TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 478
Previous part

Chapter: 9 
Verse: 1    Ιουδιϑ δὲ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐπέϑετο σποδὸν ἐπὶ τὴν κεϕαλὴν αὐτῆς καὶ ἐγύμνωσεν ὃν ἐνεδεδύκει σάκκον, καὶ ἦν ἄρτι προσϕερόμενον ἐν Ιερουσαλημ εἰς τὸν οἶκον τοῦ ϑεοῦ τὸ ϑυμίαμα τῆς ἑσπέρας ἐκείνης, καὶ ἐβόησεν ϕωνῇ μεγάλῃ Ιουδιϑ πρὸς κύριον καὶ εἶπεν
Verse: 2    
Κύριε ϑεὸς τοῦ πατρός μου Συμεων, ἔδωκας ἐν χειρὶ ῥομϕαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρϑένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γάρ Οὐχ οὕτως ἔσται, καὶ ἐποίησαν·
Verse: 3    
ἀνϑ' ὧν ἔδωκας ἄρχοντας αὐτῶν εἰς ϕόνον καὶ τὴν στρωμνὴν αὐτῶν, ᾐδέσατο τὴν ἀπάτην αὐτῶν, ἀπατηϑεῖσαν εἰς αἷμα καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ ϑρόνους αὐτῶν
Verse: 4    
καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν καὶ ϑυγατέρας αὐτῶν εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκῦλα αὐτῶν εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ, οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν καὶ ἐπεκαλέσαντό σε εἰς βοηϑόν· ϑεὸς ϑεὸς ἐμός, καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας.
Verse: 5    
σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείνων καὶ ἐκεῖνα καὶ τὰ μετέπειτα καὶ τὰ νῦν καὶ τὰ ἐπερχόμενα διενοήϑης, καὶ ἐγενήϑησαν ἐνενοήϑης,
Verse: 6    
καὶ παρέστησαν ἐβουλεύσω καὶ εἶπαν ᾽Ιδοὺ πάρεσμεν· πᾶσαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι, καὶ κρίσις σου ἐν προγνώσει.
Verse: 7    
ἰδοὺ γὰρ ᾽Ασσύριοι ἐπληϑύνϑησαν ἐν δυνάμει αὐτῶν, ὑψώϑησαν ἐϕ' ἵππῳ καὶ ἀναβάτῃ, ἐγαυρίασαν ἐν βραχίονι πεζῶν, ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαίσῳ καὶ τόξῳ καὶ σϕενδόνῃ καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ κύριος συντρίβων πολέμους.
Verse: 8    
κύριος ὄνομά σοι· σὺ ῥάξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ ϑυμῷ σου· ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου, μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου, καταβαλεῖν σιδήρῳ κέρας ϑυσιαστηρίου σου.
Verse: 9    
βλέψον εἰς ὑπερηϕανίαν αὐτῶν, ἀπόστειλον τὴν ὀργήν σου εἰς κεϕαλὰς αὐτῶν, δὸς ἐν χειρί μου τῆς χήρας διενοήϑην κράτος.
Verse: 10    
πάταξον δοῦλον ἐκ χειλέων ἀπάτης μου ἐπ' ἄρχοντι καὶ ἄρχοντα ἐπὶ ϑεράποντι αὐτοῦ, ϑραῦσον αὐτῶν τὸ ἀνάστεμα ἐν χειρὶ ϑηλείας.
Verse: 11    
οὐ γὰρ ἐν πλήϑει τὸ κράτος σου, οὐδὲ δυναστεία σου ἐν ἰσχύουσιν, ἀλλὰ ταπεινῶν εἶ ϑεός, ἐλαττόνων εἶ βοηϑός, ἀντιλήμπτωρ ἀσϑενούντων, ἀπεγνωσμένων σκεπαστής, ἀπηλπισμένων σωτήρ.
Verse: 12    
ναὶ ναὶ ϑεὸς τοῦ πατρός μου καὶ ϑεὸς κληρονομίας Ισραηλ, δέσποτα τῶν οὐρανῶν καὶ τῆς γῆς, κτίστα τῶν ὑδάτων, βασιλεῦ πάσης κτίσεώς σου, σὺ εἰσάκουσον τῆς δεήσεώς μου
Verse: 13    
καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραῦμα καὶ μώλωπα αὐτῶν, οἳ κατὰ τῆς διαϑήκης σου καὶ οἴκου ἡγιασμένου σου καὶ κορυϕῆς Σιων καὶ οἴκου κατασχέσεως υἱῶν σου ἐβουλεύσαντο σκληρά.
Verse: 14    
καὶ ποίησον ἐπὶ παντὸς ἔϑνους σου καὶ πάσης ϕυλῆς ἐπίγνωσιν τοῦ εἰδῆσαι ὅτι σὺ εἶ ϑεὸς ϑεὸς πάσης δυνάμεως καὶ κράτους καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων τοῦ γένους Ισραηλ εἰ μὴ σύ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.