TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 97
Previous part

Chapter: 7 
Verse: 1    Καὶ οὗτος νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας· ἅγια ἁγίων ἐστίν.
Verse: 2    
ἐν τόπῳ, οὗ σϕάζουσιν τὸ ὁλοκαύτωμα, σϕάξουσιν τὸν κριὸν τῆς πλημμελείας ἔναντι κυρίου, καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ ϑυσιαστηρίου κύκλῳ.
Verse: 3    
καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπ' αὐτοῦ, καὶ τὴν ὀσϕὺν καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσϑια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσϑίων
Verse: 4    
καὶ τοὺς δύο νεϕροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος [σὺν τοῖς νεϕροῖς περιελεῖ αὐτά],
Verse: 5    
καὶ ἀνοίσει αὐτὰ ἱερεὺς ἐπὶ τὸ ϑυσιαστήριον κάρπωμα τῷ κυρίῳ· περὶ πλημμελείας ἐστίν.
Verse: 6    
πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά, ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά· ἅγια ἁγίων ἐστίν.
Verse: 7    
ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας, οὕτω καὶ τὸ τῆς πλημμελείας, νόμος εἷς αὐτῶν· ἱερεύς, ὅστις ἐξιλάσεται ἐν αὐτῷ, αὐτῷ ἔσται.
Verse: 8    
καὶ ἱερεὺς προσάγων ὁλοκαύτωμα ἀνϑρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως, ἧς αὐτὸς προσϕέρει, αὐτῷ ἔσται.
Verse: 9    
καὶ πᾶσα ϑυσία, ἥτις ποιηϑήσεται ἐν τῷ κλιβάνῳ, καὶ πᾶσα, ἥτις ποιηϑήσεται ἐπ' ἐσχάρας ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσϕέροντος αὐτήν, αὐτῷ ἔσται.
Verse: 10    
καὶ πᾶσα ϑυσία ἀναπεποιημένη ἐν ἐλαίῳ καὶ μὴ ἀναπεποιημένη πᾶσι τοῖς υἱοῖς Ααρων ἔσται, ἑκάστῳ τὸ ἴσον.
Verse: 11    
Οὗτος νόμος ϑυσίας σωτηρίου, ἣν προσοίσουσιν κυρίῳ.
Verse: 12    
ἐὰν μὲν περὶ αἰνέσεως προσϕέρῃ αὐτήν, καὶ προσοίσει ἐπὶ τῆς ϑυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ, λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ καὶ σεμίδαλιν πεϕυραμένην ἐν ἐλαίῳ·
Verse: 13    
ἐπ' ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ ϑυσίᾳ αἰνέσεως σωτηρίου.
Verse: 14    
καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ ἀϕαίρεμα κυρίῳ· τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται.
Verse: 15    
καὶ τὰ κρέα ϑυσίας αἰνέσεως σωτηρίου αὐτῷ ἔσται καὶ ἐν ἡμέρᾳ δωρεῖται, βρωϑήσεται· οὐ καταλείψουσιν ἀπ' αὐτοῦ εἰς τὸ πρωί.
Verse: 16    
κἂν εὐχή, ἑκούσιον ϑυσιάζῃ τὸ δῶρον αὐτοῦ, ἂν ἡμέρᾳ προσαγάγῃ τὴν ϑυσίαν αὐτοῦ, βρωϑήσεται καὶ τῇ αὔριον·
Verse: 17    
καὶ τὸ καταλειϕϑὲν ἀπὸ τῶν κρεῶν τῆς ϑυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυϑήσεται.
Verse: 18    
ἐὰν δὲ ϕαγὼν ϕάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχϑήσεται αὐτῷ τῷ προσϕέροντι αὐτό, οὐ λογισϑήσεται αὐτῷ, μίασμά ἐστιν· δὲ ψυχή, ἥτις ἐὰν ϕάγῃ ἀπ' αὐτοῦ, τὴν ἁμαρτίαν λήμψεται.
Verse: 19    
καὶ κρέα, ὅσα ἂν ἅψηται παντὸς ἀκαϑάρτου, οὐ βρωϑήσεται, ἐν πυρὶ κατακαυϑήσεται. πᾶς καϑαρὸς ϕάγεται κρέα.
Verse: 20    
δὲ ψυχή, ἥτις ἐὰν ϕάγῃ ἀπὸ τῶν κρεῶν τῆς ϑυσίας τοῦ σωτηρίου, ἐστιν κυρίου, καὶ ἀκαϑαρσία αὐτοῦ ἐπ' αὐτοῦ, ἀπολεῖται ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.
Verse: 21    
καὶ ψυχή, ἂν ἅψηται παντὸς πράγματος ἀκαϑάρτου ἀπὸ ἀκαϑαρσίας ἀνϑρώπου τῶν τετραπόδων τῶν ἀκαϑάρτων παντὸς βδελύγματος ἀκαϑάρτου καὶ ϕάγῃ ἀπὸ τῶν κρεῶν τῆς ϑυσίας τοῦ σωτηρίου, ἐστιν κυρίου, ἀπολεῖται ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.
Verse: 22    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 23    
Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Πᾶν στέαρ βοῶν καὶ προβάτων καὶ αἰγῶν οὐκ ἔδεσϑε.
Verse: 24    
καὶ στέαρ ϑνησιμαίων καὶ ϑηριάλωτον ποιηϑήσεται εἰς πᾶν ἔργον καὶ εἰς βρῶσιν οὐ βρωϑήσεται.
Verse: 25    
πᾶς ἔσϑων στέαρ ἀπὸ τῶν κτηνῶν, ὧν προσάξει αὐτῶν κάρπωμα κυρίῳ, ἀπολεῖται ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς.
Verse: 26    
πᾶν αἷμα οὐκ ἔδεσϑε ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν ἀπό τε τῶν πετεινῶν καὶ ἀπὸ τῶν κτηνῶν.
Verse: 27    
πᾶσα ψυχή, ἄν ϕάγῃ αἷμα, ἀπολεῖται ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς.
Verse: 28    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 29    
Καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ῾Ο προσϕέρων ϑυσίαν σωτηρίου κυρίῳ οἴσει τὸ δῶρον αὐτοῦ κυρίῳ ἀπὸ τῆς ϑυσίας τοῦ σωτηρίου.
Verse: 30    
αἱ χεῖρες αὐτοῦ προσοίσουσιν τὰ καρπώματα κυρίῳ· τὸ στέαρ τὸ ἐπὶ τοῦ στηϑυνίου καὶ τὸν λοβὸν τοῦ ἥπατος, προσοίσει αὐτὰ ὥστε ἐπιϑεῖναι δόμα ἔναντι κυρίου.
Verse: 31    
καὶ ἀνοίσει ἱερεὺς τὸ στέαρ ἐπὶ τοῦ ϑυσιαστηρίου, καὶ ἔσται τὸ στηϑύνιον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ.
Verse: 32    
καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀϕαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν ϑυσιῶν τοῦ σωτηρίου ὑμῶν·
Verse: 33    
προσϕέρων τὸ αἷμα τοῦ σωτηρίου καὶ τὸ στέαρ ἀπὸ τῶν υἱῶν Ααρων, αὐτῷ ἔσται βραχίων δεξιὸς ἐν μερίδι.
Verse: 34    
τὸ γὰρ στηϑύνιον τοῦ ἐπιϑέματος καὶ τὸν βραχίονα τοῦ ἀϕαιρέματος εἴληϕα παρὰ τῶν υἱῶν Ισραηλ ἀπὸ τῶν ϑυσιῶν τοῦ σωτηρίου ὑμῶν καὶ ἔδωκα αὐτὰ Ααρων τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ισραηλ.
Verse: 35    
Αὕτη χρῖσις Ααρων καὶ χρῖσις τῶν υἱῶν αὐτοῦ ἀπὸ τῶν καρπωμάτων κυρίου ἐν ἡμέρᾳ προσηγάγετο αὐτοὺς τοῦ ἱερατεύειν τῷ κυρίῳ,
Verse: 36    
καϑὰ ἐνετείλατο κύριος δοῦναι αὐτοῖς ἡμέρᾳ ἔχρισεν αὐτούς, παρὰ τῶν υἱῶν Ισραηλ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν.
Verse: 37    
οὗτος νόμος τῶν ὁλοκαυτωμάτων καὶ ϑυσίας καὶ περὶ ἁμαρτίας καὶ τῆς πλημμελείας καὶ τῆς τελειώσεως καὶ τῆς ϑυσίας τοῦ σωτηρίου,
Verse: 38    
ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ ἐν τῷ ὄρει Σινα ἡμέρᾳ ἐνετείλατο τοῖς υἱοῖς Ισραηλ προσϕέρειν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.