TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 514
Previous part

Book: Macc.I 
ΜΑΚΚΑΒΑΙΩΝ Α'


Chapter: 1 
Verse: 1    Καὶ ἐγένετο μετὰ τὸ πατάξαι ᾽Αλέξανδρον τὸν Φιλίππου Μακεδόνα, ὃς ἐξῆλϑεν ἐκ γῆς Χεττιιμ, καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ, πρότερον ἐπὶ τὴν ῾Ελλάδα.
Verse: 2    
καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων καὶ ἔσϕαξεν βασιλεῖς τῆς γῆς·
Verse: 3    
καὶ διῆλϑεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβεν σκῦλα πλήϑους ἐϑνῶν. καὶ ἡσύχασεν γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώϑη, καὶ ἐπήρϑη καρδία αὐτοῦ.
Verse: 4    
καὶ συνῆξεν δύναμιν ἰσχυρὰν σϕόδρα καὶ ἦρξεν χωρῶν ἐϑνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς ϕόρον.
Verse: 5    
καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποϑνῄσκει.
Verse: 6    
καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συνεκτρόϕους αὐτοῦ ἐκ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι αὐτοῦ ζῶντος.
Verse: 7    
καὶ ἐβασίλευσεν ᾽Αλέξανδρος ἔτη δώδεκα καὶ ἀπέϑανεν.
Verse: 8    
καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ.
Verse: 9    
καὶ ἐπέϑεντο πάντες διαδήματα μετὰ τὸ ἀποϑανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλήϑυναν κακὰ ἐν τῇ γῇ.
Verse: 10    
καὶ ἐξῆλϑεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς ᾽Αντίοχος ᾽Επιϕανὴς υἱὸς ᾽Αντιόχου τοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν ῾Ρώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας ῾Ελλήνων.
Verse: 11    
᾽Εν ταῖς ἡμέραις ἐκείναις ἐξῆλϑον ἐξ Ισραηλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες Πορευϑῶμεν καὶ διαϑώμεϑα διαϑήκην μετὰ τῶν ἐϑνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀϕ' ἧς ἐχωρίσϑημεν ἀπ' αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά.
Verse: 12    
καὶ ἠγαϑύνϑη λόγος ἐν ὀϕϑαλμοῖς αὐτῶν,
Verse: 13    
καὶ προεϑυμήϑησάν τινες ἀπὸ τοῦ λαοῦ καὶ ἐπορεύϑησαν πρὸς τὸν βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐϑνῶν.
Verse: 14    
καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ιεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐϑνῶν
Verse: 15    
καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαϑήκης ἁγίας καὶ ἐζευγίσϑησαν τοῖς ἔϑνεσιν καὶ ἐπράϑησαν τοῦ ποιῆσαι τὸ πονηρόν.
Verse: 16    
Καὶ ἡτοιμάσϑη βασιλεία ἐνώπιον ᾽Αντιόχου, καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας.
Verse: 17    
καὶ εἰσῆλϑεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασιν καὶ ἐλέϕασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν στόλῳ μεγάλῳ
Verse: 18    
καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔϕυγεν, καὶ ἔπεσον τραυματίαι πολλοί.
Verse: 19    
καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ, καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου.
Verse: 20    
καὶ ἐπέστρεψεν ᾽Αντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει καὶ ἀνέβη ἐπὶ Ισραηλ καὶ ἀνέβη εἰς Ιεροσόλυμα ἐν ὄχλῳ βαρεῖ.
Verse: 21    
καὶ εἰσῆλϑεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηϕανίᾳ καὶ ἔλαβεν τὸ ϑυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν λυχνίαν τοῦ ϕωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς
Verse: 22    
καὶ τὴν τράπεζαν τῆς προϑέσεως καὶ τὰ σπονδεῖα καὶ τὰς ϕιάλας καὶ τὰς ϑυίσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεϕάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐλέπισεν πάντα·
Verse: 23    
καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιϑυμητὰ καὶ ἔλαβεν τοὺς ϑησαυροὺς τοὺς ἀποκρύϕους, οὓς εὗρεν·
Verse: 24    
καὶ λαβὼν πάντα ἀπῆλϑεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησεν ϕονοκτονίαν καὶ ἐλάλησεν ὑπερηϕανίαν μεγάλην.
Verse: 25    
καὶ ἐγένετο πένϑος μέγα ἐπὶ Ισραηλ ἐν παντὶ τόπῳ αὐτῶν.
Verse: 26    
καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρϑένοι καὶ νεανίσκοι ἠσϑένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώϑη.
Verse: 27    
πᾶς νυμϕίος ἀνέλαβεν ϑρῆνον, καὶ καϑημένη ἐν παστῷ ἐπένϑει.
Verse: 28    
καὶ ἐσείσϑη γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν, καὶ πᾶς οἶκος Ιακωβ ἐνεδύσατο αἰσχύνην.
Verse: 29    
Μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν βασιλεὺς ἄρχοντα ϕορολογίας εἰς τὰς πόλεις Ιουδα, καὶ ἦλϑεν εἰς Ιερουσαλημ ἐν ὄχλῳ βαρεῖ.
Verse: 30    
καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐνεπίστευσαν αὐτῷ. καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ισραηλ.
Verse: 31    
καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως καὶ ἐνέπρησεν αὐτὴν πυρὶ καὶ καϑεῖλεν τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη κύκλῳ.
Verse: 32    
καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας καὶ τὰ τέκνα, καὶ τὰ κτήνη ἐκληρονόμησαν.
Verse: 33    
καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυιδ τείχει μεγάλῳ καὶ ὀχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν.
Verse: 34    
καὶ ἔϑηκαν ἐκεῖ ἔϑνος ἁμαρτωλόν, ἄνδρας παρανόμους, καὶ ἐνίσχυσαν ἐν αὐτῇ.
Verse: 35    
καὶ παρέϑεντο ὅπλα καὶ τροϕὴν καὶ συναγαγόντες τὰ σκῦλα Ιερουσαλημ ἀπέϑεντο ἐκεῖ καὶ ἐγένοντο εἰς μεγάλην παγίδα.
Verse: 36    
καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι καὶ εἰς διάβολον πονηρὸν τῷ Ισραηλ διὰ παντός.
Verse: 37    
καὶ ἐξέχεαν αἷμα ἀϑῷον κύκλῳ τοῦ ἁγιάσματος καὶ ἐμόλυναν τὸ ἁγίασμα.
Verse: 38    
καὶ ἔϕυγον οἱ κάτοικοι Ιερουσαλημ δι' αὐτούς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν.
Verse: 39    
τὸ ἁγίασμα αὐτῆς ἠρημώϑη ὡς ἔρημος, αἱ ἑορταὶ αὐτῆς ἐστράϕησαν εἰς πένϑος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν, τιμὴ αὐτῆς εἰς ἐξουδένωσιν.
Verse: 40    
κατὰ τὴν δόξαν αὐτῆς ἐπληϑύνϑη ἀτιμία αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράϕη εἰς πένϑος.
Verse: 41    
Καὶ ἔγραψεν βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας εἰς λαὸν ἕνα
Verse: 42    
καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ. καὶ ἐπεδέξαντο πάντα τὰ ἔϑνη κατὰ τὸν λόγον τοῦ βασιλέως.
Verse: 43    
καὶ πολλοὶ ἀπὸ Ισραηλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ καὶ ἔϑυσαν τοῖς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον.
Verse: 44    
καὶ ἀπέστειλεν βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα πορευϑῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς
Verse: 45    
καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ ϑυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς
Verse: 46    
καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους,
Verse: 47    
οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἰδώλια καὶ ϑύειν ὕεια καὶ κτήνη κοινὰ
Verse: 48    
καὶ ἀϕιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαϑάρτῳ καὶ βεβηλώσει
Verse: 49    
ὥστε ἐπιλαϑέσϑαι τοῦ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα·
Verse: 50    
καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸν λόγον τοῦ βασιλέως, ἀποϑανεῖται.
Verse: 51    
κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψεν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαὸν καὶ ἐνετείλατο ταῖς πόλεσιν Ιουδα ϑυσιάζειν κατὰ πόλιν καὶ πόλιν.
Verse: 52    
καὶ συνηϑροίσϑησαν ἀπὸ τοῦ λαοῦ πολλοὶ πρὸς αὐτούς, πᾶς ἐγκαταλείπων τὸν νόμον, καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ
Verse: 53    
καὶ ἔϑεντο τὸν Ισραηλ ἐν κρύϕοις ἐν παντὶ ϕυγαδευτηρίῳ αὐτῶν.
Verse: 54    
καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελευ τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ᾠκοδόμησεν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ ϑυσιαστήριον. καὶ ἐν πόλεσιν Ιουδα κύκλῳ ᾠκοδόμησαν βωμούς·
Verse: 55    
καὶ ἐπὶ τῶν ϑυρῶν τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐϑυμίων.
Verse: 56    
καὶ τὰ βιβλία τοῦ νόμου, εὗρον, ἐνεπύρισαν ἐν πυρὶ κατασχίσαντες.
Verse: 57    
καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαϑήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐϑανάτου αὐτόν.
Verse: 58    
ἐν ἰσχύι αὐτῶν ἐποίουν τῷ Ισραηλ τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσιν.
Verse: 59    
καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς ϑυσιάζοντες ἐπὶ τὸν βωμόν, ὃς ἦν ἐπὶ τοῦ ϑυσιαστηρίου.
Verse: 60    
καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐϑανάτωσαν κατὰ τὸ πρόσταγμα
Verse: 61    
καὶ ἐκρέμασαν τὰ βρέϕη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν καὶ τοὺς περιτετμηκότας αὐτούς.
Verse: 62    
καὶ πολλοὶ ἐν Ισραηλ ἐκραταιώϑησαν καὶ ὠχυρώϑησαν ἐν αὑτοῖς τοῦ μὴ ϕαγεῖν κοινὰ
Verse: 63    
καὶ ἐπεδέξαντο ἀποϑανεῖν, ἵνα μὴ μιανϑῶσιν τοῖς βρώμασιν καὶ μὴ βεβηλώσωσιν διαϑήκην ἁγίαν, καὶ ἀπέϑανον.
Verse: 64    
καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ισραηλ σϕόδρα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.