TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 473
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν τῇ Ιουδαίᾳ πάντα, ὅσα ἐποίησεν Ολοϕέρνης τοῖς ἔϑνεσιν ἀρχιστράτηγος Ναβουχοδονοσορ βασιλέως ᾽Ασσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀϕανισμόν,
Verse: 2    
καὶ ἐϕοβήϑησαν σϕόδρα σϕόδρα ἀπὸ προσώπου αὐτοῦ καὶ περὶ Ιερουσαλημ καὶ τοῦ ναοῦ κυρίου ϑεοῦ αὐτῶν ἐταράχϑησαν.
Verse: 3    
ὅτι προσϕάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς λαὸς συνελέλεκτο τῆς Ιουδαίας, καὶ τὰ σκεύη καὶ τὸ ϑυσιαστήριον καὶ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν.
Verse: 4    
καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρείας καὶ Κωνα καὶ Βαιϑωρων καὶ Βελμαιν καὶ Ιεριχω καὶ εἰς Χωβα καὶ Αισωρα καὶ τὸν αὐλῶνα Σαλημ
Verse: 5    
καὶ προκατελάβοντο πάσας τὰς κορυϕὰς τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐτείχισαν τὰς ἐν αὐτοῖς κώμας καὶ παρέϑεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου, ὅτι προσϕάτως ἦν τὰ πεδία αὐτῶν τεϑερισμένα.
Verse: 6    
καὶ ἔγραψεν Ιωακιμ ἱερεὺς μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐν Ιερουσαλημ, τοῖς κατοικοῦσι Βαιτυλουα καὶ Βαιτομεσϑαιμ, ἐστιν ἀπέναντι Εσδρηλων κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωϑαϊμ,
Verse: 7    
λέγων διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρεινῆς, ὅτι δι' αὐτῶν ἦν εἴσοδος εἰς τὴν Ιουδαίαν, καὶ ἦν εὐχερῶς διακωλῦσαι αὐτοὺς προσβαίνοντας στενῆς τῆς προσβάσεως οὔσης ἐπ' ἄνδρας τοὺς πάντας δύο.
Verse: 8    
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καϑὰ συνέταξεν αὐτοῖς Ιωακιμ ἱερεὺς μέγας καὶ γερουσία παντὸς δήμου Ισραηλ, οἳ ἐκάϑηντο ἐν Ιερουσαλημ.
Verse: 9    
καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ισραηλ πρὸς τὸν ϑεὸν ἐν ἐκτενείᾳ μεγάλῃ καὶ ἐταπείνωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενείᾳ μεγάλῃ.
Verse: 10    
αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πᾶς πάροικος καὶ μισϑωτὸς καὶ ἀργυρώνητος αὐτῶν ἐπέϑεντο σάκκους ἐπὶ τὰς ὀσϕύας αὐτῶν.
Verse: 11    
καὶ πᾶς ἀνὴρ Ισραηλ καὶ γυνὴ καὶ τὰ παιδία οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐσποδώσαντο τὰς κεϕαλὰς αὐτῶν καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον κυρίου·
Verse: 12    
καὶ τὸ ϑυσιαστήριον σάκκῳ περιέβαλον καὶ ἐβόησαν πρὸς τὸν ϑεὸν Ισραηλ ὁμοϑυμαδὸν ἐκτενῶς τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀϕανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμὸν ἐπίχαρμα τοῖς ἔϑνεσιν.
Verse: 13    
καὶ εἰσήκουσεν κύριος τῆς ϕωνῆς αὐτῶν καὶ εἰσεῖδεν τὴν ϑλῖψιν αὐτῶν· καὶ ἦν λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ κατὰ πρόσωπον τῶν ἁγίων κυρίου παντοκράτορος.
Verse: 14    
καὶ Ιωακιμ ἱερεὺς μέγας καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον κυρίου ἱερεῖς καὶ οἱ λειτουργοῦντες κυρίῳ σάκκους περιεζωσμένοι τὰς ὀσϕύας αὐτῶν προσέϕερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ καὶ τὰς εὐχὰς καὶ τὰ ἑκούσια δόματα τοῦ λαοῦ,
Verse: 15    
καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν, καὶ ἐβόων πρὸς κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαϑὸν ἐπισκέψασϑαι πᾶν οἶκον Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.