TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 109
Previous part

Chapter: 19 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Λάλησον τῇ συναγωγῇ τῶν υἱῶν Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ῞Αγιοι ἔσεσϑε, ὅτι ἐγὼ ἅγιος, κύριος ϑεὸς ὑμῶν.
Verse: 3    
ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ ϕοβείσϑω, καὶ τὰ σάββατά μου ϕυλάξεσϑε· ἐγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 4    
οὐκ ἐπακολουϑήσετε εἰδώλοις καὶ ϑεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμῖν· ἐγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 5    
καὶ ἐὰν ϑύσητε ϑυσίαν σωτηρίου τῷ κυρίῳ, δεκτὴν ὑμῶν ϑύσετε.
Verse: 6    
ἂν ἡμέρᾳ ϑύσητε, βρωϑήσεται καὶ τῇ αὔριον· καὶ ἐὰν καταλειϕϑῇ ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυϑήσεται.
Verse: 7    
ἐὰν δὲ βρώσει βρωϑῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἄϑυτόν ἐστιν, οὐ δεχϑήσεται·
Verse: 8    
δὲ ἔσϑων αὐτὸ ἁμαρτίαν λήμψεται, ὅτι τὰ ἅγια κυρίου ἐβεβήλωσεν· καὶ ἐξολεϑρευϑήσονται αἱ ψυχαὶ αἱ ἔσϑουσαι ἐκ τοῦ λαοῦ αὐτῶν.
Verse: 9    
Καὶ ἐκϑεριζόντων ὑμῶν τὸν ϑερισμὸν τῆς γῆς ὑμῶν οὐ συντελέσετε τὸν ϑερισμὸν ὑμῶν τοῦ ἀγροῦ ἐκϑερίσαι καὶ τὰ ἀποπίπτοντα τοῦ ϑερισμοῦ σου οὐ συλλέξεις
Verse: 10    
καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις οὐδὲ τοὺς ῥῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 11    
Οὐ κλέψετε. οὐ ψεύσεσϑε. οὐ συκοϕαντήσει ἕκαστος τὸν πλησίον.
Verse: 12    
καὶ οὐκ ὀμεῖσϑε τῷ ὀνόματί μου ἐπ' ἀδίκῳ καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ϑεοῦ ὑμῶν· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 13    
οὐκ ἀδικήσεις τὸν πλησίον καὶ οὐχ ἁρπάσεις, καὶ οὐ μὴ κοιμηϑήσεται μισϑὸς τοῦ μισϑωτοῦ παρὰ σοὶ ἕως πρωί.
Verse: 14    
οὐ κακῶς ἐρεῖς κωϕὸν καὶ ἀπέναντι τυϕλοῦ οὐ προσϑήσεις σκάνδαλον καὶ ϕοβηϑήσῃ κύριον τὸν ϑεόν σου· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 15    
Οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήμψῃ πρόσωπον πτωχοῦ οὐδὲ ϑαυμάσεις πρόσωπον δυνάστου, ἐν δικαιοσύνῃ κρινεῖς τὸν πλησίον σου.
Verse: 16    
οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔϑνει σου, οὐκ ἐπισυστήσῃ ἐϕ' αἷμα τοῦ πλησίον σου· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 17    
οὐ μισήσεις τὸν ἀδελϕόν σου τῇ διανοίᾳ σου, ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήμψῃ δι' αὐτὸν ἁμαρτίαν.
Verse: 18    
καὶ οὐκ ἐκδικᾶταί σου χείρ, καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐγώ εἰμι κύριος.
Verse: 19    
Τὸν νόμον μου ϕυλάξεσϑε· τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάϕορον καὶ ἱμάτιον ἐκ δύο ὑϕασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ.
Verse: 20    
Καὶ ἐάν τις κοιμηϑῇ μετὰ γυναικὸς κοίτην σπέρματος καὶ αὐτὴ οἰκέτις διαπεϕυλαγμένη ἀνϑρώπῳ καὶ αὐτὴ λύτροις οὐ λελύτρωται ἐλευϑερία οὐκ ἐδόϑη αὐτῇ, ἐπισκοπὴ ἔσται αὐτοῖς· οὐκ ἀποϑανοῦνται, ὅτι οὐκ ἀπηλευϑερώϑη.
Verse: 21    
καὶ προσάξει τῆς πλημμελείας αὐτοῦ τῷ κυρίῳ παρὰ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελείας·
Verse: 22    
καὶ ἐξιλάσεται περὶ αὐτοῦ ἱερεὺς ἐν τῷ κριῷ τῆς πλημμελείας ἔναντι κυρίου περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτεν, καὶ ἀϕεϑήσεται αὐτῷ ἁμαρτία, ἣν ἥμαρτεν.
Verse: 23    
῞Οταν δὲ εἰσέλϑητε εἰς τὴν γῆν, ἣν κύριος ϑεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ καταϕυτεύσετε πᾶν ξύλον βρώσιμον καὶ περικαϑαριεῖτε τὴν ἀκαϑαρσίαν αὐτοῦ· καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάϑαρτος, οὐ βρωϑήσεται·
Verse: 24    
καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς καρπὸς αὐτοῦ ἅγιος αἰνετὸς τῷ κυρίῳ·
Verse: 25    
ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ ϕάγεσϑε τὸν καρπόν, πρόσϑεμα ὑμῖν τὰ γενήματα αὐτοῦ· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 26    
Μὴ ἔσϑετε ἐπὶ τῶν ὀρέων καὶ οὐκ οἰωνιεῖσϑε οὐδὲ ὀρνιϑοσκοπήσεσϑε.
Verse: 27    
οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεϕαλῆς ὑμῶν οὐδὲ ϕϑερεῖτε τὴν ὄψιν τοῦ πώγωνος ὑμῶν.
Verse: 28    
καὶ ἐντομίδας ἐπὶ ψυχῇ οὐ ποιήσετε ἐν τῷ σώματι ὑμῶν καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 29    
οὐ βεβηλώσεις τὴν ϑυγατέρα σου ἐκπορνεῦσαι αὐτήν, καὶ οὐκ ἐκπορνεύσει γῆ καὶ γῆ πλησϑήσεται ἀνομίας.
Verse: 30    
Τὰ σάββατά μου ϕυλάξεσϑε καὶ ἀπὸ τῶν ἁγίων μου ϕοβηϑήσεσϑε· ἐγώ εἰμι κύριος.
Verse: 31    
οὐκ ἐπακολουϑήσετε ἐγγαστριμύϑοις καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληϑήσεσϑε ἐκμιανϑῆναι ἐν αὐτοῖς· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 32    
ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου καὶ ϕοβηϑήσῃ τὸν ϑεόν σου· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 33    
᾽Εὰν δέ τις προσέλϑῃ προσήλυτος ὑμῖν ἐν τῇ γῇ ὑμῶν, οὐ ϑλίψετε αὐτόν·
Verse: 34    
ὡς αὐτόχϑων ἐν ὑμῖν ἔσται προσήλυτος προσπορευόμενος πρὸς ὑμᾶς, καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν, ὅτι προσήλυτοι ἐγενήϑητε ἐν γῇ Αἰγύπτῳ· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 35    
οὐ ποιήσετε ἄδικον ἐν κρίσει ἐν μέτροις καὶ ἐν σταϑμίοις καὶ ἐν ζυγοῖς·
Verse: 36    
ζυγὰ δίκαια καὶ στάϑμια δίκαια καὶ χοῦς δίκαιος ἔσται ὑμῖν· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου.
Verse: 37    
Καὶ ϕυλάξεσϑε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.