TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 99
Previous part

Chapter: 9 
Verse: 1    Καὶ ἐγενήϑη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκάλεσεν Μωυσῆς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν Ισραηλ.
Verse: 2    
καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Λαβὲ σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου·
Verse: 3    
καὶ τῇ γερουσίᾳ Ισραηλ λάλησον λέγων Λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα,
Verse: 4    
καὶ μόσχον καὶ κριὸν εἰς ϑυσίαν σωτηρίου ἔναντι κυρίου καὶ σεμίδαλιν πεϕυραμένην ἐν ἐλαίῳ, ὅτι σήμερον κύριος ὀϕϑήσεται ἐν ὑμῖν.
Verse: 5    
καὶ ἔλαβον, καϑὸ ἐνετείλατο Μωυσῆς, ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσῆλϑεν πᾶσα συναγωγὴ καὶ ἔστησαν ἔναντι κυρίου.
Verse: 6    
καὶ εἶπεν Μωυσῆς Τοῦτο τὸ ῥῆμα, εἶπεν κύριος, ποιήσατε, καὶ ὀϕϑήσεται ἐν ὑμῖν δόξα κυρίου.
Verse: 7    
καὶ εἶπεν Μωυσῆς τῷ Ααρων Πρόσελϑε πρὸς τὸ ϑυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν, καϑάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ.
Verse: 8    
καὶ προσῆλϑεν Ααρων πρὸς τὸ ϑυσιαστήριον καὶ ἔσϕαξεν τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας·
Verse: 9    
καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν, καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέϑηκεν ἐπὶ τὰ κέρατα τοῦ ϑυσιαστηρίου καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ ϑυσιαστηρίου·
Verse: 10    
καὶ τὸ στέαρ καὶ τοὺς νεϕροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ ϑυσιαστήριον, ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ·
Verse: 11    
καὶ τὰ κρέα καὶ τὴν βύρσαν, κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς.
Verse: 12    
καὶ ἔσϕαξεν τὸ ὁλοκαύτωμα· καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεεν ἐπὶ τὸ ϑυσιαστήριον κύκλῳ·
Verse: 13    
καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτῷ κατὰ μέλη, αὐτὰ καὶ τὴν κεϕαλήν, καὶ ἐπέϑηκεν ἐπὶ τὸ ϑυσιαστήριον·
Verse: 14    
καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέϑηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ ϑυσιαστήριον.
Verse: 15    
καὶ προσήνεγκαν τὸ δῶρον τοῦ λαοῦ· καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ καὶ ἔσϕαξεν αὐτὸ καϑὰ καὶ τὸ πρῶτον.
Verse: 16    
καὶ προσήνεγκεν τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό, ὡς καϑήκει.
Verse: 17    
καὶ προσήνεγκεν τὴν ϑυσίαν καὶ ἔπλησεν τὰς χεῖρας ἀπ' αὐτῆς καὶ ἐπέϑηκεν ἐπὶ τὸ ϑυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωινοῦ.
Verse: 18    
καὶ ἔσϕαξεν τὸν μόσχον καὶ τὸν κριὸν τῆς ϑυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ· καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεεν πρὸς τὸ ϑυσιαστήριον κύκλῳ·
Verse: 19    
καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου καὶ τοῦ κριοῦ, τὴν ὀσϕὴν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας καὶ τοὺς δύο νεϕροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος,
Verse: 20    
καὶ ἐπέϑηκεν τὰ στέατα ἐπὶ τὰ στηϑύνια, καὶ ἀνήνεγκαν τὰ στέατα ἐπὶ τὸ ϑυσιαστήριον.
Verse: 21    
καὶ τὸ στηϑύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀϕεῖλεν Ααρων ἀϕαίρεμα ἔναντι κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 22    
καὶ ἐξάρας Ααρων τὰς χεῖρας ἐπὶ τὸν λαὸν εὐλόγησεν αὐτούς· καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου.
Verse: 23    
καὶ εἰσῆλϑεν Μωυσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξελϑόντες εὐλόγησαν πάντα τὸν λαόν, καὶ ὤϕϑη δόξα κυρίου παντὶ τῷ λαῷ.
Verse: 24    
καὶ ἐξῆλϑεν πῦρ παρὰ κυρίου καὶ κατέϕαγεν τὰ ἐπὶ τοῦ ϑυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα, καὶ εἶδεν πᾶς λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.