TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 115
Previous part

Chapter: 25 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινα λέγων
Verse: 2    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ᾽Εὰν εἰσέλϑητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται γῆ, ἣν ἐγὼ δίδωμι ὑμῖν, σάββατα τῷ κυρίῳ.
Verse: 3    
ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς.
Verse: 4    
τῷ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα τῷ κυρίῳ· τὸν ἀγρόν σου οὐ σπερεῖς καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς
Verse: 5    
καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκϑερίσεις καὶ τὴν σταϕυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις· ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ.
Verse: 6    
καὶ ἔσται τὰ σάββατα τῆς γῆς βρώματά σοι καὶ τῷ παιδί σου καὶ τῇ παιδίσκῃ σου καὶ τῷ μισϑωτῷ σου καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ,
Verse: 7    
καὶ τοῖς κτήνεσίν σου καὶ τοῖς ϑηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γένημα αὐτοῦ εἰς βρῶσιν.
Verse: 8    
Καὶ ἐξαριϑμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις, καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη.
Verse: 9    
καὶ διαγγελεῖτε σάλπιγγος ϕωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός· τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν
Verse: 10    
καὶ ἁγιάσετε τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄϕεσιν ἐπὶ τῆς γῆς πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀϕέσεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατρίδα αὐτοῦ ἀπελεύσεσϑε.
Verse: 11    
ἀϕέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν· οὐ σπερεῖτε οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς,
Verse: 12    
ὅτι ἀϕέσεως σημασία ἐστίν, ἅγιον ἔσται ὑμῖν, ἀπὸ τῶν πεδίων ϕάγεσϑε τὰ γενήματα αὐτῆς.
Verse: 13    
᾽Εν τῷ ἔτει τῆς ἀϕέσεως σημασίᾳ αὐτῆς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ.
Verse: 14    
ἐὰν δὲ ἀποδῷ πρᾶσιν τῷ πλησίον σου ἐὰν καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου, μὴ ϑλιβέτω ἄνϑρωπος τὸν πλησίον·
Verse: 15    
κατὰ ἀριϑμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον, κατὰ ἀριϑμὸν ἐνιαυτῶν γενημάτων ἀποδώσεταί σοι.
Verse: 16    
καϑότι ἂν πλεῖον τῶν ἐτῶν, πληϑύνῃ τὴν ἔγκτησιν αὐτοῦ, καὶ καϑότι ἂν ἔλαττον τῶν ἐτῶν, ἐλαττονώσῃ τὴν κτῆσιν αὐτοῦ· ὅτι ἀριϑμὸν γενημάτων αὐτοῦ οὕτως ἀποδώσεταί σοι.
Verse: 17    
μὴ ϑλιβέτω ἄνϑρωπος τὸν πλησίον καὶ ϕοβηϑήσῃ κύριον τὸν ϑεόν σου· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 18    
καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου καὶ ϕυλάξασϑε καὶ ποιήσετε αὐτὰ καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιϑότες·
Verse: 19    
καὶ δώσει γῆ τὰ ἐκϕόρια αὐτῆς, καὶ ϕάγεσϑε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιϑότες ἐπ' αὐτῆς.
Verse: 20    
ἐὰν δὲ λέγητε Τί ϕαγόμεϑα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ, ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμῶν;
Verse: 21    
καὶ ἀποστελῶ τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ, καὶ ποιήσει τὰ γενήματα αὐτῆς εἰς τὰ τρία ἔτη.
Verse: 22    
καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον καὶ ϕάγεσϑε ἀπὸ τῶν γενημάτων παλαιά· ἕως τοῦ ἔτους τοῦ ἐνάτου, ἕως ἂν ἔλϑῃ τὸ γένημα αὐτῆς, ϕάγεσϑε παλαιὰ παλαιῶν.
Verse: 23    
καὶ γῆ οὐ πραϑήσεται εἰς βεβαίωσιν, ἐμὴ γάρ ἐστιν γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου·
Verse: 24    
καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν λύτρα δώσετε τῆς γῆς.
Verse: 25    
ἐὰν δὲ πένηται ἀδελϕός σου μετὰ σοῦ καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ καὶ ἔλϑῃ ἀγχιστεύων ἐγγίζων ἔγγιστα αὐτοῦ, καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελϕοῦ αὐτοῦ.
Verse: 26    
ἐὰν δὲ μὴ τινι ἀγχιστεύων καὶ εὐπορηϑῇ τῇ χειρὶ καὶ εὑρεϑῇ αὐτῷ τὸ ἱκανὸν λύτρα αὐτοῦ,
Verse: 27    
καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως αὐτοῦ καὶ ἀποδώσει ὑπερέχει τῷ ἀνϑρώπῳ, ἀπέδοτο ἑαυτὸν αὐτῷ, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.
Verse: 28    
ἐὰν δὲ μὴ εὐπορηϑῇ χεὶρ αὐτοῦ τὸ ἱκανὸν ὥστε ἀποδοῦναι αὐτῷ, καὶ ἔσται πρᾶσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀϕέσεως· καὶ ἐξελεύσεται τῇ ἀϕέσει, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.
Verse: 29    
᾽Εὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται λύτρωσις αὐτῆς, ἕως πληρωϑῇ ἐνιαυτὸς ἡμερῶν, ἔσται λύτρωσις αὐτῆς.
Verse: 30    
ἐὰν δὲ μὴ λυτρωϑῇ, ἕως ἂν πληρωϑῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωϑήσεται οἰκία οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀϕέσει.
Verse: 31    
αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισϑήτωσαν· λυτρωταὶ διὰ παντὸς ἔσονται καὶ ἐν τῇ ἀϕέσει ἐξελεύσονται.
Verse: 32    
καὶ αἱ πόλεις τῶν Λευιτῶν οἰκίαι τῶν πόλεων αὐτῶν κατασχέσεως λυτρωταὶ διὰ παντὸς ἔσονται τοῖς Λευίταις·
Verse: 33    
καὶ ὃς ἂν λυτρωσάμενος παρὰ τῶν Λευιτῶν, καὶ ἐξελεύσεται διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀϕέσει, ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευιτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ισραηλ.
Verse: 34    
καὶ οἱ ἀγροὶ οἱ ἀϕωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραϑήσονται, ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστιν.
Verse: 35    
᾽Εὰν δὲ πένηται ἀδελϕός σου καὶ ἀδυνατήσῃ ταῖς χερσὶν παρὰ σοί, ἀντιλήμψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου, καὶ ζήσεται ἀδελϕός σου μετὰ σοῦ.
Verse: 36    
οὐ λήμψῃ παρ' αὐτοῦ τόκον οὐδὲ ἐπὶ πλήϑει καὶ ϕοβηϑήσῃ τὸν ϑεόν σου ἐγὼ κύριος , καὶ ζήσεται ἀδελϕός σου μετὰ σοῦ.
Verse: 37    
τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονασμὸν οὐ δώσεις αὐτῷ τὰ βρώματά σου.
Verse: 38    
ἐγὼ κύριος ϑεὸς ὑμῶν ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου δοῦναι ὑμῖν τὴν γῆν Χανααν ὥστε εἶναι ὑμῶν ϑεός.
Verse: 39    
᾽Εὰν δὲ ταπεινωϑῇ ἀδελϕός σου παρὰ σοὶ καὶ πραϑῇ σοι, οὐ δουλεύσει σοι δουλείαν οἰκέτου·
Verse: 40    
ὡς μισϑωτὸς πάροικος ἔσται σοι, ἕως τοῦ ἔτους τῆς ἀϕέσεως ἐργᾶται παρὰ σοί.
Verse: 41    
καὶ ἐξελεύσεται τῇ ἀϕέσει καὶ τὰ τέκνα αὐτοῦ μετ' αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ, εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμεῖται,
Verse: 42    
διότι οἰκέται μού εἰσιν οὗτοι, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου, οὐ πραϑήσεται ἐν πράσει οἰκέτου·
Verse: 43    
οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχϑῳ καὶ ϕοβηϑήσῃ κύριον τὸν ϑεόν σου.
Verse: 44    
καὶ παῖς καὶ παιδίσκη, ὅσοι ἂν γένωνταί σοι ἀπὸ τῶν ἐϑνῶν, ὅσοι κύκλῳ σού εἰσιν, ἀπ' αὐτῶν κτήσεσϑε δοῦλον καὶ δούλην.
Verse: 45    
καὶ ἀπὸ τῶν υἱῶν τῶν παροίκων τῶν ὄντων ἐν ὑμῖν, ἀπὸ τούτων κτήσεσϑε καὶ ἀπὸ τῶν συγγενῶν αὐτῶν, ὅσοι ἂν γένωνται ἐν τῇ γῇ ὑμῶν· ἔστωσαν ὑμῖν εἰς κατάσχεσιν.
Verse: 46    
καὶ καταμεριεῖτε αὐτοὺς τοῖς τέκνοις ὑμῶν μεϑ' ὑμᾶς, καὶ ἔσονται ὑμῖν κατόχιμοι εἰς τὸν αἰῶνα· τῶν ἀδελϕῶν ὑμῶν τῶν υἱῶν Ισραηλ ἕκαστος τὸν ἀδελϕὸν αὐτοῦ οὐ κατατενεῖ αὐτὸν ἐν τοῖς μόχϑοις.
Verse: 47    
᾽Εὰν δὲ εὕρῃ χεὶρ τοῦ προσηλύτου τοῦ παροίκου τοῦ παρὰ σοὶ καὶ ἀπορηϑεὶς ἀδελϕός σου πραϑῇ τῷ προσηλύτῳ τῷ παροίκῳ τῷ παρὰ σοὶ ἐκ γενετῆς προσηλύτῳ,
Verse: 48    
μετὰ τὸ πραϑῆναι αὐτῷ λύτρωσις ἔσται αὐτῷ· εἷς τῶν ἀδελϕῶν αὐτοῦ λυτρώσεται αὐτόν,
Verse: 49    
ἀδελϕὸς πατρὸς αὐτοῦ υἱὸς ἀδελϕοῦ πατρὸς λυτρώσεται αὐτὸν ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ ἐκ τῆς ϕυλῆς αὐτοῦ λυτρώσεται αὐτόν· ἐὰν δὲ εὐπορηϑεὶς ταῖς χερσὶν λυτρώσηται ἑαυτόν,
Verse: 50    
καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους, οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ, ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀϕέσεως, καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισϑίου· ἔτος ἐξ ἔτους ἔσται μετ' αὐτοῦ.
Verse: 51    
ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν , πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ·
Verse: 52    
ἐὰν δὲ ὀλίγον καταλειϕϑῇ ἀπὸ τῶν ἐτῶν εἰς τὸν ἐνιαυτὸν τῆς ἀϕέσεως, καὶ συλλογιεῖται αὐτῷ κατὰ τὰ ἔτη αὐτοῦ, καὶ ἀποδώσει τὰ λύτρα αὐτοῦ.
Verse: 53    
ὡς μισϑωτὸς ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἔσται μετ' αὐτοῦ· οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχϑῳ ἐνώπιόν σου.
Verse: 54    
ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα, ἐξελεύσεται ἐν τῷ ἔτει τῆς ἀϕέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετ' αὐτοῦ.
Verse: 55    
ὅτι ἐμοὶ οἱ υἱοὶ Ισραηλ οἰκέται, παῖδές μου οὗτοί εἰσιν, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ϑεὸς ὑμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.