TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 475
Chapter: 6
Verse: 1
καὶ
ὡς
κατέπαυσεν
ὁ
ϑόρυβος
τῶν
ἀνδρῶν
τῶν
κύκλῳ
τῆς
συνεδρίας
,
καὶ
εἶπεν
Ολοϕέρνης
ἀρχιστράτηγος
δυνάμεως
Ασσουρ
πρὸς
Αχιωρ
ἐναντίον
παντὸς
τοῦ
δήμου
ἀλλοϕύλων
καὶ
πρὸς
πάντας
υἱοὺς
Μωαβ
Verse: 2
Καὶ
τίς
εἶ
σύ
,
Αχιωρ
καὶ
οἱ
μισϑωτοὶ
τοῦ
Εϕραιμ
,
ὅτι
ἐπροϕήτευσας
ἐν
ἡμῖν
καϑὼς
σήμερον
καὶ
εἶπας
τὸ
γένος
Ισραηλ
μὴ
πολεμῆσαι
,
ὅτι
ὁ
ϑεὸς
αὐτῶν
ὑπερασπιεῖ
αὐτῶν
;
καὶ
τίς
ϑεὸς
εἰ
μὴ
Ναβουχοδονοσορ
;
οὗτος
ἀποστελεῖ
τὸ
κράτος
αὐτοῦ
καὶ
ἐξολεϑρεύσει
αὐτοὺς
ἀπὸ
προσώπου
τῆς
γῆς
,
καὶ
οὐ
ῥύσεται
αὐτοὺς
ὁ
ϑεὸς
αὐτῶν
·
Verse: 3
ἀλλ
'
ἡμεῖς
οἱ
δοῦλοι
αὐτοῦ
πατάξομεν
αὐτοὺς
ὡς
ἄνϑρωπον
ἕνα
,
καὶ
οὐχ
ὑποστήσονται
τὸ
κράτος
τῶν
ἵππων
ἡμῶν
.
Verse: 4
κατακαύσομεν
γὰρ
αὐτοὺς
ἐν
αὐτοῖς
,
καὶ
τὰ
ὄρη
αὐτῶν
μεϑυσϑήσεται
ἐν
τῷ
αἵματι
αὐτῶν
,
καὶ
τὰ
πεδία
αὐτῶν
πληρωϑήσεται
τῶν
νεκρῶν
αὐτῶν
,
καὶ
οὐκ
ἀντιστήσεται
τὸ
ἴχνος
τῶν
ποδῶν
αὐτῶν
κατὰ
πρόσωπον
ἡμῶν
,
ἀλλὰ
ἀπωλείᾳ
ἀπολοῦνται
,
λέγει
ὁ
βασιλεὺς
Ναβουχοδονοσορ
ὁ
κύριος
πάσης
τῆς
γῆς
·
εἶπεν
γάρ
,
οὐ
ματαιωϑήσεται
τὰ
ῥήματα
τῶν
λόγων
αὐτοῦ
.
Verse: 5
σὺ
δέ
,
Αχιωρ
μισϑωτὲ
τοῦ
Αμμων
,
ὃς
ἐλάλησας
τοὺς
λόγους
τούτους
ἐν
ἡμέρᾳ
ἀδικίας
σου
,
οὐκ
ὄψει
ἔτι
τὸ
πρόσωπόν
μου
ἀπὸ
τῆς
ἡμέρας
ταύτης
,
ἕως
οὗ
ἐκδικήσω
τὸ
γένος
τῶν
ἐξ
Αἰγύπτου
·
Verse: 6
καὶ
τότε
διελεύσεται
ὁ
σίδηρος
τῆς
στρατιᾶς
μου
καὶ
ὁ
λαὸς
τῶν
ϑεραπόντων
μου
τὰς
πλευράς
σου
,
καὶ
πεσῇ
ἐν
τοῖς
τραυματίαις
αὐτῶν
,
ὅταν
ἐπιστρέψω
.
Verse: 7
καὶ
ἀποκαταστήσουσίν
σε
οἱ
δοῦλοί
μου
εἰς
τὴν
ὀρεινὴν
καὶ
ϑήσουσίν
σε
ἐν
μιᾷ
τῶν
πόλεων
τῶν
ἀναβάσεων
,
Verse: 8
καὶ
οὐκ
ἀπολῇ
ἕως
οὗ
ἐξολεϑρευϑῇς
μετ
'
αὐτῶν
.
Verse: 9
καὶ
εἴπερ
ἐλπίζεις
τῇ
καρδίᾳ
σου
ὅτι
οὐ
συλλημϕϑήσονται
,
μὴ
συμπεσέτω
σου
τὸ
πρόσωπον
·
ἐλάλησα
,
καὶ
οὐδὲν
διαπεσεῖται
τῶν
ῥημάτων
μου
.
Verse: 10
καὶ
προσέταξεν
Ολοϕέρνης
τοῖς
δούλοις
αὐτοῦ
,
οἳ
ἦσαν
παρεστηκότες
ἐν
τῇ
σκηνῇ
αὐτοῦ
,
συλλαβεῖν
τὸν
Αχιωρ
καὶ
ἀποκαταστῆσαι
αὐτὸν
εἰς
Βαιτυλουα
καὶ
παραδοῦναι
εἰς
χεῖρας
υἱῶν
Ισραηλ
.
Verse: 11
καὶ
συνέλαβον
αὐτὸν
οἱ
δοῦλοι
αὐτοῦ
καὶ
ἤγαγον
αὐτὸν
ἔξω
τῆς
παρεμβολῆς
εἰς
τὸ
πεδίον
καὶ
ἀπῆραν
ἐκ
μέσου
τῆς
πεδινῆς
εἰς
τὴν
ὀρεινὴν
καὶ
παρεγένοντο
ἐπὶ
τὰς
πηγάς
,
αἳ
ἦσαν
ὑποκάτω
Βαιτυλουα
.
Verse: 12
καὶ
ὡς
εἶδαν
αὐτοὺς
οἱ
ἄνδρες
τῆς
πόλεως
ἐπὶ
τὴν
κορυϕὴν
τοῦ
ὄρους
,
ἀνέλαβον
τὰ
ὅπλα
αὐτῶν
καὶ
ἀπῆλϑον
ἔξω
τῆς
πόλεως
ἐπὶ
τὴν
κορυϕὴν
τοῦ
ὄρους
,
καὶ
πᾶς
ἀνὴρ
σϕενδονήτης
διεκράτησαν
τὴν
ἀνάβασιν
αὐτῶν
καὶ
ἔβαλλον
ἐν
λίϑοις
ἐπ
'
αὐτούς
.
Verse: 13
καὶ
ὑποδύσαντες
ὑποκάτω
τοῦ
ὄρους
ἔδησαν
τὸν
Αχιωρ
καὶ
ἀϕῆκαν
ἐρριμμένον
ὑπὸ
τὴν
ῥίζαν
τοῦ
ὄρους
καὶ
ἀπῴχοντο
πρὸς
τὸν
κύριον
αὐτῶν
.
Verse: 14
καταβάντες
δὲ
οἱ
υἱοὶ
Ισραηλ
ἐκ
τῆς
πόλεως
αὐτῶν
ἐπέστησαν
αὐτῷ
καὶ
λύσαντες
αὐτὸν
ἀπήγαγον
εἰς
τὴν
Βαιτυλουα
καὶ
κατέστησαν
αὐτὸν
ἐπὶ
τοὺς
ἄρχοντας
τῆς
πόλεως
αὐτῶν
,
Verse: 15
οἳ
ἦσαν
ἐν
ταῖς
ἡμέραις
ἐκείναις
,
Οζιας
ὁ
τοῦ
Μιχα
ἐκ
τῆς
ϕυλῆς
Συμεων
καὶ
Χαβρις
ὁ
τοῦ
Γοϑονιηλ
καὶ
Χαρμις
υἱὸς
Μελχιηλ
.
Verse: 16
καὶ
συνεκάλεσαν
πάντας
τοὺς
πρεσβυτέρους
τῆς
πόλεως
,
καὶ
συνέδραμον
πᾶς
νεανίσκος
αὐτῶν
καὶ
αἱ
γυναῖκες
εἰς
τὴν
ἐκκλησίαν
,
καὶ
ἔστησαν
τὸν
Αχιωρ
ἐν
μέσῳ
παντὸς
τοῦ
λαοῦ
αὐτῶν
,
καὶ
ἐπηρώτησεν
αὐτὸν
Οζιας
τὸ
συμβεβηκός
.
Verse: 17
καὶ
ἀποκριϑεὶς
ἀπήγγειλεν
αὐτοῖς
τὰ
ῥήματα
τῆς
συνεδρίας
Ολοϕέρνου
καὶ
πάντα
τὰ
ῥήματα
,
ὅσα
ἐλάλησεν
ἐν
μέσῳ
τῶν
ἀρχόντων
υἱῶν
Ασσουρ
,
καὶ
ὅσα
ἐμεγαλορρημόνησεν
Ολοϕέρνης
εἰς
τὸν
οἶκον
Ισραηλ
.
Verse: 18
καὶ
πεσόντες
ὁ
λαὸς
προσεκύνησαν
τῷ
ϑεῷ
καὶ
ἐβόησαν
λέγοντες
Verse: 19
Κύριε
ὁ
ϑεὸς
τοῦ
οὐρανοῦ
,
κάτιδε
ἐπὶ
τὰς
ὑπερηϕανίας
αὐτῶν
καὶ
ἐλέησον
τὴν
ταπείνωσιν
τοῦ
γένους
ἡμῶν
καὶ
ἐπίβλεψον
ἐπὶ
τὸ
πρόσωπον
τῶν
ἡγιασμένων
σοι
ἐν
τῇ
ἡμέρᾳ
ταύτῃ
.
Verse: 20
καὶ
παρεκάλεσαν
τὸν
Αχιωρ
καὶ
ἐπῄνεσαν
αὐτὸν
σϕόδρα
,
Verse: 21
καὶ
παρέλαβεν
αὐτὸν
Οζιας
ἐκ
τῆς
ἐκκλησίας
εἰς
οἶκον
αὐτοῦ
καὶ
ἐποίησεν
πότον
τοῖς
πρεσβυτέροις
,
καὶ
ἐπεκαλέσαντο
τὸν
ϑεὸν
Ισραηλ
εἰς
βοήϑειαν
ὅλην
τὴν
νύκτα
ἐκείνην
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.