TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 477
Previous part

Chapter: 8 
Verse: 1    Καὶ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ιουδιϑ ϑυγάτηρ Μεραρι υἱοῦ Ωξ υἱοῦ Ιωσηϕ υἱοῦ Οζιηλ υἱοῦ Ελκια υἱοῦ Ανανιου υἱοῦ Γεδεων υἱοῦ Ραϕαϊν υἱοῦ Αχιτωβ υἱοῦ Ηλιου υἱοῦ Χελκιου υἱοῦ Ελιαβ υἱοῦ Ναϑαναηλ υἱοῦ Σαλαμιηλ υἱοῦ Σαρασαδαι υἱοῦ Ισραηλ.
Verse: 2    
καὶ ἀνὴρ αὐτῆς Μανασσης τῆς ϕυλῆς αὐτῆς καὶ τῆς πατριᾶς αὐτῆς· καὶ ἀπέϑανεν ἐν ἡμέραις ϑερισμοῦ κριϑῶν·
Verse: 3    
ἐπέστη γὰρ ἐπὶ τοὺς δεσμεύοντας τὰ δράγματα ἐν τῷ πεδίῳ, καὶ καύσων ἦλϑεν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ ἐτελεύτησεν ἐν Βαιτυλουα τῇ πόλει αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀνὰ μέσον Δωϑαϊμ καὶ Βαλαμων.
Verse: 4    
καὶ ἦν Ιουδιϑ ἐν τῷ οἴκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρας.
Verse: 5    
καὶ ἐποίησεν ἑαυτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς καὶ ἐπέϑηκεν ἐπὶ τὴν ὀσϕὺν αὐτῆς σάκκον, καὶ ἦν ἐπ' αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς.
Verse: 6    
καὶ ἐνήστευε πάσας τὰς ἡμέρας τῆς χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιῶν καὶ νουμηνιῶν καὶ ἑορτῶν καὶ χαρμοσυνῶν οἴκου Ισραηλ.
Verse: 7    
καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σϕόδρα· καὶ ὑπελίπετο αὐτῇ Μανασσης ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς, καὶ ἔμενεν ἐπ' αὐτῶν.
Verse: 8    
καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ῥῆμα πονηρόν, ὅτι ἐϕοβεῖτο τὸν ϑεὸν σϕόδρα.
Verse: 9    
καὶ ἤκουσεν τὰ ῥήματα τοῦ λαοῦ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα, ὅτι ὠλιγοψύχησαν ἐν τῇ σπάνει τῶν ὑδάτων, καὶ ἤκουσεν πάντας τοὺς λόγους Ιουδιϑ, οὓς ἐλάλησεν πρὸς αὐτοὺς Οζιας, ὡς ὤμοσεν αὐτοῖς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοῖς ᾽Ασσυρίοις·
Verse: 10    
καὶ ἀποστείλασα τὴν ἅβραν αὐτῆς τὴν ἐϕεστῶσαν πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῆς ἐκάλεσεν Χαβριν καὶ Χαρμιν τοὺς πρεσβυτέρους τῆς πόλεως αὐτῆς,
Verse: 11    
καὶ ἦλϑον πρὸς αὐτήν, καὶ εἶπεν πρὸς αὐτούς ᾽Ακούσατε δή μου, ἄρχοντες τῶν κατοικούντων ἐν Βαιτυλουα· ὅτι οὐκ εὐϑὴς λόγος ὑμῶν, ὃν ἐλαλήσατε ἐναντίον τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ ἐστήσατε τὸν ὅρκον τοῦτον, ὃν ἐλαλήσατε ἀνὰ μέσον τοῦ ϑεοῦ καὶ ὑμῶν καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχϑροῖς ἡμῶν, ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ κύριος βοήϑειαν ὑμῖν.
Verse: 12    
καὶ νῦν τίνες ἐστὲ ὑμεῖς, οἳ ἐπειράσατε τὸν ϑεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον καὶ ἵστατε ὑπὲρ τοῦ ϑεοῦ ἐν μέσῳ υἱῶν ἀνϑρώπων;
Verse: 13    
καὶ νῦν κύριον παντοκράτορα ἐξετάζετε καὶ οὐϑὲν ἐπιγνώσεσϑε ἕως τοῦ αἰῶνος.
Verse: 14    
ὅτι βάϑος καρδίας ἀνϑρώπου οὐχ εὑρήσετε καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ διαλήμψεσϑε· καὶ πῶς τὸν ϑεόν, ὃς ἐποίησεν πάντα ταῦτα, ἐρευνήσετε καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσϑε καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε; μηδαμῶς, ἀδελϕοί, μὴ παροργίζετε κύριον τὸν ϑεὸν ἡμῶν.
Verse: 15    
ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηϑῆσαι ἡμῖν, αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς ϑέλει σκεπάσαι ἡμέραις καὶ ὀλεϑρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχϑρῶν ἡμῶν.
Verse: 16    
ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς κυρίου τοῦ ϑεοῦ ἡμῶν, ὅτι οὐχ ὡς ἄνϑρωπος ϑεὸς ἀπειληϑῆναι οὐδ' ὡς υἱὸς ἀνϑρώπου διαιτηϑῆναι.
Verse: 17    
διόπερ ἀναμένοντες τὴν παρ' αὐτοῦ σωτηρίαν ἐπικαλεσώμεϑα αὐτὸν εἰς βοήϑειαν ἡμῶν, καὶ εἰσακούσεται τῆς ϕωνῆς ἡμῶν, ἐὰν αὐτῷ ἀρεστόν.
Verse: 18    
ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν οὐδέ ἐστιν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε ϕυλὴ οὔτε πατριὰ οὔτε δῆμος οὔτε πόλις ἐξ ἡμῶν, οἳ προσκυνοῦσι ϑεοῖς χειροποιήτοις, καϑάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις·
Verse: 19    
ὧν χάριν ἐδόϑησαν εἰς ῥομϕαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχϑρῶν ἡμῶν.
Verse: 20    
ἡμεῖς δὲ ἕτερον ϑεὸν οὐκ ἔγνωμεν πλὴν αὐτοῦ· ὅϑεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς οὐδ' ἀπὸ τοῦ γένους ἡμῶν.
Verse: 21    
ὅτι ἐν τῷ λημϕϑῆναι ἡμᾶς οὕτως καὶ λημϕϑήσεται πᾶσα Ιουδαία, καὶ προνομευϑήσεται τὰ ἅγια ἡμῶν, καὶ ἐκζητήσει τὴν βεβήλωσιν αὐτῶν ἐκ τοῦ αἵματος ἡμῶν
Verse: 22    
καὶ τὸν ϕόνον τῶν ἀδελϕῶν ἡμῶν καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεϕαλὴν ἡμῶν ἐν τοῖς ἔϑνεσιν, οὗ ἐὰν δουλεύσωμεν ἐκεῖ, καὶ ἐσόμεϑα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς.
Verse: 23    
ὅτι οὐ κατευϑυνϑήσεται δουλεία ἡμῶν εἰς χάριν, ἀλλ' εἰς ἀτιμίαν ϑήσει αὐτὴν κύριος ϑεὸς ἡμῶν.
Verse: 24    
καὶ νῦν, ἀδελϕοί, ἐπιδειξώμεϑα τοῖς ἀδελϕοῖς ἡμῶν, ὅτι ἐξ ἡμῶν κρέμαται ψυχὴ αὐτῶν, καὶ τὰ ἅγια καὶ οἶκος καὶ τὸ ϑυσιαστήριον ἐπεστήρισται ἐϕ' ἡμῖν.
Verse: 25    
παρὰ ταῦτα πάντα εὐχαριστήσωμεν κυρίῳ τῷ ϑεῷ ἡμῶν, ὃς πειράζει ἡμᾶς καϑὰ καὶ τοὺς πατέρας ἡμῶν.
Verse: 26    
μνήσϑητε ὅσα ἐποίησεν μετὰ Αβρααμ καὶ ὅσα ἐπείρασεν τὸν Ισαακ καὶ ὅσα ἐγένετο τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λαβαν τοῦ ἀδελϕοῦ τῆς μητρὸς αὐτοῦ.
Verse: 27    
ὅτι οὐ καϑὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν, καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν, ἀλλ' εἰς νουϑέτησιν μαστιγοῖ κύριος τοὺς ἐγγίζοντας αὐτῷ.
Verse: 28    
καὶ εἶπεν πρὸς αὐτὴν Οζιας Πάντα, ὅσα εἶπας, ἐν ἀγαϑῇ καρδίᾳ ἐλάλησας, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου·
Verse: 29    
ὅτι οὐκ ἐν τῇ σήμερον σοϕία σου πρόδηλός ἐστιν, ἀλλ' ἀπ' ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς λαὸς τὴν σύνεσίν σου, καϑότι ἀγαϑόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου.
Verse: 30    
ἀλλὰ λαὸς δεδίψηκεν σϕόδρα καὶ ἠνάγκασαν ἡμᾶς ποιῆσαι καϑὰ ἐλαλήσαμεν αὐτοῖς καὶ ἐπαγαγεῖν ἐϕ' ἡμᾶς ὅρκον, ὃν οὐ παραβησόμεϑα.
Verse: 31    
καὶ νῦν δεήϑητι περὶ ἡμῶν, ὅτι γυνὴ εὐσεβὴς εἶ, καὶ ἀποστελεῖ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν, καὶ οὐκ ἐκλείψομεν ἔτι.
Verse: 32    
καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιϑ ᾽Ακούσατέ μου, καὶ ποιήσω πρᾶγμα ἀϕίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν.
Verse: 33    
ὑμεῖς στήσεσϑε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην, καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου, καὶ ἐν ταῖς ἡμέραις, μεϑ' ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχϑροῖς ἡμῶν, ἐπισκέψεται κύριος τὸν Ισραηλ ἐν χειρί μου·
Verse: 34    
ὑμεῖς δὲ οὐκ ἐξερευνήσετε τὴν πρᾶξίν μου, οὐ γὰρ ἐρῶ ὑμῖν ἕως τοῦ τελεσϑῆναι ἐγὼ ποιῶ.
Verse: 35    
καὶ εἶπεν Οζιας καὶ οἱ ἄρχοντες πρὸς αὐτήν Πορεύου εἰς εἰρήνην, καὶ κύριος ϑεὸς ἔμπροσϑέν σου εἰς ἐκδίκησιν τῶν ἐχϑρῶν ἡμῶν.
Verse: 36    
καὶ ἀποστρέψαντες ἐκ τῆς σκηνῆς ἐπορεύϑησαν ἐπὶ τὰς διατάξεις αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.