TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 111
Previous part

Chapter: 21 
Verse: 1    Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Εἰπὸν τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων καὶ ἐρεῖς πρὸς αὐτούς ᾽Εν ταῖς ψυχαῖς οὐ μιανϑήσονται ἐν τῷ ἔϑνει αὐτῶν
Verse: 2    
ἀλλ' ἐν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτῶν, ἐπὶ πατρὶ καὶ μητρὶ καὶ υἱοῖς καὶ ϑυγατράσιν, ἐπ' ἀδελϕῷ
Verse: 3    
καὶ ἐπ' ἀδελϕῇ παρϑένῳ τῇ ἐγγιζούσῃ αὐτῷ τῇ μὴ ἐκδεδομένῃ ἀνδρί, ἐπὶ τούτοις μιανϑήσεται.
Verse: 4    
οὐ μιανϑήσεται ἐξάπινα ἐν τῷ λαῷ αὐτοῦ εἰς βεβήλωσιν αὐτοῦ.
Verse: 5    
καὶ ϕαλάκρωμα οὐ ξυρηϑήσεσϑε τὴν κεϕαλὴν ἐπὶ νεκρῷ καὶ τὴν ὄψιν τοῦ πώγωνος οὐ ξυρήσονται καὶ ἐπὶ τὰς σάρκας αὐτῶν οὐ κατατεμοῦσιν ἐντομίδας.
Verse: 6    
ἅγιοι ἔσονται τῷ ϑεῷ αὐτῶν καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τοῦ ϑεοῦ αὐτῶν· τὰς γὰρ ϑυσίας κυρίου δῶρα τοῦ ϑεοῦ αὐτῶν αὐτοὶ προσϕέρουσιν καὶ ἔσονται ἅγιοι.
Verse: 7    
γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήμψονται καὶ γυναῖκα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτῆς· ἅγιός ἐστιν τῷ κυρίῳ ϑεῷ αὐτοῦ.
Verse: 8    
καὶ ἁγιάσει αὐτόν, τὰ δῶρα κυρίου τοῦ ϑεοῦ ὑμῶν οὗτος προσϕέρει· ἅγιος ἔσται, ὅτι ἅγιος ἐγὼ κύριος ἁγιάζων αὐτούς.
Verse: 9    
καὶ ϑυγάτηρ ἀνϑρώπου ἱερέως ἐὰν βεβηλωϑῇ τοῦ ἐκπορνεῦσαι, τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ· ἐπὶ πυρὸς κατακαυϑήσεται.
Verse: 10    
Καὶ ἱερεὺς μέγας ἀπὸ τῶν ἀδελϕῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεϕαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ καὶ τετελειωμένου ἐνδύσασϑαι τὰ ἱμάτια, τὴν κεϕαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει
Verse: 11    
καὶ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται, ἐπὶ πατρὶ αὐτοῦ οὐδὲ ἐπὶ μητρὶ αὐτοῦ οὐ μιανϑήσεται·
Verse: 12    
καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ ϑεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ ϑεοῦ ἐπ' αὐτῷ· ἐγὼ κύριος.
Verse: 13    
οὗτος γυναῖκα παρϑένον ἐκ τοῦ γένους αὐτοῦ λήμψεται·
Verse: 14    
χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην, ταύτας οὐ λήμψεται, ἀλλ' παρϑένον ἐκ τοῦ γένους αὐτοῦ λήμψεται γυναῖκα·
Verse: 15    
καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτοῦ ἐν τῷ λαῷ αὐτοῦ· ἐγὼ κύριος ἁγιάζων αὐτόν.
Verse: 16    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 17    
Εἰπὸν Ααρων ῎Ανϑρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, τίνι ἐὰν ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται προσϕέρειν τὰ δῶρα τοῦ ϑεοῦ αὐτοῦ.
Verse: 18    
πᾶς ἄνϑρωπος, ἂν ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται, ἄνϑρωπος χωλὸς τυϕλὸς κολοβόρριν ὠτότμητος
Verse: 19    
ἄνϑρωπος, ἐστιν ἐν αὐτῷ σύντριμμα χειρὸς σύντριμμα ποδός,
Verse: 20    
κυρτὸς ἔϕηλος πτίλος τοὺς ὀϕϑαλμοὺς ἄνϑρωπος, ἂν ἐν αὐτῷ ψώρα ἀγρία λιχήν, μόνορχις,
Verse: 21    
πᾶς, ἐστιν ἐν αὐτῷ μῶμος, ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως, οὐκ ἐγγιεῖ τοῦ προσενεγκεῖν τὰς ϑυσίας τῷ ϑεῷ σου· ὅτι μῶμος ἐν αὐτῷ, τὰ δῶρα τοῦ ϑεοῦ οὐ προσελεύσεται προσενεγκεῖν.
Verse: 22    
τὰ δῶρα τοῦ ϑεοῦ τὰ ἅγια τῶν ἁγίων καὶ ἀπὸ τῶν ἁγίων ϕάγεται·
Verse: 23    
πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται καὶ πρὸς τὸ ϑυσιαστήριον οὐκ ἐγγιεῖ, ὅτι μῶμον ἔχει· καὶ οὐ βεβηλώσει τὸ ἅγιον τοῦ ϑεοῦ αὐτοῦ, ὅτι ἐγώ εἰμι κύριος ἁγιάζων αὐτούς.
Verse: 24    
καὶ ἐλάλησεν Μωυσῆς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.