς Κύριε ϑεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου εἰς ὕψωμα Ιερουσαλημ·
Verse: 5    
ὅτι νῦν καιρὸς ἀντιλαβέσϑαι τῆς κληρονομίας σου καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου εἰς ϑραῦσμα ἐχϑρῶν, οἳ ἐπανέστησαν ἡμῖν.
Verse: 6    
καὶ προσελϑοῦσα τῷ κανόνι τῆς κλίνης, ὃς ἦν πρὸς κεϕαλῆς Ολοϕέρνου, καϑεῖλεν τὸν ἀκινάκην αὐτοῦ ἀπ' αὐτοῦ
Verse: 7    
καὶ ἐγγίσασα τῆς κλίνης ἐδράξατο τῆς κόμης τῆς κεϕαλῆς αὐτοῦ καὶ εἶπεν Κραταίωσόν με, κύριε ϑεὸς Ισραηλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ.
Verse: 8    
καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύι αὐτῆς καὶ ἀϕεῖλεν τὴν κεϕαλὴν αὐτοῦ ἀπ' αὐτοῦ.
Verse: 9    
καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς καὶ ἀϕεῖλε τὸ κωνώπιον ἀπὸ τῶν στύλων· καὶ μετ' ὀλίγον ἐξῆλϑεν καὶ παρέδωκεν τῇ ἅβρᾳ αὐτῆς τὴν κεϕαλὴν Ολοϕέρνου,
Verse: 10    
καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς. καὶ ἐξῆλϑον αἱ δύο ἅμα κατὰ τὸν ἐϑισμὸν αὐτῶν ἐπὶ τὴν προσευχήν· καὶ διελϑοῦσαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν ϕάραγγα ἐκείνην καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλουα καὶ ἤλϑοσαν πρὸς τὰς πύλας αὐτῆς.
Verse: 11    
Καὶ εἶπεν Ιουδιϑ μακρόϑεν τοῖς ϕυλάσσουσιν ἐπὶ τῶν πυλῶν ᾽Ανοίξατε ἀνοίξατε δὴ τὴν πύλην· μεϑ' ἡμῶν ϑεὸς ϑεὸς ἡμῶν ποιῆσαι ἔτι ἰσχὺν ἐν Ισραηλ καὶ κράτος κατὰ τῶν ἐχϑρῶν, καϑὰ καὶ σήμερον ἐποίησεν.
Verse: 12    
καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν ϕωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως.
Verse: 13    
καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι παράδοξον ἦν αὐτοῖς τὸ ἐλϑεῖν αὐτήν, καὶ ἤνοιξαν τὴν πύλην καὶ ὑπεδέξαντο αὐτὰς καὶ ἅψαντες πῦρ εἰς ϕαῦσιν περιεκύκλωσαν αὐτάς.
Verse: 14    
δὲ εἶπεν πρὸς αὐτοὺς ϕωνῇ μεγάλῃ Αἰνεῖτε τὸν ϑεόν, αἰνεῖτε· αἰνεῖτε τὸν ϑεόν, ὃς οὐκ ἀπέστησεν τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ισραηλ, ἀλλ' ἔϑραυσε τοὺς ἐχϑροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ.
Verse: 15    
καὶ προελοῦσα τὴν κεϕαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς ᾽Ιδοὺ κεϕαλὴ Ολοϕέρνου ἀρχιστρατήγου δυνάμεως Ασσουρ, καὶ ἰδοὺ τὸ κωνώπιον, ἐν κατέκειτο ἐν ταῖς μέϑαις αὐτοῦ· καὶ ἐπάταξεν αὐτὸν κύριος ἐν χειρὶ ϑηλείας·
Verse: 16    
καὶ ζῇ κύριος, ὃς διεϕύλαξέν με ἐν τῇ ὁδῷ μου, ἐπορεύϑην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ' ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην.
Verse: 17    
καὶ ἐξέστη πᾶς λαὸς σϕόδρα καὶ κύψαντες προσεκύνησαν τῷ ϑεῷ καὶ εἶπαν ὁμοϑυμαδόν Εὐλογητὸς εἶ, ϑεὸς ἡμῶν ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχϑροὺς τοῦ λαοῦ σου.
Verse: 18    
καὶ εἶπεν αὐτῇ Οζιας Εὐλογητὴ σύ, ϑύγατερ, τῷ ϑεῷ τῷ ὑψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, καὶ εὐλογημένος κύριος ϑεός, ὃς ἔκτισεν τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύϑυνέν σε εἰς τραῦμα κεϕαλῆς ἄρχοντος ἐχϑρῶν ἡμῶν·
Verse: 19    
ὅτι οὐκ ἀποστήσεται ἐλπίς σου ἀπὸ καρδίας ἀνϑρώπων μνημονευόντων ἰσχὺν ϑεοῦ ἕως αἰῶνος·
Verse: 20    
καὶ ποιήσαι σοι αὐτὰ ϑεὸς εἰς ὕψος αἰώνιον τοῦ ἐπισκέψασϑαί σε ἐν ἀγαϑοῖς, ἀνϑ' ὧν οὐκ ἐϕείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλ' ἐπεξῆλϑες τῷ πτώματι ἡμῶν ἐπ' εὐϑεῖαν πορευϑεῖσα ἐνώπιον τοῦ ϑεοῦ ἡμῶν. καὶ εἶπαν πᾶς λαός Γένοιτο γένοιτο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.