TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 98
Previous part

Chapter: 8 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Λαβὲ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανοῦν τῶν ἀζύμων
Verse: 3    
καὶ πᾶσαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 4    
καὶ ἐποίησεν Μωυσῆς ὃν τρόπον συνέταξεν αὐτῷ κύριος, καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 5    
καὶ εἶπεν Μωυσῆς τῇ συναγωγῇ Τοῦτό ἐστιν τὸ ῥῆμα, ἐνετείλατο κύριος ποιῆσαι.
Verse: 6    
καὶ προσήνεγκεν Μωυσῆς τὸν Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἔλουσεν αὐτοὺς ὕδατι·
Verse: 7    
καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτῶνα καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέϑηκεν ἐπ' αὐτὸν τὴν ἐπωμίδα καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τῆς ἐπωμίδος καὶ συνέσϕιγξεν αὐτὸν ἐν αὐτῇ·
Verse: 8    
καὶ ἐπέϑηκεν ἐπ' αὐτὴν τὸ λογεῖον καὶ ἐπέϑηκεν ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήϑειαν·
Verse: 9    
καὶ ἐπέϑηκεν τὴν μίτραν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ ἐπέϑηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτοῦ τὸ πέταλον τὸ χρυσοῦν τὸ καϑηγιασμένον ἅγιον, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 10    
καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως
Verse: 11    
καὶ ἔρρανεν ἀπ' αὐτοῦ ἐπὶ τὸ ϑυσιαστήριον ἑπτάκις καὶ ἔχρισεν τὸ ϑυσιαστήριον καὶ ἡγίασεν αὐτὸ καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ καὶ ἡγίασεν αὐτά· καὶ ἔχρισεν τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἡγίασεν αὐτήν.
Verse: 12    
καὶ ἐπέχεεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεϕαλὴν Ααρων καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν.
Verse: 13    
καὶ προσήγαγεν Μωυσῆς τοὺς υἱοὺς Ααρων καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέϑηκεν αὐτοῖς κιδάρεις, καϑάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 14    
καὶ προσήγαγεν Μωυσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέϑηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεϕαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας.
Verse: 15    
καὶ ἔσϕαξεν αὐτὸν καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ αἵματος καὶ ἐπέϑηκεν ἐπὶ τὰ κέρατα τοῦ ϑυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ καὶ ἐκαϑάρισεν τὸ ϑυσιαστήριον· καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ ϑυσιαστηρίου καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασϑαι ἐπ' αὐτοῦ.
Verse: 16    
καὶ ἔλαβεν Μωυσῆς πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσϑίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος καὶ ἀμϕοτέρους τοὺς νεϕροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, καὶ ἀνήνεγκεν Μωυσῆς ἐπὶ τὸ ϑυσιαστήριον·
Verse: 17    
καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτοῦ καὶ τὰ κρέα αὐτοῦ καὶ τὴν κόπρον αὐτοῦ καὶ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 18    
καὶ προσήγαγεν Μωυσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα, καὶ ἐπέϑηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεϕαλὴν τοῦ κριοῦ.
Verse: 19    
καὶ ἔσϕαξεν Μωυσῆς τὸν κριόν, καὶ προσέχεεν Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ ϑυσιαστήριον κύκλῳ.
Verse: 20    
καὶ τὸν κριὸν ἐκρεανόμησεν κατὰ μέλη καὶ ἀνήνεγκεν Μωυσῆς τὴν κεϕαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ·
Verse: 21    
καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι καὶ ἀνήνεγκεν Μωυσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ ϑυσιαστήριον· ὁλοκαύτωμα, ἐστιν εἰς ὀσμὴν εὐωδίας, κάρπωμά ἐστιν τῷ κυρίῳ, καϑάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ.
Verse: 22    
καὶ προσήγαγεν Μωυσῆς τὸν κριὸν τὸν δεύτερον, κριὸν τελειώσεως· καὶ ἐπέϑηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεϕαλὴν τοῦ κριοῦ.
Verse: 23    
καὶ ἔσϕαξεν αὐτὸν καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ καὶ ἐπέϑηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ααρων τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ.
Verse: 24    
καὶ προσήγαγεν Μωυσῆς τοὺς υἱοὺς Ααρων, καὶ ἐπέϑηκεν Μωυσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν, καὶ προσέχεεν Μωυσῆς τὸ αἷμα ἐπὶ τὸ ϑυσιαστήριον κύκλῳ.
Verse: 25    
καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσϕὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεϕροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν·
Verse: 26    
καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως τοῦ ὄντος ἔναντι κυρίου ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέϑηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν·
Verse: 27    
καὶ ἐπέϑηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ααρων καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἀϕαίρεμα ἔναντι κυρίου.
Verse: 28    
καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν, καὶ ἀνήνεγκεν αὐτὰ Μωυσῆς ἐπὶ τὸ ϑυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως, ἐστιν ὀσμὴ εὐωδίας· κάρπωμά ἐστιν τῷ κυρίῳ.
Verse: 29    
καὶ λαβὼν Μωυσῆς τὸ στηϑύνιον ἀϕεῖλεν αὐτὸ ἐπίϑεμα ἔναντι κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καὶ ἐγένετο Μωυσῇ ἐν μερίδι, καϑὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ.
Verse: 30    
καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ ϑυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ καὶ ἡγίασεν Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ.
Verse: 31    
καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ ῾Εψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ καὶ ἐκεῖ ϕάγεσϑε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι λέγων Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ϕάγονται αὐτά·
Verse: 32    
καὶ τὸ καταλειϕϑὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαυϑήσεται.
Verse: 33    
καὶ ἀπὸ τῆς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσϑε ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωϑῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν.
Verse: 34    
καϑάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἐνετείλατο κύριος τοῦ ποιῆσαι ὥστε ἐξιλάσασϑαι περὶ ὑμῶν.
Verse: 35    
καὶ ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καϑήσεσϑε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα· ϕυλάξεσϑε τὰ ϕυλάγματα κυρίου, ἵνα μὴ ἀποϑάνητε· οὕτως γὰρ ἐνετείλατό μοι κύριος ϑεός.
Verse: 36    
καὶ ἐποίησεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους, οὓς συνέταξεν κύριος τῷ Μωυσῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.