TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 116
Previous part

Chapter: 26 
Verse: 1    Οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα οὐδὲ γλυπτὰ οὐδὲ στήλην ἀναστήσετε ὑμῖν οὐδὲ λίϑον σκοπὸν ϑήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆσαι αὐτῷ· ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν.
Verse: 2    
τὰ σάββατά μου ϕυλάξεσϑε καὶ ἀπὸ τῶν ἁγίων μου ϕοβηϑήσεσϑε· ἐγώ εἰμι κύριος.
Verse: 3    
᾽Εὰν τοῖς προστάγμασίν μου πορεύησϑε καὶ τὰς ἐντολάς μου ϕυλάσσησϑε καὶ ποιήσητε αὐτάς,
Verse: 4    
καὶ δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν·
Verse: 5    
καὶ καταλήμψεται ὑμῖν ἀλοητὸς τὸν τρύγητον, καὶ τρύγητος καταλήμψεται τὸν σπόρον, καὶ ϕάγεσϑε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν καὶ κατοικήσετε μετὰ ἀσϕαλείας ἐπὶ τῆς γῆς ὑμῶν.
Verse: 6    
καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν, καὶ κοιμηϑήσεσϑε, καὶ οὐκ ἔσται ὑμᾶς ἐκϕοβῶν, καὶ ἀπολῶ ϑηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν.
Verse: 7    
καὶ διώξεσϑε τοὺς ἐχϑροὺς ὑμῶν, καὶ πεσοῦνται ἐναντίον ὑμῶν ϕόνῳ·
Verse: 8    
καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας, καὶ πεσοῦνται οἱ ἐχϑροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ.
Verse: 9    
καὶ ἐπιβλέψω ἐϕ' ὑμᾶς καὶ αὐξανῶ ὑμᾶς καὶ πληϑυνῶ ὑμᾶς καὶ στήσω τὴν διαϑήκην μου μεϑ' ὑμῶν.
Verse: 10    
καὶ ϕάγεσϑε παλαιὰ καὶ παλαιὰ παλαιῶν καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε.
Verse: 11    
καὶ ϑήσω τὴν διαϑήκην μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ψυχή μου ὑμᾶς·
Verse: 12    
καὶ ἐμπεριπατήσω ἐν ὑμῖν καὶ ἔσομαι ὑμῶν ϑεός, καὶ ὑμεῖς ἔσεσϑέ μου λαός.
Verse: 13    
ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὄντων ὑμῶν δούλων καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν καὶ ἤγαγον ὑμᾶς μετὰ παρρησίας.
Verse: 14    
᾽Εὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα,
Verse: 15    
ἀλλὰ ἀπειϑήσητε αὐτοῖς καὶ τοῖς κρίμασίν μου προσοχϑίσῃ ψυχὴ ὑμῶν ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου ὥστε διασκεδάσαι τὴν διαϑήκην μου,
Verse: 16    
καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν καὶ ἐπισυστήσω ἐϕ' ὑμᾶς τὴν ἀπορίαν τήν τε ψώραν καὶ τὸν ἴκτερον καὶ σϕακελίζοντας τοὺς ὀϕϑαλμοὺς ὑμῶν καὶ τὴν ψυχὴν ὑμῶν ἐκτήκουσαν, καὶ σπερεῖτε διὰ κενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμῶν·
Verse: 17    
καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐϕ' ὑμᾶς, καὶ πεσεῖσϑε ἐναντίον τῶν ἐχϑρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς, καὶ ϕεύξεσϑε οὐϑενὸς διώκοντος ὑμᾶς.
Verse: 18    
καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου, καὶ προσϑήσω τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν
Verse: 19    
καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηϕανίας ὑμῶν καὶ ϑήσω τὸν οὐρανὸν ὑμῖν σιδηροῦν καὶ τὴν γῆν ὑμῶν ὡσεὶ χαλκῆν,
Verse: 20    
καὶ ἔσται εἰς κενὸν ἰσχὺς ὑμῶν, καὶ οὐ δώσει γῆ ὑμῶν τὸν σπόρον αὐτῆς, καὶ τὸ ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ.
Verse: 21    
καὶ ἐὰν μετὰ ταῦτα πορεύησϑε πλάγιοι καὶ μὴ βούλησϑε ὑπακούειν μου, προσϑήσω ὑμῖν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμῶν
Verse: 22    
καὶ ἀποστελῶ ἐϕ' ὑμᾶς τὰ ϑηρία τὰ ἄγρια τῆς γῆς, καὶ κατέδεται ὑμᾶς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς, καὶ ἐρημωϑήσονται αἱ ὁδοὶ ὑμῶν.
Verse: 23    
καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευϑῆτε, ἀλλὰ πορεύησϑε πρός με πλάγιοι,
Verse: 24    
πορεύσομαι κἀγὼ μεϑ' ὑμῶν ϑυμῷ πλαγίῳ καὶ πατάξω ὑμᾶς κἀγὼ ἑπτάκις ἀντὶ τῶν ἁμαρτιῶν ὑμῶν
Verse: 25    
καὶ ἐπάξω ἐϕ' ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαϑήκης, καὶ καταϕεύξεσϑε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ ϑάνατον εἰς ὑμᾶς, καὶ παραδοϑήσεσϑε εἰς χεῖρας ἐχϑρῶν.
Verse: 26    
ἐν τῷ ϑλῖψαι ὑμᾶς σιτοδείᾳ ἄρτων καὶ πέψουσιν δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνὶ καὶ ἀποδώσουσιν τοὺς ἄρτους ὑμῶν ἐν σταϑμῷ, καὶ ϕάγεσϑε καὶ οὐ μὴ ἐμπλησϑῆτε.
Verse: 27    
ἐὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου καὶ πορεύησϑε πρός με πλάγιοι,
Verse: 28    
καὶ αὐτὸς πορεύσομαι μεϑ' ὑμῶν ἐν ϑυμῷ πλαγίῳ καὶ παιδεύσω ὑμᾶς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμῶν,
Verse: 29    
καὶ ϕάγεσϑε τὰς σάρκας τῶν υἱῶν ὑμῶν καὶ τὰς σάρκας τῶν ϑυγατέρων ὑμῶν ϕάγεσϑε·
Verse: 30    
καὶ ἐρημώσω τὰς στήλας ὑμῶν καὶ ἐξολεϑρεύσω τὰ ξύλινα χειροποίητα ὑμῶν καὶ ϑήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν, καὶ προσοχϑιεῖ ψυχή μου ὑμῖν·
Verse: 31    
καὶ ϑήσω τὰς πόλεις ὑμῶν ἐρήμους καὶ ἐξερημώσω τὰ ἅγια ὑμῶν καὶ οὐ μὴ ὀσϕρανϑῶ τῆς ὀσμῆς τῶν ϑυσιῶν ὑμῶν·
Verse: 32    
καὶ ἐξερημώσω ἐγὼ τὴν γῆν ὑμῶν, καὶ ϑαυμάσονται ἐπ' αὐτῇ οἱ ἐχϑροὶ ὑμῶν οἱ ἐνοικοῦντες ἐν αὐτῇ·
Verse: 33    
καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔϑνη, καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα· καὶ ἔσται γῆ ὑμῶν ἔρημος, καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι.
Verse: 34    
τότε εὐδοκήσει γῆ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς, καὶ ὑμεῖς ἔσεσϑε ἐν τῇ γῇ τῶν ἐχϑρῶν ὑμῶν· τότε σαββατιεῖ γῆ καὶ εὐδοκήσει τὰ σάββατα αὐτῆς.
Verse: 35    
πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ οὐκ ἐσαββάτισεν ἐν τοῖς σαββάτοις ὑμῶν, ἡνίκα κατῳκεῖτε αὐτήν.
Verse: 36    
καὶ τοῖς καταλειϕϑεῖσιν ἐξ ὑμῶν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχϑρῶν αὐτῶν, καὶ διώξεται αὐτοὺς ϕωνὴ ϕύλλου ϕερομένου, καὶ ϕεύξονται ὡς ϕεύγοντες ἀπὸ πολέμου καὶ πεσοῦνται οὐϑενὸς διώκοντος·
Verse: 37    
καὶ ὑπερόψεται ἀδελϕὸς τὸν ἀδελϕὸν ὡσεὶ ἐν πολέμῳ οὐϑενὸς κατατρέχοντος, καὶ οὐ δυνήσεσϑε ἀντιστῆναι τοῖς ἐχϑροῖς ὑμῶν.
Verse: 38    
καὶ ἀπολεῖσϑε ἐν τοῖς ἔϑνεσιν, καὶ κατέδεται ὑμᾶς γῆ τῶν ἐχϑρῶν ὑμῶν.
Verse: 39    
καὶ οἱ καταλειϕϑέντες ἀϕ' ὑμῶν καταϕϑαρήσονται διὰ τὰς ἁμαρτίας ὑμῶν, ἐν τῇ γῇ τῶν ἐχϑρῶν αὐτῶν τακήσονται.
Verse: 40    
καὶ ἐξαγορεύσουσιν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν, ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με, καὶ ὅτι ἐπορεύϑησαν ἐναντίον μου πλάγιοι,
Verse: 41    
καὶ ἐγὼ ἐπορεύϑην μετ' αὐτῶν ἐν ϑυμῷ πλαγίῳ καὶ ἀπολῶ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχϑρῶν αὐτῶν· τότε ἐντραπήσεται καρδία αὐτῶν ἀπερίτμητος, καὶ τότε εὐδοκήσουσιν τὰς ἁμαρτίας αὐτῶν.
Verse: 42    
καὶ μνησϑήσομαι τῆς διαϑήκης Ιακωβ καὶ τῆς διαϑήκης Ισαακ καὶ τῆς διαϑήκης Αβρααμ μνησϑήσομαι καὶ τῆς γῆς μνησϑήσομαι.
Verse: 43    
καὶ γῆ ἐγκαταλειϕϑήσεται ὑπ' αὐτῶν· τότε προσδέξεται γῆ τὰ σάββατα αὐτῆς ἐν τῷ ἐρημωϑῆναι αὐτὴν δι' αὐτούς, καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας, ἀνϑ' ὧν τὰ κρίματά μου ὑπερεῖδον καὶ τοῖς προστάγμασίν μου προσώχϑισαν τῇ ψυχῇ αὐτῶν.
Verse: 44    
καὶ οὐδ' ὧς ὄντων αὐτῶν ἐν τῇ γῇ τῶν ἐχϑρῶν αὐτῶν οὐχ ὑπερεῖδον αὐτοὺς οὐδὲ προσώχϑισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτοὺς τοῦ διασκεδάσαι τὴν διαϑήκην μου τὴν πρὸς αὐτούς· ὅτι ἐγώ εἰμι κύριος ϑεὸς αὐτῶν.
Verse: 45    
καὶ μνησϑήσομαι αὐτῶν τῆς διαϑήκης τῆς προτέρας, ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας ἔναντι τῶν ἐϑνῶν τοῦ εἶναι αὐτῶν ϑεός· ἐγώ εἰμι κύριος.
Verse: 46    
Ταῦτα τὰ κρίματα καὶ τὰ προστάγματα καὶ νόμος, ὃν ἔδωκεν κύριος ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον τῶν υἱῶν Ισραηλ ἐν τῷ ὄρει Σινα ἐν χειρὶ Μωυσῆ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.