TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 483
Previous part

Chapter: 14 
Verse: 1    Καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιϑ ᾽Ακούσατε δή μου, ἀδελϕοί, καὶ λαβόντες τὴν κεϕαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν.
Verse: 2    
καὶ ἔσται ἡνίκα ἐὰν διαϕαύσῃ ὄρϑρος καὶ ἐξέλϑῃ ἥλιος ἐπὶ τὴν γῆν, ἀναλήμψεσϑε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμῶν καὶ ἐξελεύσεσϑε πᾶς ἀνὴρ ἰσχύων ἔξω τῆς πόλεως καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προϕυλακὴν υἱῶν Ασσουρ, καὶ οὐ καταβήσεσϑε.
Verse: 3    
καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ασσουρ· καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ολοϕέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν, καὶ ἐπιπεσεῖται ἐπ' αὐτοὺς ϕόβος, καὶ ϕεύξονται ἀπὸ προσώπου ὑμῶν.
Verse: 4    
καὶ ἐπακολουϑήσαντες ὑμεῖς καὶ πάντες οἱ κατοικοῦντες πᾶν ὅριον Ισραηλ καταστρώσατε αὐτοὺς ἐν ταῖς ὁδοῖς αὐτῶν.
Verse: 5    
πρὸ δὲ τοῦ ποιῆσαι ταῦτα καλέσατέ μοι Αχιωρ τὸν Αμμανίτην, ἵνα ἰδὼν ἐπιγνοῖ τὸν ἐκϕαυλίσαντα τὸν οἶκον τοῦ Ισραηλ καὶ αὐτὸν ὡς εἰς ϑάνατον ἀποστείλαντα εἰς ἡμᾶς.
Verse: 6    
καὶ ἐκάλεσαν τὸν Αχιωρ ἐκ τοῦ οἴκου Οζια· ὡς δὲ ἦλϑεν καὶ εἶδεν τὴν κεϕαλὴν Ολοϕέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐξελύϑη τὸ πνεῦμα αὐτοῦ.
Verse: 7    
ὡς δὲ ἀνέλαβον αὐτόν, προσέπεσεν τοῖς ποσὶν Ιουδιϑ καὶ προσεκύνησεν τῷ προσώπῳ αὐτῆς καὶ εἶπεν Εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ιουδα καὶ ἐν παντὶ ἔϑνει, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχϑήσονται·
Verse: 8    
καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ταῖς ἡμέραις ταύταις. καὶ ἀπήγγειλεν αὐτῷ Ιουδιϑ ἐν μέσῳ τοῦ λαοῦ πάντα, ὅσα ἦν πεποιηκυῖα ἀϕ' ἧς ἡμέρας ἐξῆλϑεν ἕως οὗ ἐλάλει αὐτοῖς.
Verse: 9    
ὡς δὲ ἐπαύσατο λαλοῦσα, ἠλάλαξεν λαὸς ϕωνῇ μεγάλῃ καὶ ἔδωκεν ϕωνὴν εὐϕρόσυνον ἐν τῇ πόλει αὐτῶν.
Verse: 10    
ἰδὼν δὲ Αχιωρ πάντα, ὅσα ἐποίησεν ϑεὸς τοῦ Ισραηλ, ἐπίστευσεν τῷ ϑεῷ σϕόδρα καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ καὶ προσετέϑη εἰς τὸν οἶκον Ισραηλ ἕως τῆς ἡμέρας ταύτης.
Verse: 11    
῾Ηνίκα δὲ ὄρϑρος ἀνέβη, καὶ ἐκρέμασαν τὴν κεϕαλὴν Ολοϕέρνου ἐκ τοῦ τείχους, καὶ ἀνέλαβεν πᾶς ἀνὴρ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλϑοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους.
Verse: 12    
οἱ δὲ υἱοὶ Ασσουρ ὡς εἶδον αὐτούς, διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν· οἱ δὲ ἦλϑον ἐπὶ τοὺς στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν.
Verse: 13    
καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ολοϕέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ ῎Εγειρον δὴ τὸν κύριον ἡμῶν, ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐϕ' ἡμᾶς εἰς πόλεμον, ἵνα ἐξολεϑρευϑῶσιν εἰς τέλος.
Verse: 14    
καὶ εἰσῆλϑεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενόει γὰρ καϑεύδειν αὐτὸν μετὰ Ιουδιϑ.
Verse: 15    
ὡς δ' οὐϑεὶς ἐπήκουσεν, διαστείλας εἰσῆλϑεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐρριμμένον νεκρόν, καὶ κεϕαλὴ αὐτοῦ ἀϕῄρητο ἀπ' αὐτοῦ.
Verse: 16    
καὶ ἐβόησεν ϕωνῇ μεγάλῃ μετὰ κλαυϑμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ.
Verse: 17    
καὶ εἰσῆλϑεν εἰς τὴν σκηνήν, οὗ ἦν Ιουδιϑ καταλύουσα, καὶ οὐχ εὗρεν αὐτήν· καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν καὶ ἐβόησεν
Verse: 18    
᾽Ηϑέτησαν οἱ δοῦλοι, ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Εβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονοσορ· ὅτι ἰδοὺ Ολοϕέρνης χαμαί, καὶ κεϕαλὴ οὐκ ἔστιν ἐπ' αὐτῷ.
Verse: 19    
ὡς δὲ ἤκουσαν ταῦτα τὰ ῥήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ασσουρ, τοὺς χιτῶνας αὐτῶν διέρρηξαν, καὶ ἐταράχϑη αὐτῶν ψυχὴ σϕόδρα, καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σϕόδρα ἐν μέσῳ τῆς παρεμβολῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.