TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 112
Previous part

Chapter: 22 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Εἰπὸν Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ισραηλ καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσίν μοι· ἐγὼ κύριος.
Verse: 3    
εἰπὸν αὐτοῖς Εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνϑρωπος, ὃς ἂν προσέλϑῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τῷ κυρίῳ, καὶ ἀκαϑαρσία αὐτοῦ ἐπ' αὐτῷ, ἐξολεϑρευϑήσεται ψυχὴ ἐκείνη ἀπ' ἐμοῦ· ἐγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 4    
καὶ ἄνϑρωπος ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως καὶ οὗτος λεπρᾷ γονορρυής, τῶν ἁγίων οὐκ ἔδεται, ἕως ἂν καϑαρισϑῇ· καὶ ἁπτόμενος πάσης ἀκαϑαρσίας ψυχῆς ἄνϑρωπος, ἂν ἐξέλϑῃ ἐξ αὐτοῦ κοίτη σπέρματος,
Verse: 5    
ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαϑάρτου, μιανεῖ αὐτόν, ἐπ' ἀνϑρώπῳ, ἐν μιανεῖ αὐτὸν κατὰ πᾶσαν ἀκαϑαρσίαν αὐτοῦ,
Verse: 6    
ψυχή, ἥτις ἂν ἅψηται αὐτῶν, ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας· οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι·
Verse: 7    
καὶ δύῃ ἥλιος, καὶ καϑαρὸς ἔσται καὶ τότε ϕάγεται τῶν ἁγίων, ὅτι ἄρτος ἐστὶν αὐτοῦ.
Verse: 8    
ϑνησιμαῖον καὶ ϑηριάλωτον οὐ ϕάγεται μιανϑῆναι αὐτὸν ἐν αὐτοῖς· ἐγὼ κύριος.
Verse: 9    
καὶ ϕυλάξονται τὰ ϕυλάγματά μου, ἵνα μὴ λάβωσιν δι' αὐτὰ ἁμαρτίαν καὶ ἀποϑάνωσιν δι' αὐτά, ἐὰν βεβηλώσωσιν αὐτά· ἐγὼ κύριος ϑεὸς ἁγιάζων αὐτούς.
Verse: 10    
καὶ πᾶς ἀλλογενὴς οὐ ϕάγεται ἅγια· πάροικος ἱερέως μισϑωτὸς οὐ ϕάγεται ἅγια.
Verse: 11    
ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου, οὗτος ϕάγεται ἐκ τῶν ἄρτων αὐτοῦ· καὶ οἱ οἰκογενεῖς αὐτοῦ, καὶ οὗτοι ϕάγονται τῶν ἄρτων αὐτοῦ.
Verse: 12    
καὶ ϑυγάτηρ ἀνϑρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενεῖ, αὐτὴ τῶν ἀπαρχῶν τῶν ἁγίων οὐ ϕάγεται.
Verse: 13    
καὶ ϑυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἐκβεβλημένη, σπέρμα δὲ μὴ ἦν αὐτῇ, ἐπαναστρέψει ἐπὶ τὸν οἶκον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτῆς· ἀπὸ τῶν ἄρτων τοῦ πατρὸς αὐτῆς ϕάγεται. καὶ πᾶς ἀλλογενὴς οὐ ϕάγεται ἀπ' αὐτῶν.
Verse: 14    
καὶ ἄνϑρωπος, ὃς ἂν ϕάγῃ ἅγια κατὰ ἄγνοιαν, καὶ προσϑήσει τὸ ἐπίπεμπτον αὐτοῦ ἐπ' αὐτὸ καὶ δώσει τῷ ἱερεῖ τὸ ἅγιον.
Verse: 15    
καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τῶν υἱῶν Ισραηλ, αὐτοὶ ἀϕαιροῦσιν τῷ κυρίῳ,
Verse: 16    
καὶ ἐπάξουσιν ἐϕ' ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τῷ ἐσϑίειν αὐτοὺς τὰ ἅγια αὐτῶν· ὅτι ἐγὼ κύριος ἁγιάζων αὐτούς.
Verse: 17    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 18    
Λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ πάσῃ συναγωγῇ Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ῎Ανϑρωπος ἄνϑρωπος ἀπὸ τῶν υἱῶν Ισραηλ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ισραηλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσιν τῷ ϑεῷ εἰς ὁλοκαύτωμα,
Verse: 19    
δεκτὰ ὑμῖν ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων καὶ ἐκ τῶν προβάτων καὶ ἐκ τῶν αἰγῶν.
Verse: 20    
πάντα, ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ, οὐ προσάξουσιν κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν.
Verse: 21    
καὶ ἄνϑρωπος, ὃς ἂν προσενέγκῃ ϑυσίαν σωτηρίου τῷ κυρίῳ διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἐν ταῖς ἑορταῖς ὑμῶν ἐκ τῶν βουκολίων ἐκ τῶν προβάτων, ἄμωμον ἔσται εἰς δεκτόν, πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ.
Verse: 22    
τυϕλὸν συντετριμμένον γλωσσότμητον μυρμηκιῶντα ψωραγριῶντα λιχῆνας ἔχοντα, οὐ προσάξουσιν ταῦτα τῷ κυρίῳ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ' αὐτῶν ἐπὶ τὸ ϑυσιαστήριον τῷ κυρίῳ.
Verse: 23    
καὶ μόσχον πρόβατον ὠτότμητον κολοβόκερκον, σϕάγια ποιήσεις αὐτὰ σεαυτῷ, εἰς δὲ εὐχήν σου οὐ δεχϑήσεται.
Verse: 24    
ϑλαδίαν καὶ ἐκτεϑλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον, οὐ προσάξεις αὐτὰ τῷ κυρίῳ καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε.
Verse: 25    
καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ ϑεοῦ ὑμῶν ἀπὸ πάντων τούτων, ὅτι ϕϑάρματά ἐστιν ἐν αὐτοῖς, μῶμος ἐν αὐτοῖς, οὐ δεχϑήσεται ταῦτα ὑμῖν.
Verse: 26    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 27    
Μόσχον πρόβατον αἶγα, ὡς ἂν τεχϑῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχϑήσεται εἰς δῶρα, κάρπωμα κυρίῳ.
Verse: 28    
καὶ μόσχον πρόβατον, αὐτὴν καὶ τὰ παιδία αὐτῆς οὐ σϕάξεις ἐν ἡμέρᾳ μιᾷ.
Verse: 29    
ἐὰν δὲ ϑύσῃς ϑυσίαν εὐχὴν χαρμοσύνης κυρίῳ, εἰς δεκτὸν ὑμῖν ϑύσετε αὐτό·
Verse: 30    
αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωϑήσεται, οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωί· ἐγώ εἰμι κύριος.
Verse: 31    
Καὶ ϕυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς.
Verse: 32    
καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασϑήσομαι ἐν μέσῳ τῶν υἱῶν Ισραηλ· ἐγὼ κύριος ἁγιάζων ὑμᾶς
Verse: 33    
ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν ϑεός, ἐγὼ κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.