TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 113
Previous part

Chapter: 23 
Verse: 1    Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Αἱ ἑορταὶ κυρίου, ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας, αὗταί εἰσιν ἑορταί μου.
Verse: 3    
ἓξ ἡμέρας ποιήσεις ἔργα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τῷ κυρίῳ· πᾶν ἔργον οὐ ποιήσεις· σάββατά ἐστιν τῷ κυρίῳ ἐν πάσῃ κατοικίᾳ ὑμῶν.
Verse: 4    
Αὗται αἱ ἑορταὶ τῷ κυρίῳ, κληταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν.
Verse: 5    
ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀνὰ μέσον τῶν ἑσπερινῶν πάσχα τῷ κυρίῳ.
Verse: 6    
καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσϑε.
Verse: 7    
καὶ ἡμέρα πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε·
Verse: 8    
καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ ἑπτὰ ἡμέρας· καὶ ἑβδόμη ἡμέρα κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
Verse: 9    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 10    
Εἰπὸν τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ῞Οταν εἰσέλϑητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ϑερίζητε τὸν ϑερισμὸν αὐτῆς, καὶ οἴσετε δράγμα ἀπαρχὴν τοῦ ϑερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα·
Verse: 11    
καὶ ἀνοίσει τὸ δράγμα ἔναντι κυρίου δεκτὸν ὑμῖν, τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ἱερεύς.
Verse: 12    
καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ, ἐν ἂν ϕέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ κυρίῳ
Verse: 13    
καὶ τὴν ϑυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ ϑυσία τῷ κυρίῳ, ὀσμὴ εὐωδίας κυρίῳ καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ιν οἴνου.
Verse: 14    
καὶ ἄρτον καὶ πεϕρυγμένα χίδρα νέα οὐ ϕάγεσϑε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ ϑεῷ ὑμῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν.
Verse: 15    
Καὶ ἀριϑμήσετε ὑμεῖς ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων, ἀπὸ τῆς ἡμέρας, ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιϑέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους·
Verse: 16    
ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριϑμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε ϑυσίαν νέαν τῷ κυρίῳ.
Verse: 17    
ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίϑεμα, δύο ἄρτους· ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται, ἐζυμωμένοι πεϕϑήσονται πρωτογενημάτων τῷ κυρίῳ.
Verse: 18    
καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμους ἔσονται ὁλοκαύτωμα τῷ κυρίῳ καὶ αἱ ϑυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν, ϑυσίαν ὀσμὴν εὐωδίας τῷ κυρίῳ.
Verse: 19    
καὶ ποιήσουσιν χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς ϑυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος·
Verse: 20    
καὶ ἐπιϑήσει αὐτὰ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος ἐπίϑεμα ἔναντι κυρίου μετὰ τῶν δύο ἀμνῶν· ἅγια ἔσονται τῷ κυρίῳ, τῷ ἱερεῖ τῷ προσϕέροντι αὐτὰ αὐτῷ ἔσται.
Verse: 21    
καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν· ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν.
Verse: 22    
καὶ ὅταν ϑερίζητε τὸν ϑερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ ϑερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ ϑερίζειν σε καὶ τὰ ἀποπίπτοντα τοῦ ϑερισμοῦ σου οὐ συλλέξεις, τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψῃ αὐτά· ἐγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 23    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 24    
Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Τοῦ μηνὸς τοῦ ἑβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων, κλητὴ ἁγία ἔσται ὑμῖν·
Verse: 25    
πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ προσάξετε ὁλοκαύτωμα κυρίῳ.
Verse: 26    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 27    
Καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ προσάξετε ὁλοκαύτωμα τῷ κυρίῳ.
Verse: 28    
πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ· ἔστιν γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν ἐξιλάσασϑαι περὶ ὑμῶν ἔναντι κυρίου τοῦ ϑεοῦ ὑμῶν.
Verse: 29    
πᾶσα ψυχή, ἥτις μὴ ταπεινωϑήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολεϑρευϑήσεται ἐκ τοῦ λαοῦ αὐτῆς.
Verse: 30    
καὶ πᾶσα ψυχή, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.
Verse: 31    
πᾶν ἔργον οὐ ποιήσετε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν.
Verse: 32    
σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν.
Verse: 33    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 34    
Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ κυρίῳ.
Verse: 35    
καὶ ἡμέρα πρώτη κλητὴ ἁγία, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
Verse: 36    
ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ· καὶ ἡμέρα ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ· ἐξόδιόν ἐστιν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
Verse: 37    
Αὗται αἱ ἑορταὶ κυρίῳ, ἃς καλέσετε κλητὰς ἁγίας ὥστε προσενέγκαι καρπώματα τῷ κυρίῳ, ὁλοκαυτώματα καὶ ϑυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν τὸ καϑ' ἡμέραν εἰς ἡμέραν
Verse: 38    
πλὴν τῶν σαββάτων κυρίου καὶ πλὴν τῶν δομάτων ὑμῶν καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν καὶ πλὴν τῶν ἑκουσίων ὑμῶν, ἂν δῶτε τῷ κυρίῳ.
Verse: 39    
Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέσητε τὰ γενήματα τῆς γῆς, ἑορτάσετε τῷ κυρίῳ ἑπτὰ ἡμέρας· τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις.
Verse: 40    
καὶ λήμψεσϑε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυνϑρα ϕοινίκων καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου εὐϕρανϑῆναι ἔναντι κυρίου τοῦ ϑεοῦ ὑμῶν ἑπτὰ ἡμέρας
Verse: 41    
τοῦ ἐνιαυτοῦ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν.
Verse: 42    
ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας, πᾶς αὐτόχϑων ἐν Ισραηλ κατοικήσει ἐν σκηναῖς,
Verse: 43    
ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 44    
Καὶ ἐλάλησεν Μωυσῆς τὰς ἑορτὰς κυρίου τοῖς υἱοῖς Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.