TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 114
Previous part

Chapter: 24 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
῎Εντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καϑαρὸν κεκομμένον εἰς ϕῶς καῦσαι λύχνον διὰ παντός.
Verse: 3    
ἔξωϑεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχῶς· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.
Verse: 4    
ἐπὶ τῆς λυχνίας τῆς καϑαρᾶς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί.
Verse: 5    
Καὶ λήμψεσϑε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους, δύο δεκάτων ἔσται ἄρτος εἷς·
Verse: 6    
καὶ ἐπιϑήσετε αὐτοὺς δύο ϑέματα, ἓξ ἄρτους τὸ ἓν ϑέμα, ἐπὶ τὴν τράπεζαν τὴν καϑαρὰν ἔναντι κυρίου.
Verse: 7    
καὶ ἐπιϑήσετε ἐπὶ τὸ ϑέμα λίβανον καϑαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ.
Verse: 8    
τῇ ἡμέρᾳ τῶν σαββάτων προϑήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν Ισραηλ διαϑήκην αἰώνιον.
Verse: 9    
καὶ ἔσται Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ ϕάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστιν γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῷ ἀπὸ τῶν ϑυσιαζομένων τῷ κυρίῳ, νόμιμον αἰώνιον.
Verse: 10    
Καὶ ἐξῆλϑεν υἱὸς γυναικὸς Ισραηλίτιδος καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ισραηλ, καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ἐκ τῆς Ισραηλίτιδος καὶ ἄνϑρωπος Ισραηλίτης,
Verse: 11    
καὶ ἐπονομάσας υἱὸς τῆς γυναικὸς τῆς Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο, καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμιϑ ϑυγάτηρ Δαβρι ἐκ τῆς ϕυλῆς Δαν.
Verse: 12    
καὶ ἀπέϑεντο αὐτὸν εἰς ϕυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος κυρίου.
Verse: 13    
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 14    
᾽Εξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς, καὶ ἐπιϑήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ, καὶ λιϑοβολήσουσιν αὐτὸν πᾶσα συναγωγή.
Verse: 15    
καὶ τοῖς υἱοῖς Ισραηλ λάλησον καὶ ἐρεῖς πρὸς αὐτούς ῎Ανϑρωπος, ὃς ἐὰν καταράσηται ϑεόν, ἁμαρτίαν λήμψεται·
Verse: 16    
ὀνομάζων δὲ τὸ ὄνομα κυρίου ϑανάτῳ ϑανατούσϑω· λίϑοις λιϑοβολείτω αὐτὸν πᾶσα συναγωγὴ Ισραηλ· ἐάν τε προσήλυτος ἐάν τε αὐτόχϑων, ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα κυρίου τελευτάτω.
Verse: 17    
καὶ ἄνϑρωπος, ὃς ἂν πατάξῃ ψυχὴν ἀνϑρώπου καὶ ἀποϑάνῃ, ϑανάτῳ ϑανατούσϑω.
Verse: 18    
καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ ἀποϑάνῃ, ἀποτεισάτω ψυχὴν ἀντὶ ψυχῆς.
Verse: 19    
καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηϑήσεται αὐτῷ·
Verse: 20    
σύντριμμα ἀντὶ συντρίμματος, ὀϕϑαλμὸν ἀντὶ ὀϕϑαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος· καϑότι ἂν δῷ μῶμον τῷ ἀνϑρώπῳ, οὕτως δοϑήσεται αὐτῷ.
Verse: 21    
ὃς ἂν πατάξῃ ἄνϑρωπον καὶ ἀποϑάνῃ, ϑανάτῳ ϑανατούσϑω·
Verse: 22    
δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ, ὅτι ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 23    
καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιϑοβόλησαν αὐτὸν ἐν λίϑοις· καὶ οἱ υἱοὶ Ισραηλ ἐποίησαν καϑὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.