TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 475
Previous part

Chapter: 6 
Verse: 1    καὶ ὡς κατέπαυσεν ϑόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρίας, καὶ εἶπεν Ολοϕέρνης ἀρχιστράτηγος δυνάμεως Ασσουρ πρὸς Αχιωρ ἐναντίον παντὸς τοῦ δήμου ἀλλοϕύλων καὶ πρὸς πάντας υἱοὺς Μωαβ
Verse: 2    
Καὶ τίς εἶ σύ, Αχιωρ καὶ οἱ μισϑωτοὶ τοῦ Εϕραιμ, ὅτι ἐπροϕήτευσας ἐν ἡμῖν καϑὼς σήμερον καὶ εἶπας τὸ γένος Ισραηλ μὴ πολεμῆσαι, ὅτι ϑεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν; καὶ τίς ϑεὸς εἰ μὴ Ναβουχοδονοσορ; οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολεϑρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ῥύσεται αὐτοὺς ϑεὸς αὐτῶν·
Verse: 3    
ἀλλ' ἡμεῖς οἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνϑρωπον ἕνα, καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν.
Verse: 4    
κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὄρη αὐτῶν μεϑυσϑήσεται ἐν τῷ αἵματι αὐτῶν, καὶ τὰ πεδία αὐτῶν πληρωϑήσεται τῶν νεκρῶν αὐτῶν, καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν, ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται, λέγει βασιλεὺς Ναβουχοδονοσορ κύριος πάσης τῆς γῆς· εἶπεν γάρ, οὐ ματαιωϑήσεται τὰ ῥήματα τῶν λόγων αὐτοῦ.
Verse: 5    
σὺ δέ, Αχιωρ μισϑωτὲ τοῦ Αμμων, ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης, ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου·
Verse: 6    
καὶ τότε διελεύσεται σίδηρος τῆς στρατιᾶς μου καὶ λαὸς τῶν ϑεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν, ὅταν ἐπιστρέψω.
Verse: 7    
καὶ ἀποκαταστήσουσίν σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ ϑήσουσίν σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων,
Verse: 8    
καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολεϑρευϑῇς μετ' αὐτῶν.
Verse: 9    
καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ συλλημϕϑήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον· ἐλάλησα, καὶ οὐδὲν διαπεσεῖται τῶν ῥημάτων μου.
Verse: 10    
καὶ προσέταξεν Ολοϕέρνης τοῖς δούλοις αὐτοῦ, οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ, συλλαβεῖν τὸν Αχιωρ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς Βαιτυλουα καὶ παραδοῦναι εἰς χεῖρας υἱῶν Ισραηλ.
Verse: 11    
καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον καὶ ἀπῆραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς, αἳ ἦσαν ὑποκάτω Βαιτυλουα.
Verse: 12    
καὶ ὡς εἶδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυϕὴν τοῦ ὄρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἀπῆλϑον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυϕὴν τοῦ ὄρους, καὶ πᾶς ἀνὴρ σϕενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ ἔβαλλον ἐν λίϑοις ἐπ' αὐτούς.
Verse: 13    
καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους ἔδησαν τὸν Αχιωρ καὶ ἀϕῆκαν ἐρριμμένον ὑπὸ τὴν ῥίζαν τοῦ ὄρους καὶ ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν.
Verse: 14    
καταβάντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλουα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν,
Verse: 15    
οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις, Οζιας τοῦ Μιχα ἐκ τῆς ϕυλῆς Συμεων καὶ Χαβρις τοῦ Γοϑονιηλ καὶ Χαρμις υἱὸς Μελχιηλ.
Verse: 16    
καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν τὸν Αχιωρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ ἐπηρώτησεν αὐτὸν Οζιας τὸ συμβεβηκός.
Verse: 17    
καὶ ἀποκριϑεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ῥήματα τῆς συνεδρίας Ολοϕέρνου καὶ πάντα τὰ ῥήματα, ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ασσουρ, καὶ ὅσα ἐμεγαλορρημόνησεν Ολοϕέρνης εἰς τὸν οἶκον Ισραηλ.
Verse: 18    
καὶ πεσόντες λαὸς προσεκύνησαν τῷ ϑεῷ καὶ ἐβόησαν λέγοντες
Verse: 19    
Κύριε ϑεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηϕανίας αὐτῶν καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.
Verse: 20    
καὶ παρεκάλεσαν τὸν Αχιωρ καὶ ἐπῄνεσαν αὐτὸν σϕόδρα,
Verse: 21    
καὶ παρέλαβεν αὐτὸν Οζιας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ καὶ ἐποίησεν πότον τοῖς πρεσβυτέροις, καὶ ἐπεκαλέσαντο τὸν ϑεὸν Ισραηλ εἰς βοήϑειαν ὅλην τὴν νύκτα ἐκείνην.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.