TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 484
Previous part

Chapter: 15 
Verse: 1    καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός,
Verse: 2    
καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τρόμος καὶ ϕόβος, καὶ οὐκ ἦν ἄνϑρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλ' ἐκχυϑέντες ὁμοϑυμαδὸν ἔϕευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς·
Verse: 3    
καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βαιτυλουα καὶ ἐτράπησαν εἰς ϕυγήν. καὶ τότε οἱ υἱοὶ Ισραηλ, πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν, ἐξεχύϑησαν ἐπ' αὐτούς.
Verse: 4    
καὶ ἀπέστειλεν Οζιας εἰς Βαιτομασϑαιμ καὶ Βηβαι καὶ Χωβαι καὶ Κωλα καὶ εἰς πᾶν ὅριον Ισραηλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυϑῶσιν τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν.
Verse: 5    
ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ισραηλ, πάντες ὁμοϑυμαδὸν ἐπέπεσον ἐπ' αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβα. ὡσαύτως δὲ καὶ οἱ ἐξ Ιερουσαλημ παρεγενήϑησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχϑρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλααδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλϑον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς.
Verse: 6    
οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βαιτυλουα ἐπέπεσαν τῇ παρεμβολῇ Ασσουρ καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ ἐπλούτησαν σϕόδρα.
Verse: 7    
οἱ δὲ υἱοὶ Ισραηλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἱ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαϕύρων, ἦν γὰρ πλῆϑος πολὺ σϕόδρα.
Verse: 8    
Καὶ Ιωακιμ ἱερεὺς μέγας καὶ γερουσία τῶν υἱῶν Ισραηλ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἦλϑον τοῦ ϑεάσασϑαι τὰ ἀγαϑά, ἐποίησεν κύριος τῷ Ισραηλ, καὶ τοῦ ἰδεῖν τὴν Ιουδιϑ καὶ λαλῆσαι μετ' αὐτῆς εἰρήνην.
Verse: 9    
ὡς δὲ εἰσῆλϑον πρὸς αὐτήν, εὐλόγησαν αὐτὴν πάντες ὁμοϑυμαδὸν καὶ εἶπαν πρὸς αὐτήν Σὺ ὕψωμα Ιερουσαλημ, σὺ γαυρίαμα μέγα τοῦ Ισραηλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν·
Verse: 10    
ἐποίησας ταῦτα πάντα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαϑὰ μετὰ Ισραηλ, καὶ εὐδόκησεν ἐπ' αὐτοῖς ϑεός· εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι κυρίῳ εἰς τὸν αἰῶνα χρόνον. καὶ εἶπεν πᾶς λαός Γένοιτο.
Verse: 11    
καὶ ἐλαϕύρευσεν πᾶς λαὸς τὴν παρεμβολὴν ἐϕ' ἡμέρας τριάκοντα· καὶ ἔδωκαν τῇ Ιουδιϑ τὴν σκηνὴν Ολοϕέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὁλκεῖα καὶ πάντα τὰ κατασκευάσματα αὐτοῦ, καὶ λαβοῦσα αὐτὴ ἐπέϑηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ' αὐτῶν.
Verse: 12    
καὶ συνέδραμεν πᾶσα γυνὴ Ισραηλ τοῦ ἰδεῖν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν, καὶ ἔλαβεν ϑύρσους ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔδωκεν ταῖς γυναιξὶν ταῖς μετ' αὐτῆς·
Verse: 13    
καὶ ἐστεϕανώσαντο τὴν ἐλαίαν, αὐτὴ καὶ αἱ μετ' αὐτῆς, καὶ προῆλϑεν παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούϑει πᾶς ἀνὴρ Ισραηλ ἐνωπλισμένοι μετὰ στεϕάνων καὶ ὕμνουν ἐν τῷ στόματι αὐτῶν.
Verse: 14    
καὶ ἐξῆρχεν Ιουδιϑ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ισραηλ, καὶ ὑπερεϕώνει πᾶς λαὸς τὴν αἴνεσιν ταύτην

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.