TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 485
Previous part

Chapter: 16 
Verse: 1    καὶ εἶπεν Ιουδιϑ ᾽Εξάρχετε τῷ ϑεῷ μου ἐν τυμπάνοις, ᾄσατε τῷ κυρίῳ ἐν κυμβάλοις, ἐναρμόσασϑε αὐτῷ ψαλμὸν καὶ αἶνον, ὑψοῦτε καὶ ἐπικαλεῖσϑε τὸ ὄνομα αὐτοῦ,
Verse: 2    
ὅτι ϑεὸς συντρίβων πολέμους κύριος, ὅτι εἰς παρεμβολὰς αὐτοῦ ἐν μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς καταδιωκόντων με.
Verse: 3    
ἦλϑεν Ασσουρ ἐξ ὀρέων ἀπὸ βορρᾶ, ἦλϑεν ἐν μυριάσι δυνάμεως αὐτοῦ, ὧν τὸ πλῆϑος αὐτῶν ἐνέϕραξεν χειμάρρους, καὶ ἵππος αὐτῶν ἐκάλυψεν βουνούς·
Verse: 4    
εἶπεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομϕαίᾳ καὶ τὰ ϑηλάζοντά μου ϑήσειν εἰς ἔδαϕος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρϑένους μου σκυλεῦσαι.
Verse: 5    
κύριος παντοκράτωρ ἠϑέτησεν αὐτοὺς ἐν χειρὶ ϑηλείας.
Verse: 6    
οὐ γὰρ ὑπέπεσεν δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων, οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν, οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέϑεντο αὐτῷ, ἀλλὰ Ιουδιϑ ϑυγάτηρ Μεραρι ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν,
Verse: 7    
ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτῆς εἰς ὕψος τῶν πονούντων ἐν Ισραηλ, ἠλείψατο τὸ πρόσωπον αὐτῆς ἐν μυρισμῷ
Verse: 8    
καὶ ἐδήσατο τὰς τρίχας αὐτῆς ἐν μίτρᾳ καὶ ἔλαβεν στολὴν λινῆν εἰς ἀπάτην αὐτοῦ·
Verse: 9    
τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀϕϑαλμὸν αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισεν ψυχὴν αὐτοῦ, διῆλϑεν ἀκινάκης τὸν τράχηλον αὐτοῦ.
Verse: 10    
ἔϕριξαν Πέρσαι τὴν τόλμαν αὐτῆς, καὶ Μῆδοι τὸ ϑράσος αὐτῆς ἐταράχϑησαν·
Verse: 11    
τότε ἠλάλαξαν οἱ ταπεινοί μου, καὶ ἐϕοβήϑησαν οἱ ἀσϑενοῦντές μου καὶ ἐπτοήϑησαν, ὕψωσαν τὴν ϕωνὴν αὐτῶν καὶ ἀνετράπησαν·
Verse: 12    
υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον αὐτούς, ἀπώλοντο ἐκ παρατάξεως κυρίου μου.
Verse: 13    
ὑμνήσω τῷ ϑεῷ μου ὕμνον καινόν Κύριε, μέγας εἶ καὶ ἔνδοξος, ϑαυμαστὸς ἐν ἰσχύι, ἀνυπέρβλητος.
Verse: 14    
σοὶ δουλευσάτω πᾶσα κτίσις σου· ὅτι εἶπας, καὶ ἐγενήϑησαν· ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ᾠκοδόμησεν· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ ϕωνῇ σου.
Verse: 15    
ὄρη γὰρ ἐκ ϑεμελίων σὺν ὕδασιν σαλευϑήσεται, πέτραι δ' ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται· ἔτι δὲ τοῖς ϕοβουμένοις σε, σὺ εὐιλατεύσεις αὐτοῖς.
Verse: 16    
ὅτι μικρὸν πᾶσα ϑυσία εἰς ὀσμὴν εὐωδίας, καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι· δὲ ϕοβούμενος τὸν κύριον μέγας διὰ παντός.
Verse: 17    
οὐαὶ ἔϑνεσιν ἐπανιστανομένοις τῷ γένει μου· κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν, καὶ κλαύσονται ἐν αἰσϑήσει ἕως αἰῶνος.
Verse: 18    
῾Ως δὲ ἤλϑοσαν εἰς Ιερουσαλημ, προσεκύνησαν τῷ ϑεῷ, καὶ ἡνίκα ἐκαϑαρίσϑη λαός, ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν καὶ τὰ ἑκούσια αὐτῶν καὶ τὰ δόματα.
Verse: 19    
καὶ ἀνέϑηκεν Ιουδιϑ πάντα τὰ σκεύη Ολοϕέρνου, ὅσα ἔδωκεν λαὸς αὐτῇ, καὶ τὸ κωνώπιον, ἔλαβεν ἑαυτῇ ἐκ τοῦ κοιτῶνος αὐτοῦ, εἰς ἀνάϑημα τῷ ϑεῷ ἔδωκεν.
Verse: 20    
καὶ ἦν λαὸς εὐϕραινόμενος ἐν Ιερουσαλημ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς, καὶ Ιουδιϑ μετ' αὐτῶν κατέμεινεν.
Verse: 21    
Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ Ιουδιϑ ἀπῆλϑεν εἰς Βαιτυλουα καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς· καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ.
Verse: 22    
καὶ πολλοὶ ἐπεϑύμησαν αὐτήν, καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς, ἀϕ' ἧς ἡμέρας ἀπέϑανεν Μανασσης ἀνὴρ αὐτῆς καὶ προσετέϑη πρὸς τὸν λαὸν αὐτοῦ.
Verse: 23    
καὶ ἦν προβαίνουσα μεγάλη σϕόδρα καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε· καὶ ἀϕῆκεν τὴν ἅβραν αὐτῆς ἐλευϑέραν. καὶ ἀπέϑανεν εἰς Βαιτυλουα, καὶ ἔϑαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς Μανασση,
Verse: 24    
καὶ ἐπένϑησεν αὐτὴν οἶκος Ισραηλ ἡμέρας ἑπτά. καὶ διεῖλεν τὰ ὑπάρχοντα αὐτῆς πρὸ τοῦ ἀποϑανεῖν αὐτὴν πᾶσι τοῖς ἔγγιστα Μανασση τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῖς ἔγγιστα τοῦ γένους αὐτῆς.
Verse: 25    
καὶ οὐκ ἦν ἔτι ἐκϕοβῶν τοὺς υἱοὺς Ισραηλ ἐν ταῖς ἡμέραις Ιουδιϑ καὶ μετὰ τὸ ἀποϑανεῖν αὐτὴν ἡμέρας πολλάς. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.