TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 105
Previous part

Chapter: 15 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Verse: 2    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς αὐτοῖς ᾽Ανδρὶ ἀνδρί, ἐὰν γένηται ῥύσις ἐκ τοῦ σώματος αὐτοῦ, ῥύσις αὐτοῦ ἀκάϑαρτός ἐστιν.
Verse: 3    
καὶ οὗτος νόμος τῆς ἀκαϑαρσίας αὐτοῦ· ῥέων γόνον ἐκ σώματος αὐτοῦ ἐκ τῆς ῥύσεως, ἧς συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, αὕτη ἀκαϑαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτοῦ, συνέστηκεν τὸ σῶμα αὐτοῦ διὰ τῆς ῥύσεως, ἀκαϑαρσία αὐτοῦ ἐστιν.
Verse: 4    
πᾶσα κοίτη, ἐϕ' ἐὰν κοιμηϑῇ ἐπ' αὐτῆς γονορρυής, ἀκάϑαρτός ἐστιν, καὶ πᾶν σκεῦος, ἐϕ' ἐὰν καϑίσῃ ἐπ' αὐτὸ γονορρυής, ἀκάϑαρτον ἔσται.
Verse: 5    
καὶ ἄνϑρωπος, ὃς ἂν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας·
Verse: 6    
καὶ καϑήμενος ἐπὶ τοῦ σκεύους, ἐϕ' ἐὰν καϑίσῃ γονορρυής, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας·
Verse: 7    
καὶ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 8    
ἐὰν δὲ προσσιελίσῃ γονορρυὴς ἐπὶ τὸν καϑαρόν, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 9    
καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐϕ' ἂν ἐπιβῇ ἐπ' αὐτὸ γονορρυής, ἀκάϑαρτον ἔσται ἕως ἑσπέρας.
Verse: 10    
καὶ πᾶς ἁπτόμενος ὅσα ἐὰν ὑποκάτω αὐτοῦ, ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας· καὶ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 11    
καὶ ὅσων ἐὰν ἅψηται γονορρυὴς καὶ τὰς χεῖρας οὐ νένιπται, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 12    
καὶ σκεῦος ὀστράκινον, οὗ ἂν ἅψηται γονορρυής, συντριβήσεται· καὶ σκεῦος ξύλινον νιϕήσεται ὕδατι καὶ καϑαρὸν ἔσται.
Verse: 13    
ἐὰν δὲ καϑαρισϑῇ γονορρυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριϑμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καϑαρισμὸν καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καϑαρὸς ἔσται.
Verse: 14    
καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται ἑαυτῷ δύο τρυγόνας δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ ἔναντι κυρίου ἐπὶ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσει αὐτὰ τῷ ἱερεῖ·
Verse: 15    
καὶ ποιήσει αὐτὰ ἱερεύς, μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς ἔναντι κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.
Verse: 16    
Καὶ ἄνϑρωπος, ἐὰν ἐξέλϑῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας·
Verse: 17    
καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα, ἐϕ' ἐὰν ἐπ' αὐτὸ κοίτη σπέρματος, καὶ πλυϑήσεται ὕδατι καὶ ἀκάϑαρτον ἔσται ἕως ἑσπέρας.
Verse: 18    
καὶ γυνή, ἐὰν κοιμηϑῇ ἀνὴρ μετ' αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάϑαρτοι ἔσονται ἕως ἑσπέρας.
Verse: 19    
Καὶ γυνή, ἥτις ἐὰν ῥέουσα αἵματι, ἔσται ῥύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀϕέδρῳ αὐτῆς· πᾶς ἁπτόμενος αὐτῆς ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας,
Verse: 20    
καὶ πᾶν, ἐϕ' ἂν κοιτάζηται ἐπ' αὐτὸ ἐν τῇ ἀϕέδρῳ αὐτῆς, ἀκάϑαρτον ἔσται, καὶ πᾶν, ἐϕ' ἂν ἐπικαϑίσῃ ἐπ' αὐτό, ἀκάϑαρτον ἔσται.
Verse: 21    
καὶ πᾶς, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 22    
καὶ πᾶς ἁπτόμενος παντὸς σκεύους, οὗ ἐὰν καϑίσῃ ἐπ' αὐτό, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 23    
ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης ἐπὶ τοῦ σκεύους, οὗ ἐὰν καϑίσῃ ἐπ' αὐτῷ, ἐν τῷ ἅπτεσϑαι αὐτὸν αὐτῆς, ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 24    
ἐὰν δὲ κοίτῃ τις κοιμηϑῇ μετ' αὐτῆς καὶ γένηται ἀκαϑαρσία αὐτῆς ἐπ' αὐτῷ, καὶ ἀκάϑαρτος ἔσται ἑπτὰ ἡμέρας, καὶ πᾶσα κοίτη, ἐϕ' ἂν κοιμηϑῇ ἐπ' αὐτῆς, ἀκάϑαρτος ἔσται.
Verse: 25    
Καὶ γυνή, ἐὰν ῥέῃ ῥύσει αἵματος ἡμέρας πλείους οὐκ ἐν καιρῷ τῆς ἀϕέδρου αὐτῆς, ἐὰν καὶ ῥέῃ μετὰ τὴν ἄϕεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ῥύσεως ἀκαϑαρσίας αὐτῆς καϑάπερ αἱ ἡμέραι τῆς ἀϕέδρου, ἀκάϑαρτος ἔσται.
Verse: 26    
καὶ πᾶσαν κοίτην, ἐϕ' ἣν ἂν κοιμηϑῇ ἐπ' αὐτῆς πάσας τὰς ἡμέρας τῆς ῥύσεως, κατὰ τὴν κοίτην τῆς ἀϕέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος, ἐϕ' ἐὰν καϑίσῃ ἐπ' αὐτό, ἀκάϑαρτον ἔσται κατὰ τὴν ἀκαϑαρσίαν τῆς ἀϕέδρου.
Verse: 27    
πᾶς ἁπτόμενος αὐτῆς ἀκάϑαρτος ἔσται καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 28    
ἐὰν δὲ καϑαρισϑῇ ἀπὸ τῆς ῥύσεως, καὶ ἐξαριϑμήσεται αὐτῇ ἑπτὰ ἡμέρας καὶ μετὰ ταῦτα καϑαρισϑήσεται.
Verse: 29    
καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήμψεται αὐτῇ δύο τρυγόνας δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου,
Verse: 30    
καὶ ποιήσει ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτῆς ἱερεὺς ἔναντι κυρίου ἀπὸ ῥύσεως ἀκαϑαρσίας αὐτῆς.
Verse: 31    
Καὶ εὐλαβεῖς ποιήσετε τοὺς υἱοὺς Ισραηλ ἀπὸ τῶν ἀκαϑαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποϑανοῦνται διὰ τὴν ἀκαϑαρσίαν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς.
Verse: 32    
οὗτος νόμος τοῦ γονορρυοῦς καὶ ἐάν τινι ἐξέλϑῃ ἐξ αὐτοῦ κοίτη σπέρματος ὥστε μιανϑῆναι ἐν αὐτῇ
Verse: 33    
καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀϕέδρῳ αὐτῆς καὶ γονορρυὴς ἐν τῇ ῥύσει αὐτοῦ, τῷ ἄρσενι τῇ ϑηλείᾳ, καὶ τῷ ἀνδρί, ὃς ἂν κοιμηϑῇ μετὰ ἀποκαϑημένης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.