TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 104
Previous part

Chapter: 14 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Οὗτος νόμος τοῦ λεπροῦ, ἂν ἡμέρᾳ καϑαρισϑῇ· καὶ προσαχϑήσεται πρὸς τὸν ἱερέα,
Verse: 3    
καὶ ἐξελεύσεται ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ἰᾶται ἁϕὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ,
Verse: 4    
καὶ προστάξει ἱερεὺς καὶ λήμψονται τῷ κεκαϑαρισμένῳ δύο ὀρνίϑια ζῶντα καϑαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον·
Verse: 5    
καὶ προστάξει ἱερεὺς καὶ σϕάξουσιν τὸ ὀρνίϑιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον ἐϕ' ὕδατι ζῶντι·
Verse: 6    
καὶ τὸ ὀρνίϑιον τὸ ζῶν λήμψεται αὐτὸ καὶ τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κλωστὸν κόκκινον καὶ τὸν ὕσσωπον καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίϑιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιϑίου τοῦ σϕαγέντος ἐϕ' ὕδατι ζῶντι·
Verse: 7    
καὶ περιρρανεῖ ἐπὶ τὸν καϑαρισϑέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καϑαρὸς ἔσται· καὶ ἐξαποστελεῖ τὸ ὀρνίϑιον τὸ ζῶν εἰς τὸ πεδίον.
Verse: 8    
καὶ πλυνεῖ καϑαρισϑεὶς τὰ ἱμάτια αὐτοῦ καὶ ξυρηϑήσεται αὐτοῦ πᾶσαν τὴν τρίχα καὶ λούσεται ἐν ὕδατι καὶ καϑαρὸς ἔσται· καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολὴν καὶ διατρίψει ἔξω τοῦ οἴκου αὐτοῦ ἑπτὰ ἡμέρας.
Verse: 9    
καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηϑήσεται πᾶσαν τὴν τρίχα αὐτοῦ, τὴν κεϕαλὴν αὐτοῦ καὶ τὸν πώγωνα καὶ τὰς ὀϕρύας καὶ πᾶσαν τὴν τρίχα αὐτοῦ ξυρηϑήσεται· καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ καϑαρὸς ἔσται.
Verse: 10    
καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ πρόβατον ἐνιαύσιον ἄμωμον καὶ τρία δέκατα σεμιδάλεως εἰς ϑυσίαν πεϕυραμένης ἐν ἐλαίῳ καὶ κοτύλην ἐλαίου μίαν,
Verse: 11    
καὶ στήσει ἱερεὺς καϑαρίζων τὸν ἄνϑρωπον τὸν καϑαριζόμενον καὶ ταῦτα ἔναντι κυρίου ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 12    
καὶ λήμψεται ἱερεὺς τὸν ἀμνὸν τὸν ἕνα καὶ προσάξει αὐτὸν τῆς πλημμελείας καὶ τὴν κοτύλην τοῦ ἐλαίου καὶ ἀϕοριεῖ αὐτὸ ἀϕόρισμα ἔναντι κυρίου·
Verse: 13    
καὶ σϕάξουσιν τὸν ἀμνὸν ἐν τόπῳ, οὗ σϕάζουσιν τὰ ὁλοκαυτώματα καὶ τὰ περὶ ἁμαρτίας, ἐν τόπῳ ἁγίῳ· ἔστιν γὰρ τὸ περὶ ἁμαρτίας ὥσπερ τὸ τῆς πλημμελείας, ἔστιν τῷ ἱερεῖ, ἅγια ἁγίων ἐστίν.
Verse: 14    
καὶ λήμψεται ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς πλημμελείας, καὶ ἐπιϑήσει ἱερεὺς ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καϑαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ.
Verse: 15    
καὶ λαβὼν ἱερεὺς ἀπὸ τῆς κοτύλης τοῦ ἐλαίου ἐπιχεεῖ ἐπὶ τὴν χεῖρα τοῦ ἱερέως τὴν ἀριστερὰν
Verse: 16    
καὶ βάψει τὸν δάκτυλον τὸν δεξιὸν ἀπὸ τοῦ ἐλαίου τοῦ ὄντος ἐπὶ τῆς χειρὸς τῆς ἀριστερᾶς καὶ ῥανεῖ ἑπτάκις τῷ δακτύλῳ ἔναντι κυρίου·
Verse: 17    
τὸ δὲ καταλειϕϑὲν ἔλαιον τὸ ὂν ἐν τῇ χειρὶ ἐπιϑήσει ἱερεὺς ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καϑαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ ἐπὶ τὸν τόπον τοῦ αἵματος τοῦ τῆς πλημμελείας·
Verse: 18    
τὸ δὲ καταλειϕϑὲν ἔλαιον τὸ ἐπὶ τῆς χειρὸς τοῦ ἱερέως ἐπιϑήσει ἱερεὺς ἐπὶ τὴν κεϕαλὴν τοῦ καϑαρισϑέντος, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς ἔναντι κυρίου.
Verse: 19    
καὶ ποιήσει ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας, καὶ ἐξιλάσεται ἱερεὺς περὶ τοῦ ἀκαϑάρτου τοῦ καϑαριζομένου ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ· καὶ μετὰ τοῦτο σϕάξει ἱερεὺς τὸ ὁλοκαύτωμα.
Verse: 20    
καὶ ἀνοίσει ἱερεὺς τὸ ὁλοκαύτωμα καὶ τὴν ϑυσίαν ἐπὶ τὸ ϑυσιαστήριον ἔναντι κυρίου· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεύς, καὶ καϑαρισϑήσεται.
Verse: 21    
᾽Εὰν δὲ πένηται καὶ χεὶρ αὐτοῦ μὴ εὑρίσκῃ, λήμψεται ἀμνὸν ἕνα εἰς ἐπλημμέλησεν εἰς ἀϕαίρεμα ὥστε ἐξιλάσασϑαι περὶ αὐτοῦ καὶ δέκατον σεμιδάλεως πεϕυραμένης ἐν ἐλαίῳ εἰς ϑυσίαν καὶ κοτύλην ἐλαίου μίαν
Verse: 22    
καὶ δύο τρυγόνας δύο νεοσσοὺς περιστερῶν, ὅσα εὗρεν χεὶρ αὐτοῦ, καὶ ἔσται μία περὶ ἁμαρτίας καὶ μία εἰς ὁλοκαύτωμα·
Verse: 23    
καὶ προσοίσει αὐτὰ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ εἰς τὸ καϑαρίσαι αὐτὸν πρὸς τὸν ἱερέα ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου.
Verse: 24    
καὶ λαβὼν ἱερεὺς τὸν ἀμνὸν τῆς πλημμελείας καὶ τὴν κοτύλην τοῦ ἐλαίου ἐπιϑήσει αὐτὰ ἐπίϑεμα ἔναντι κυρίου.
Verse: 25    
καὶ σϕάξει τὸν ἀμνὸν τῆς πλημμελείας καὶ λήμψεται ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς πλημμελείας καὶ ἐπιϑήσει ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καϑαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ.
Verse: 26    
καὶ ἀπὸ τοῦ ἐλαίου ἐπιχεεῖ ἱερεὺς ἐπὶ τὴν χεῖρα τοῦ ἱερέως τὴν ἀριστεράν,
Verse: 27    
καὶ ῥανεῖ ἱερεὺς τῷ δακτύλῳ τῷ δεξιῷ ἀπὸ τοῦ ἐλαίου τοῦ ἐν τῇ χειρὶ αὐτοῦ τῇ ἀριστερᾷ ἑπτάκις ἔναντι κυρίου·
Verse: 28    
καὶ ἐπιϑήσει ἱερεὺς ἀπὸ τοῦ ἐλαίου τοῦ ἐπὶ τῆς χειρὸς αὐτοῦ ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καϑαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς αὐτοῦ τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς αὐτοῦ τοῦ δεξιοῦ ἐπὶ τὸν τόπον τοῦ αἵματος τοῦ τῆς πλημμελείας·
Verse: 29    
τὸ δὲ καταλειϕϑὲν ἀπὸ τοῦ ἐλαίου τὸ ὂν ἐπὶ τῆς χειρὸς τοῦ ἱερέως ἐπιϑήσει ἐπὶ τὴν κεϕαλὴν τοῦ καϑαρισϑέντος, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς ἔναντι κυρίου.
Verse: 30    
καὶ ποιήσει μίαν τῶν τρυγόνων ἀπὸ τῶν νεοσσῶν τῶν περιστερῶν, καϑότι εὗρεν αὐτοῦ χείρ,
Verse: 31    
τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα σὺν τῇ ϑυσίᾳ, καὶ ἐξιλάσεται ἱερεὺς περὶ τοῦ καϑαριζομένου ἔναντι κυρίου.
Verse: 32    
οὗτος νόμος, ἐν ἐστιν ἁϕὴ τῆς λέπρας καὶ τοῦ μὴ εὑρίσκοντος τῇ χειρὶ εἰς τὸν καϑαρισμὸν αὐτοῦ.
Verse: 33    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Verse: 34    
῾Ως ἂν εἰσέλϑητε εἰς τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι ὑμῖν ἐν κτήσει, καὶ δώσω ἁϕὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῖν,
Verse: 35    
καὶ ἥξει τίνος αὐτοῦ οἰκία καὶ ἀναγγελεῖ τῷ ἱερεῖ λέγων ῞Ωσπερ ἁϕὴ ἑώραταί μου ἐν τῇ οἰκίᾳ.
Verse: 36    
καὶ προστάξει ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ τοῦ εἰσελϑόντα ἰδεῖν τὸν ἱερέα τὴν ἁϕὴν καὶ οὐ μὴ ἀκάϑαρτα γένηται ὅσα ἐὰν ἐν τῇ οἰκίᾳ, καὶ μετὰ ταῦτα εἰσελεύσεται ἱερεὺς καταμαϑεῖν τὴν οἰκίαν.
Verse: 37    
καὶ ὄψεται τὴν ἁϕὴν ἐν τοῖς τοίχοις τῆς οἰκίας, κοιλάδας χλωριζούσας πυρριζούσας, καὶ ὄψις αὐτῶν ταπεινοτέρα τῶν τοίχων,
Verse: 38    
καὶ ἐξελϑὼν ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν ϑύραν τῆς οἰκίας καὶ ἀϕοριεῖ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας.
Verse: 39    
καὶ ἐπανήξει ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ὄψεται τὴν οἰκίαν καὶ ἰδοὺ οὐ διεχύϑη ἁϕὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας,
Verse: 40    
καὶ προστάξει ἱερεὺς καὶ ἐξελοῦσιν τοὺς λίϑους, ἐν οἷς ἐστιν ἁϕή, καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως εἰς τόπον ἀκάϑαρτον.
Verse: 41    
καὶ ἀποξύσουσιν τὴν οἰκίαν ἔσωϑεν κύκλῳ καὶ ἐκχεοῦσιν τὸν χοῦν ἔξω τῆς πόλεως εἰς τόπον ἀκάϑαρτον.
Verse: 42    
καὶ λήμψονται λίϑους ἀπεξυσμένους ἑτέρους καὶ ἀντιϑήσουσιν ἀντὶ τῶν λίϑων καὶ χοῦν ἕτερον λήμψονται καὶ ἐξαλείψουσιν τὴν οἰκίαν.
Verse: 43    
ἐὰν δὲ ἐπέλϑῃ πάλιν ἁϕὴ καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξελεῖν τοὺς λίϑους καὶ μετὰ τὸ ἀποξυσϑῆναι τὴν οἰκίαν καὶ μετὰ τὸ ἐξαλειϕϑῆναι,
Verse: 44    
καὶ εἰσελεύσεται ἱερεὺς καὶ ὄψεται· εἰ διακέχυται ἁϕὴ ἐν τῇ οἰκίᾳ, λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ, ἀκάϑαρτός ἐστιν.
Verse: 45    
καὶ καϑελοῦσιν τὴν οἰκίαν καὶ τὰ ξύλα αὐτῆς καὶ τοὺς λίϑους αὐτῆς καὶ πάντα τὸν χοῦν ἐξοίσουσιν ἔξω τῆς πόλεως εἰς τόπον ἀκάϑαρτον.
Verse: 46    
καὶ εἰσπορευόμενος εἰς τὴν οἰκίαν πάσας τὰς ἡμέρας, ἃς ἀϕωρισμένη ἐστίν, ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας·
Verse: 47    
καὶ κοιμώμενος ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας· καὶ ἔσϑων ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 48    
ἐὰν δὲ παραγενόμενος εἰσέλϑῃ ἱερεὺς καὶ ἴδῃ καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἁϕὴ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξαλειϕϑῆναι τὴν οἰκίαν, καὶ καϑαριεῖ ἱερεὺς τὴν οἰκίαν, ὅτι ἰάϑη ἁϕή.
Verse: 49    
καὶ λήμψεται ἀϕαγνίσαι τὴν οἰκίαν δύο ὀρνίϑια ζῶντα καϑαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον·
Verse: 50    
καὶ σϕάξει τὸ ὀρνίϑιον τὸ ἓν εἰς σκεῦος ὀστράκινον ἐϕ' ὕδατι ζῶντι
Verse: 51    
καὶ λήμψεται τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κεκλωσμένον κόκκινον καὶ τὸν ὕσσωπον καὶ τὸ ὀρνίϑιον τὸ ζῶν καὶ βάψει αὐτὸ εἰς τὸ αἷμα τοῦ ὀρνιϑίου τοῦ ἐσϕαγμένου ἐϕ' ὕδατι ζῶντι καὶ περιρρανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις
Verse: 52    
καὶ ἀϕαγνιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιϑίου καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι καὶ ἐν τῷ ὀρνιϑίῳ τῷ ζῶντι καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ καὶ ἐν τῷ ὑσσώπῳ καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ·
Verse: 53    
καὶ ἐξαποστελεῖ τὸ ὀρνίϑιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καϑαρὰ ἔσται.
Verse: 54    
Οὗτος νόμος κατὰ πᾶσαν ἁϕὴν λέπρας καὶ ϑραύσματος
Verse: 55    
καὶ τῆς λέπρας ἱματίου καὶ οἰκίας
Verse: 56    
καὶ οὐλῆς καὶ σημασίας καὶ τοῦ αὐγάζοντος
Verse: 57    
καὶ τοῦ ἐξηγήσασϑαι ἡμέρᾳ ἀκάϑαρτον καὶ ἡμέρᾳ καϑαρισϑήσεται· οὗτος νόμος τῆς λέπρας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.