TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 117
Previous part

Chapter: 27 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς αὐτοῖς ῝Ος ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ κυρίῳ,
Verse: 3    
ἔσται τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς, ἔσται αὐτοῦ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταϑμῷ τῷ ἁγίῳ,
Verse: 4    
τῆς δὲ ϑηλείας ἔσται συντίμησις τριάκοντα δίδραχμα.
Verse: 5    
ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα, τῆς δὲ ϑηλείας δέκα δίδραχμα.
Verse: 6    
ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς ἔσται τιμὴ τοῦ ἄρσενος πέντε δίδραχμα ἀργυρίου, τῆς δὲ ϑηλείας τρία δίδραχμα.
Verse: 7    
ἐὰν δὲ ἀπὸ ἑξηκονταετῶν καὶ ἐπάνω, ἐὰν μὲν ἄρσεν , ἔσται τιμὴ πεντεκαίδεκα δίδραχμα ἀργυρίου, ἐὰν δὲ ϑήλεια, δέκα δίδραχμα.
Verse: 8    
ἐὰν δὲ ταπεινὸς τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ἱερεύς· καϑάπερ ἰσχύει χεὶρ τοῦ εὐξαμένου, τιμήσεται αὐτὸν ἱερεύς.
Verse: 9    
᾽Εὰν δὲ ἀπὸ τῶν κτηνῶν τῶν προσϕερομένων ἀπ' αὐτῶν δῶρον τῷ κυρίῳ, ὃς ἂν δῷ ἀπὸ τούτων τῷ κυρίῳ, ἔσται ἅγιον.
Verse: 10    
οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρῷ οὐδὲ πονηρὸν καλῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃ αὐτὸ κτῆνος κτήνει, ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια.
Verse: 11    
ἐὰν δὲ πᾶν κτῆνος ἀκάϑαρτον, ἀϕ' ὧν οὐ προσϕέρεται ἀπ' αὐτῶν δῶρον τῷ κυρίῳ, στήσει τὸ κτῆνος ἔναντι τοῦ ἱερέως,
Verse: 12    
καὶ τιμήσεται αὐτὸ ἱερεὺς ἀνὰ μέσον καλοῦ καὶ ἀνὰ μέσον πονηροῦ, καὶ καϑότι ἂν τιμήσεται ἱερεύς, οὕτως στήσεται.
Verse: 13    
ἐὰν δὲ λυτρούμενος λυτρώσηται αὐτό, προσϑήσει τὸ ἐπίπεμπτον πρὸς τὴν τιμὴν αὐτοῦ.
Verse: 14    
Καὶ ἄνϑρωπος, ὃς ἂν ἁγιάσῃ τὴν οἰκίαν αὐτοῦ ἁγίαν τῷ κυρίῳ, καὶ τιμήσεται αὐτὴν ἱερεὺς ἀνὰ μέσον καλῆς καὶ ἀνὰ μέσον πονηρᾶς· ὡς ἂν τιμήσεται αὐτὴν ἱερεύς, οὕτως σταϑήσεται.
Verse: 15    
ἐὰν δὲ ἁγιάσας αὐτὴν λυτρῶται τὴν οἰκίαν αὐτοῦ, προσϑήσει ἐπ' αὐτὸ τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου τῆς τιμῆς, καὶ ἔσται αὐτῷ.
Verse: 16    
᾽Εὰν δὲ ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ ἁγιάσῃ ἄνϑρωπος τῷ κυρίῳ, καὶ ἔσται τιμὴ κατὰ τὸν σπόρον αὐτοῦ, κόρου κριϑῶν πεντήκοντα δίδραχμα ἀργυρίου.
Verse: 17    
ἐὰν δὲ ἀπὸ τοῦ ἐνιαυτοῦ τῆς ἀϕέσεως ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, κατὰ τὴν τιμὴν αὐτοῦ στήσεται.
Verse: 18    
ἐὰν δὲ ἔσχατον μετὰ τὴν ἄϕεσιν ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, προσλογιεῖται αὐτῷ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα ἕως εἰς τὸν ἐνιαυτὸν τῆς ἀϕέσεως, καὶ ἀνϑυϕαιρεϑήσεται ἀπὸ τῆς συντιμήσεως αὐτοῦ.
Verse: 19    
ἐὰν δὲ λυτρῶται τὸν ἀγρὸν ἁγιάσας αὐτόν, προσϑήσει τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου πρὸς τὴν τιμὴν αὐτοῦ, καὶ ἔσται αὐτῷ.
Verse: 20    
ἐὰν δὲ μὴ λυτρῶται τὸν ἀγρὸν καὶ ἀποδῶται τὸν ἀγρὸν ἀνϑρώπῳ ἑτέρῳ, οὐκέτι μὴ λυτρώσηται αὐτόν,
Verse: 21    
ἀλλ' ἔσται ἀγρὸς ἐξεληλυϑυίας τῆς ἀϕέσεως ἅγιος τῷ κυρίῳ ὥσπερ γῆ ἀϕωρισμένη· τῷ ἱερεῖ ἔσται κατάσχεσις
Verse: 22    
᾽Εὰν δὲ ἀπὸ τοῦ ἀγροῦ, οὗ κέκτηται, ὃς οὐκ ἔστιν ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ, ἁγιάσῃ τῷ κυρίῳ,
Verse: 23    
λογιεῖται πρὸς αὐτὸν ἱερεὺς τὸ τέλος τῆς τιμῆς ἐκ τοῦ ἐνιαυτοῦ τῆς ἀϕέσεως, καὶ ἀποδώσει τὴν τιμὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἅγιον τῷ κυρίῳ·
Verse: 24    
καὶ ἐν τῷ ἐνιαυτῷ τῆς ἀϕέσεως ἀποδοϑήσεται ἀγρὸς τῷ ἀνϑρώπῳ, παρ' οὗ κέκτηται αὐτόν, οὗ ἦν κατάσχεσις τῆς γῆς.
Verse: 25    
καὶ πᾶσα τιμὴ ἔσται σταϑμίοις ἁγίοις· εἴκοσι ὀβολοὶ ἔσται τὸ δίδραχμον.
Verse: 26    
Καὶ πᾶν πρωτότοκον, ἂν γένηται ἐν τοῖς κτήνεσίν σου, ἔσται τῷ κυρίῳ, καὶ οὐ καϑαγιάσει οὐϑεὶς αὐτό· ἐάν τε μόσχον ἐάν τε πρόβατον, τῷ κυρίῳ ἐστίν.
Verse: 27    
ἐὰν δὲ τῶν τετραπόδων τῶν ἀκαϑάρτων, ἀλλάξει κατὰ τὴν τιμὴν αὐτοῦ καὶ προσϑήσει τὸ ἐπίπεμπτον πρὸς αὐτό, καὶ ἔσται αὐτῷ· ἐὰν δὲ μὴ λυτρῶται, πραϑήσεται κατὰ τὸ τίμημα αὐτοῦ.
Verse: 28    
πᾶν δὲ ἀνάϑεμα, ἐὰν ἀναϑῇ ἄνϑρωπος τῷ κυρίῳ ἀπὸ πάντων, ὅσα αὐτῷ ἐστιν, ἀπὸ ἀνϑρώπου ἕως κτήνους καὶ ἀπὸ ἀγροῦ κατασχέσεως αὐτοῦ, οὐκ ἀποδώσεται οὐδὲ λυτρώσεται· πᾶν ἀνάϑεμα ἅγιον ἁγίων ἔσται τῷ κυρίῳ.
Verse: 29    
καὶ πᾶν, ἐὰν ἀνατεϑῇ ἀπὸ τῶν ἀνϑρώπων, οὐ λυτρωϑήσεται, ἀλλὰ ϑανάτῳ ϑανατωϑήσεται.
Verse: 30    
Πᾶσα δεκάτη τῆς γῆς ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ τοῦ καρποῦ τοῦ ξυλίνου τῷ κυρίῳ ἐστίν, ἅγιον τῷ κυρίῳ.
Verse: 31    
ἐὰν δὲ λυτρῶται λύτρῳ ἄνϑρωπος τὴν δεκάτην αὐτοῦ, τὸ ἐπίπεμπτον προσϑήσει πρὸς αὐτό, καὶ ἔσται αὐτῷ.
Verse: 32    
καὶ πᾶσα δεκάτη βοῶν καὶ προβάτων καὶ πᾶν, ἐὰν ἔλϑῃ ἐν τῷ ἀριϑμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ κυρίῳ.
Verse: 33    
οὐκ ἀλλάξεις καλὸν πονηρῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃς αὐτό, καὶ τὸ ἄλλαγμα αὐτοῦ ἔσται ἅγιον, οὐ λυτρωϑήσεται.
Verse: 34    
Αὗταί εἰσιν αἱ ἐντολαί, ἃς ἐνετείλατο κύριος τῷ Μωυσῇ πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ὄρει Σινα. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.