TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 106
Previous part

Chapter: 16 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν μετὰ τὸ τελευτῆσαι τοὺς δύο υἱοὺς Ααρων ἐν τῷ προσάγειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου καὶ ἐτελεύτησαν
Verse: 2    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λάλησον πρὸς Ααρων τὸν ἀδελϕόν σου καὶ μὴ εἰσπορευέσϑω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποϑανεῖται· ἐν γὰρ νεϕέλῃ ὀϕϑήσομαι ἐπὶ τοῦ ἱλαστηρίου.
Verse: 3    
οὕτως εἰσελεύσεται Ααρων εἰς τὸ ἅγιον· ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα·
Verse: 4    
καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται καὶ κίδαριν λινῆν περιϑήσεται· ἱμάτια ἅγιά ἐστιν, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἐνδύσεται αὐτά.
Verse: 5    
καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ισραηλ λήμψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα.
Verse: 6    
καὶ προσάξει Ααρων τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ.
Verse: 7    
καὶ λήμψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι κυρίου παρὰ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
Verse: 8    
καὶ ἐπιϑήσει Ααρων ἐπὶ τοὺς δύο χιμάρους κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ.
Verse: 9    
καὶ προσάξει Ααρων τὸν χίμαρον, ἐϕ' ὃν ἐπῆλϑεν ἐπ' αὐτὸν κλῆρος τῷ κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας·
Verse: 10    
καὶ τὸν χίμαρον, ἐϕ' ὃν ἐπῆλϑεν ἐπ' αὐτὸν κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι κυρίου τοῦ ἐξιλάσασϑαι ἐπ' αὐτοῦ ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν· ἀϕήσει αὐτὸν εἰς τὴν ἔρημον.
Verse: 11    
καὶ προσάξει Ααρων τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ μόνον καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ σϕάξει τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν αὐτοῦ.
Verse: 12    
καὶ λήμψεται τὸ πυρεῖον πλῆρες ἀνϑράκων πυρὸς ἀπὸ τοῦ ϑυσιαστηρίου τοῦ ἀπέναντι κυρίου καὶ πλήσει τὰς χεῖρας ϑυμιάματος συνϑέσεως λεπτῆς καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος
Verse: 13    
καὶ ἐπιϑήσει τὸ ϑυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι κυρίου· καὶ καλύψει ἀτμὶς τοῦ ϑυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποϑανεῖται.
Verse: 14    
καὶ λήμψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ῥανεῖ τῷ δακτύλῳ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς· κατὰ πρόσωπον τοῦ ἱλαστηρίου ῥανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ.
Verse: 15    
καὶ σϕάξει τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τὸν περὶ τοῦ λαοῦ ἔναντι κυρίου καὶ εἰσοίσει ἀπὸ τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος καὶ ποιήσει τὸ αἷμα αὐτοῦ ὃν τρόπον ἐποίησεν τὸ αἷμα τοῦ μόσχου, καὶ ῥανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον κατὰ πρόσωπον τοῦ ἱλαστηρίου
Verse: 16    
καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τῶν ἀκαϑαρσιῶν τῶν υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· καὶ οὕτω ποιήσει τῇ σκηνῇ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαϑαρσίας αὐτῶν.
Verse: 17    
καὶ πᾶς ἄνϑρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου εἰσπορευομένου αὐτοῦ ἐξιλάσασϑαι ἐν τῷ ἁγίῳ, ἕως ἂν ἐξέλϑῃ· καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ πάσης συναγωγῆς υἱῶν Ισραηλ.
Verse: 18    
καὶ ἐξελεύσεται ἐπὶ τὸ ϑυσιαστήριον τὸ ὂν ἀπέναντι κυρίου καὶ ἐξιλάσεται ἐπ' αὐτοῦ· καὶ λήμψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου καὶ ἐπιϑήσει ἐπὶ τὰ κέρατα τοῦ ϑυσιαστηρίου κύκλῳ
Verse: 19    
καὶ ῥανεῖ ἐπ' αὐτοῦ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ ἑπτάκις καὶ καϑαριεῖ αὐτὸ καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαϑαρσιῶν τῶν υἱῶν Ισραηλ.
Verse: 20    
καὶ συντελέσει ἐξιλασκόμενος τὸ ἅγιον καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ ϑυσιαστήριον, καὶ περὶ τῶν ἱερέων καϑαριεῖ· καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα.
Verse: 21    
καὶ ἐπιϑήσει Ααρων τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεϕαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγορεύσει ἐπ' αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ισραηλ καὶ πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιϑήσει αὐτὰς ἐπὶ τὴν κεϕαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνϑρώπου ἑτοίμου εἰς τὴν ἔρημον·
Verse: 22    
καὶ λήμψεται χίμαρος ἐϕ' ἑαυτῷ τὰς ἀδικίας αὐτῶν εἰς γῆν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς τὴν ἔρημον.
Verse: 23    
καὶ εἰσελεύσεται Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινῆν, ἣν ἐνεδεδύκει εἰσπορευομένου αὐτοῦ εἰς τὸ ἅγιον, καὶ ἀποϑήσει αὐτὴν ἐκεῖ.
Verse: 24    
καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐξελϑὼν ποιήσει τὸ ὁλοκάρπωμα αὐτοῦ καὶ τὸ ὁλοκάρπωμα τοῦ λαοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ περὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ τοῦ λαοῦ ὡς περὶ τῶν ἱερέων.
Verse: 25    
καὶ τὸ στέαρ τὸ περὶ τῶν ἁμαρτιῶν ἀνοίσει ἐπὶ τὸ ϑυσιαστήριον.
Verse: 26    
καὶ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄϕεσιν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.
Verse: 27    
καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας, ὧν τὸ αἷμα εἰσηνέχϑη ἐξιλάσασϑαι ἐν τῷ ἁγίῳ, ἐξοίσουσιν αὐτὰ ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί, καὶ τὰ δέρματα αὐτῶν καὶ τὰ κρέα αὐτῶν καὶ τὴν κόπρον αὐτῶν·
Verse: 28    
δὲ κατακαίων αὐτὰ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν.
Verse: 29    
Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ δεκάτῃ τοῦ μηνὸς ταπεινώσατε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε, αὐτόχϑων καὶ προσήλυτος προσκείμενος ἐν ὑμῖν.
Verse: 30    
ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν καϑαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι κυρίου, καὶ καϑαρισϑήσεσϑε.
Verse: 31    
σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, νόμιμον αἰώνιον.
Verse: 32    
ἐξιλάσεται ἱερεύς, ὃν ἂν χρίσωσιν αὐτὸν καὶ ὃν ἂν τελειώσουσιν τὰς χεῖρας αὐτοῦ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ, καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινῆν, στολὴν ἁγίαν,
Verse: 33    
καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ ϑυσιαστήριον ἐξιλάσεται καὶ περὶ τῶν ἱερέων καὶ περὶ πάσης συναγωγῆς ἐξιλάσεται.
Verse: 34    
καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐξιλάσκεσϑαι περὶ τῶν υἱῶν Ισραηλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηϑήσεται, καϑάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.