TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 474
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ἀνηγγέλη Ολοϕέρνῃ ἀρχιστρατήγῳ δυνάμεως Ασσουρ διότι οἱ υἱοὶ Ισραηλ παρεσκευάσαντο εἰς πόλεμον καὶ τὰς διόδους τῆς ὀρεινῆς συνέκλεισαν καὶ ἐτείχισαν πᾶσαν κορυϕὴν ὄρους ὑψηλοῦ καὶ ἔϑηκαν ἐν τοῖς πεδίοις σκάνδαλα.
Verse: 2    
καὶ ὠργίσϑη ϑυμῷ σϕόδρα καὶ ἐκάλεσεν πάντας τοὺς ἄρχοντας Μωαβ καὶ τοὺς στρατηγοὺς Αμμων καὶ πάντας σατράπας τῆς παραλίας
Verse: 3    
καὶ εἶπεν αὐτοῖς ᾽Αναγγείλατε δή μοι, υἱοὶ Χανααν, τίς λαὸς οὗτος καϑήμενος ἐν τῇ ὀρεινῇ, καὶ τίνες ἃς κατοικοῦσιν πόλεις, καὶ τὸ πλῆϑος τῆς δυνάμεως αὐτῶν, καὶ ἐν τίνι τὸ κράτος αὐτῶν καὶ ἰσχὺς αὐτῶν, καὶ τίς ἀνέστηκεν ἐπ' αὐτῶν βασιλεὺς ἡγούμενος στρατιᾶς αὐτῶν,
Verse: 4    
καὶ διὰ τί κατενωτίσαντο τοῦ μὴ ἐλϑεῖν εἰς ἀπάντησίν μοι παρὰ πάντας τοὺς κατοικοῦντας ἐν δυσμαῖς.
Verse: 5    
καὶ εἶπεν πρὸς αὐτὸν Αχιωρ ἡγούμενος πάντων υἱῶν Αμμων ᾽Ακουσάτω δὴ λόγον κύριός μου ἐκ στόματος τοῦ δούλου σου, καὶ ἀναγγελῶ σοι τὴν ἀλήϑειαν περὶ τοῦ λαοῦ τούτου, ὃς κατοικεῖ τὴν ὀρεινὴν ταύτην, πλησίον σοῦ οἰκοῦντος, καὶ οὐκ ἐξελεύσεται ψεῦδος ἐκ τοῦ στόματος τοῦ δούλου σου.
Verse: 6    
λαὸς οὗτός εἰσιν ἀπόγονοι Χαλδαίων.
Verse: 7    
καὶ παρῴκησαν τὸ πρότερον ἐν τῇ Μεσοποταμίᾳ, ὅτι οὐκ ἐβουλήϑησαν ἀκολουϑῆσαι τοῖς ϑεοῖς τῶν πατέρων αὐτῶν, οἳ ἐγένοντο ἐν γῇ Χαλδαίων·
Verse: 8    
καὶ ἐξέβησαν ἐξ ὁδοῦ τῶν γονέων αὐτῶν καὶ προσεκύνησαν τῷ ϑεῷ τοῦ οὐρανοῦ, ϑεῷ ἐπέγνωσαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ προσώπου τῶν ϑεῶν αὐτῶν, καὶ ἔϕυγον εἰς Μεσοποταμίαν καὶ παρῴκησαν ἐκεῖ ἡμέρας πολλάς.
Verse: 9    
καὶ εἶπεν ϑεὸς αὐτῶν ἐξελϑεῖν ἐκ τῆς παροικίας αὐτῶν καὶ πορευϑῆναι εἰς γῆν Χανααν, καὶ κατῴκησαν ἐκεῖ καὶ ἐπληϑύνϑησαν χρυσίῳ καὶ ἀργυρίῳ καὶ ἐν κτήνεσιν πολλοῖς σϕόδρα.
Verse: 10    
καὶ κατέβησαν εἰς Αἴγυπτον, ἐκάλυψεν γὰρ τὸ πρόσωπον τῆς γῆς Χανααν λιμός, καὶ παρῴκησαν ἐκεῖ μέχρις οὗ διετράϕησαν· καὶ ἐγένοντο ἐκεῖ εἰς πλῆϑος πολύ, καὶ οὐκ ἦν ἀριϑμὸς τοῦ γένους αὐτῶν.
Verse: 11    
καὶ ἐπανέστη αὐτοῖς βασιλεὺς Αἰγύπτου καὶ κατεσοϕίσατο αὐτοὺς ἐν πόνῳ καὶ πλίνϑῳ, ἐταπείνωσαν αὐτοὺς καὶ ἔϑεντο αὐτοὺς εἰς δούλους.
Verse: 12    
καὶ ἀνεβόησαν πρὸς τὸν ϑεὸν αὐτῶν, καὶ ἐπάταξεν πᾶσαν τὴν γῆν Αἰγύπτου πληγαῖς, ἐν αἷς οὐκ ἦν ἴασις· καὶ ἐξέβαλον αὐτοὺς οἱ Αἰγύπτιοι ἀπὸ προσώπου αὐτῶν.
Verse: 13    
καὶ κατεξήρανεν ϑεὸς τὴν ἐρυϑρὰν ϑάλασσαν ἔμπροσϑεν αὐτῶν
Verse: 14    
καὶ ἤγαγεν αὐτοὺς εἰς ὁδὸν τοῦ Σινα καὶ Καδης Βαρνη· καὶ ἐξέβαλον πάντας τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ
Verse: 15    
καὶ ᾤκησαν ἐν γῇ Αμορραίων καὶ πάντας τοὺς Εσεβωνίτας ἐξωλέϑρευσαν ἐν τῇ ἰσχύι αὐτῶν. καὶ διαβάντες τὸν Ιορδάνην ἐκληρονόμησαν πᾶσαν τὴν ὀρεινὴν
Verse: 16    
καὶ ἐξέβαλον ἐκ προσώπου αὐτῶν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ιεβουσαῖον καὶ τὸν Συχεμ καὶ πάντας τοὺς Γεργεσαίους καὶ κατῴκησαν ἐν αὐτῇ ἡμέρας πολλάς.
Verse: 17    
καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον τοῦ ϑεοῦ αὐτῶν, ἦν μετ' αὐτῶν τὰ ἀγαϑά, ὅτι ϑεὸς μισῶν ἀδικίαν μετ' αὐτῶν ἐστιν.
Verse: 18    
ὅτε δὲ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ, ἧς διέϑετο αὐτοῖς, ἐξωλεϑρεύϑησαν ἐν πολλοῖς πολέμοις ἐπὶ πολὺ σϕόδρα καὶ ᾐχμαλωτεύϑησαν εἰς γῆν οὐκ ἰδίαν, καὶ ναὸς τοῦ ϑεοῦ αὐτῶν ἐγενήϑη εἰς ἔδαϕος, καὶ αἱ πόλεις αὐτῶν ἐκρατήϑησαν ὑπὸ τῶν ὑπεναντίων.
Verse: 19    
καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν ϑεὸν αὐτῶν ἀνέβησαν ἐκ τῆς διασπορᾶς, οὗ διεσπάρησαν ἐκεῖ, καὶ κατέσχον τὴν Ιερουσαλημ, οὗ τὸ ἁγίασμα αὐτῶν, καὶ κατῳκίσϑησαν ἐν τῇ ὀρεινῇ, ὅτι ἦν ἔρημος.
Verse: 20    
καὶ νῦν, δέσποτα κύριε, εἰ μὲν ἔστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ καὶ ἁμαρτάνουσιν εἰς τὸν ϑεὸν αὐτῶν καὶ ἐπισκεψόμεϑα ὅτι ἔστιν ἐν αὐτοῖς σκάνδαλον τοῦτο, καὶ ἀναβησόμεϑα καὶ ἐκπολεμήσομεν αὐτούς·
Verse: 21    
εἰ δ' οὐκ ἔστιν ἀνομία ἐν τῷ ἔϑνει αὐτῶν, παρελϑέτω δὴ κύριός μου, μήποτε ὑπερασπίσῃ κύριος αὐτῶν καὶ ϑεὸς αὐτῶν ὑπὲρ αὐτῶν, καὶ ἐσόμεϑα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τῆς γῆς.
Verse: 22    
καὶ ἐγένετο ὡς ἐπαύσατο Αχιωρ λαλῶν τοὺς λόγους τούτους, καὶ ἐγόγγυσεν πᾶς λαὸς κυκλῶν τὴν σκηνὴν καὶ περιεστώς, καὶ εἶπαν οἱ μεγιστᾶνες Ολοϕέρνου καὶ πάντες οἱ κατοικοῦντες τὴν παραλίαν καὶ τὴν Μωαβ συγκόψαι αὐτόν
Verse: 23    
Οὐ γὰρ ϕοβηϑησόμεϑα ἀπὸ υἱῶν Ισραηλ, ἰδοὺ γὰρ λαὸς ἐν οὐκ ἔστιν δύναμις οὐδὲ κράτος εἰς παράταξιν ἰσχυράν·
Verse: 24    
διὸ δὴ ἀναβησόμεϑα, καὶ ἔσονται εἰς κατάβρωσιν πάσης τῆς στρατιᾶς σου, δέσποτα Ολοϕέρνη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.