TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 476
Previous part

Chapter: 7 
Verse: 1    Τῇ δὲ ἐπαύριον παρήγγειλεν Ολοϕέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ, οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσϑαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ.
Verse: 2    
καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν, οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆϑος πολὺ σϕόδρα.
Verse: 3    
καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωϑαϊμ ἕως Βελβαιμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος, ἐστιν ἀπέναντι τοῦ Εσδρηλων.
Verse: 4    
οἱ δὲ υἱοὶ Ισραηλ, ὡς εἶδον αὐτῶν τὸ πλῆϑος, ἐταράχϑησαν σϕόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ ϕάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν.
Verse: 5    
καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν ἔμενον ϕυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην.
Verse: 6    
τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ολοϕέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ισραηλ, οἳ ἦσαν ἐν Βαιτυλουα,
Verse: 7    
καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν καὶ τὰς πηγὰς τῶν ὑδάτων ἐϕώδευσεν καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν, καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ.
Verse: 8    
καὶ προσελϑόντες αὐτῷ πάντες ἄρχοντες υἱῶν Ησαυ καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωαβ καὶ οἱ στρατηγοὶ τῆς παραλίας εἶπαν
Verse: 9    
᾽Ακουσάτω δὴ λόγον δεσπότης ἡμῶν, ἵνα μὴ γένηται ϑραῦσμα ἐν τῇ δυνάμει σου.
Verse: 10    
γὰρ λαὸς οὗτος τῶν υἱῶν Ισραηλ οὐ πέποιϑαν ἐπὶ τοῖς δόρασιν αὐτῶν, ἀλλ' ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων, ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς· οὐ γάρ ἐστιν εὐχερὲς προσβῆναι ταῖς κορυϕαῖς τῶν ὀρέων αὐτῶν.
Verse: 11    
καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτοὺς καϑὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς.
Verse: 12    
ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου διαϕυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος, ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους,
Verse: 13    
διότι ἐκεῖϑεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουα, καὶ ἀνελεῖ αὐτοὺς δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν· καὶ ἡμεῖς καὶ λαὸς ἡμῶν ἀναβησόμεϑα ἐπὶ τὰς πλησίον κορυϕὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ' αὐταῖς εἰς προϕυλακὴν τοῦ μὴ ἐξελϑεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα.
Verse: 14    
καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ πρὶν ἐλϑεῖν τὴν ῥομϕαίαν ἐπ' αὐτοὺς καταστρωϑήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν.
Verse: 15    
καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν ἀνϑ' ὧν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ.
Verse: 16    
καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ολοϕέρνου καὶ ἐνώπιον πάντων τῶν ϑεραπόντων αὐτοῦ, καὶ συνέταξε ποιεῖν καϑὰ ἐλάλησαν.
Verse: 17    
καὶ ἀπῆρεν παρεμβολὴ υἱῶν Αμμων καὶ μετ' αὐτῶν χιλιάδες πέντε υἱῶν Ασσουρ καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ισραηλ.
Verse: 18    
καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωϑαϊμ. καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ, ἐστιν πλησίον Χους, ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμουρ. καὶ λοιπὴ στρατιὰ τῶν ᾽Ασσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆϑος πολὺ σϕόδρα.
Verse: 19    
Καὶ οἱ υἱοὶ Ισραηλ ἀνεβόησαν πρὸς κύριον ϑεὸν αὐτῶν, ὅτι ὠλιγοψύχησεν τὸ πνεῦμα αὐτῶν, ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχϑροὶ αὐτῶν καὶ οὐκ ἦν διαϕυγεῖν ἐκ μέσου αὐτῶν.
Verse: 20    
καὶ ἔμεινεν κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ασσουρ, οἱ πεζοὶ καὶ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν, ἡμέρας τριάκοντα τέσσαρας. καὶ ἐξέλιπεν πάντας τοὺς κατοικοῦντας Βαιτυλουα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων,
Verse: 21    
καὶ οἱ λάκκοι ἐξεκενοῦντο, καὶ οὐκ εἶχον πιεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν, ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πιεῖν.
Verse: 22    
καὶ ἠϑύμησεν τὰ νήπια αὐτῶν, καὶ αἱ γυναῖκες καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν, καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς.
Verse: 23    
καὶ ἐπισυνήχϑησαν πᾶς λαὸς ἐπὶ Οζιαν καὶ τοὺς ἄρχοντας τῆς πόλεως, οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία, καὶ ἀνεβόησαν ϕωνῇ μεγάλῃ καὶ εἶπαν ἐναντίον πάντων τῶν πρεσβυτέρων
Verse: 24    
Κρίναι ϑεὸς ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν, ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ υἱῶν Ασσουρ.
Verse: 25    
καὶ νῦν οὐκ ἔστιν βοηϑὸς ἡμῶν, ἀλλὰ πέπρακεν ἡμᾶς ϑεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωϑῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ.
Verse: 26    
καὶ νῦν ἐπικαλέσασϑε αὐτοὺς καὶ ἔκδοσϑε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ολοϕέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ.
Verse: 27    
κρεῖσσον γὰρ ἡμῖν γενηϑῆναι αὐτοῖς εἰς διαρπαγήν· ἐσόμεϑα γὰρ εἰς δούλους, καὶ ζήσεται ψυχὴ ἡμῶν, καὶ οὐκ ὀψόμεϑα τὸν ϑάνατον τῶν νηπίων ἡμῶν ἐν ὀϕϑαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν.
Verse: 28    
μαρτυρόμεϑα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν ϑεὸν ἡμῶν καὶ κύριον τῶν πατέρων ἡμῶν, ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν, ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον.
Verse: 29    
καὶ ἐγένετο κλαυϑμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοϑυμαδόν, καὶ ἐβόησαν πρὸς κύριον τὸν ϑεὸν ϕωνῇ μεγάλῃ.
Verse: 30    
καὶ εἶπεν πρὸς αὐτοὺς Οζιας Θαρσεῖτε, ἀδελϕοί, διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας, ἐν αἷς ἐπιστρέψει κύριος ϑεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐϕ' ἡμᾶς, οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος·
Verse: 31    
ἐὰν δὲ διέλϑωσιν αὗται καὶ μὴ ἔλϑῃ ἐϕ' ἡμᾶς βοήϑεια, ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν.
Verse: 32    
καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν, καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλϑον καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἀπέστειλαν· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.