TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 523
Previous part

Chapter: 10 
Verse: 1    Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη ᾽Αλέξανδρος τοῦ ᾽Αντιόχου ᾽Επιϕανὴς καὶ κατελάβετο Πτολεμαίδα, καὶ ἐπεδέξαντο αὐτόν, καὶ ἐβασίλευσεν ἐκεῖ.
Verse: 2    
καὶ ἤκουσεν Δημήτριος βασιλεὺς καὶ συνήγαγεν δυνάμεις πολλὰς σϕόδρα καὶ ἐξῆλϑεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον.
Verse: 3    
καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναϑαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν·
Verse: 4    
εἶπεν γάρ Προϕϑάσωμεν τοῦ εἰρήνην ϑεῖναι μετ' αὐτῶν πρὶν ϑεῖναι αὐτὸν μετὰ ᾽Αλεξάνδρου καϑ' ἡμῶν·
Verse: 5    
μνησϑήσεται γὰρ πάντων τῶν κακῶν, ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελϕοὺς αὐτοῦ καὶ εἰς τὸ ἔϑνος.
Verse: 6    
καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ.
Verse: 7    
καὶ ἦλϑεν Ιωναϑαν εἰς Ιερουσαλημ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας.
Verse: 8    
καὶ ἐϕοβήϑησαν ϕόβον μέγαν, ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δύναμιν.
Verse: 9    
καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ιωναϑαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν.
Verse: 10    
καὶ ᾤκησεν Ιωναϑαν ἐν Ιερουσαλημ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν.
Verse: 11    
καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόϑεν ἐκ λίϑων τετραπόδων εἰς ὀχύρωσιν, καὶ ἐποίησαν οὕτως.
Verse: 12    
καὶ ἔϕυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησεν Βακχίδης,
Verse: 13    
καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλϑεν εἰς τὴν γῆν αὐτοῦ·
Verse: 14    
πλὴν ἐν Βαιϑσουροις ὑπελείϕϑησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα· ἦν γὰρ εἰς ϕυγαδευτήριον.
Verse: 15    
Καὶ ἤκουσεν ᾽Αλέξανδρος βασιλεὺς τὰς ἐπαγγελίας, ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ιωναϑαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαϑίας, ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, καὶ τοὺς κόπους, οὓς ἔσχον,
Verse: 16    
καὶ εἶπεν Μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν ϕίλον καὶ σύμμαχον ἡμῶν.
Verse: 17    
καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων
Verse: 18    
Βασιλεὺς ᾽Αλέξανδρος τῷ ἀδελϕῷ Ιωναϑαν χαίρειν.
Verse: 19    
ἀκηκόαμεν περὶ σοῦ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν ϕίλος.
Verse: 20    
καὶ νῦν καϑεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔϑνους σου καὶ ϕίλον βασιλέως καλεῖσϑαί σε [καὶ ἀπέστειλεν αὐτῷ πορϕύραν καὶ στέϕανον χρυσοῦν] καὶ ϕρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν ϕιλίας πρὸς ἡμᾶς.
Verse: 21    
Καὶ ἐνεδύσατο Ιωναϑαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά.
Verse: 22    
Καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήϑη καὶ εἶπεν
Verse: 23    
Τί τοῦτο ἐποιήσαμεν ὅτι προέϕϑακεν ἡμᾶς ᾽Αλέξανδρος τοῦ ϕιλίαν καταλαβέσϑαι τοῖς Ιουδαίοις εἰς στήριγμα;
Verse: 24    
γράψω αὐτοῖς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων, ὅπως ὦσιν σὺν ἐμοὶ εἰς βοήϑειαν.
Verse: 25    
καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους Βασιλεὺς Δημήτριος τῷ ἔϑνει τῶν Ιουδαίων χαίρειν.
Verse: 26    
ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνϑήκας καὶ ἐνεμείνατε τῇ ϕιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχϑροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν.
Verse: 27    
καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαϑὰ ἀνϑ' ὧν ποιεῖτε μεϑ' ἡμῶν.
Verse: 28    
καὶ ἀϕήσομεν ὑμῖν ἀϕέματα πολλὰ καὶ δώσομεν ὑμῖν δόματα.
Verse: 29    
καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀϕίημι πάντας τοὺς Ιουδαίους ἀπὸ τῶν ϕόρων καὶ τῆς τιμῆς τοῦ ἁλὸς καὶ ἀπὸ τῶν στεϕάνων,
Verse: 30    
καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν ἀϕίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ γῆς Ιουδα καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιϑεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρίτιδος καὶ Γαλιλαίας ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον.
Verse: 31    
καὶ Ιερουσαλημ ἔστω ἁγία καὶ ἀϕειμένη καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη.
Verse: 32    
ἀϕίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν αὐτὸς ἐκλέξηται, τοῦ ϕυλάσσειν αὐτήν.
Verse: 33    
καὶ πᾶσαν ψυχὴν Ιουδαίων τὴν αἰχμαλωτισϑεῖσαν ἀπὸ γῆς Ιουδα εἰς πᾶσαν βασιλείαν μου ἀϕίημι ἐλευϑέραν δωρεάν· καὶ πάντες ἀϕιέτωσαν τοὺς ϕόρους καὶ τῶν κτηνῶν αὐτῶν.
Verse: 34    
καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς μετὰ ἑορτὴν ἔστωσαν πᾶσαι ἡμέραι ἀτελείας καὶ ἀϕέσεως πᾶσιν τοῖς Ιουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου,
Verse: 35    
καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος.
Verse: 36    
καὶ προγραϕήτωσαν τῶν Ιουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοϑήσεται αὐτοῖς ξένια, ὡς καϑήκει πάσαις ταῖς δυνάμεσιν τοῦ βασιλέως.
Verse: 37    
καὶ κατασταϑήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασιν τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταϑήσονται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπ' αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν καὶ πορευέσϑωσαν τοῖς νόμοις αὐτῶν, καϑὰ καὶ προσέταξεν βασιλεὺς ἐν γῇ Ιουδα.
Verse: 38    
καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεϑέντας τῇ Ιουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεϑήτω τῇ Ιουδαίᾳ πρὸς τὸ λογισϑῆναι τοῦ γενέσϑαι ὑϕ' ἕνα τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ' τοῦ ἀρχιερέως.
Verse: 39    
Πτολεμαίδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ιερουσαλημ εἰς τὴν καϑήκουσαν δαπάνην τοῖς ἁγίοις.
Verse: 40    
κἀγὼ δίδωμι κατ' ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων.
Verse: 41    
καὶ πᾶν τὸ πλεονάζον, οὐκ ἀπεδίδοσαν ἀπὸ τῶν χρειῶν ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου.
Verse: 42    
καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ' ἐνιαυτόν, καὶ ταῦτα ἀϕίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν.
Verse: 43    
καὶ ὅσοι ἐὰν ϕύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ ὀϕείλων βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσϑωσαν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου.
Verse: 44    
καὶ τοῦ οἰκοδομηϑῆναι καὶ ἐπικαινισϑῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ δαπάνη δοϑήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως.
Verse: 45    
καὶ τοῦ οἰκοδομηϑῆναι τὰ τείχη Ιερουσαλημ καὶ ὀχυρῶσαι κυκλόϑεν, καὶ δαπάνη δοϑήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηϑῆναι τὰ τείχη ἐν τῇ Ιουδαίᾳ.
Verse: 46    
῾Ως δὲ ἤκουσεν Ιωναϑαν καὶ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσϑησαν τῆς κακίας τῆς μεγάλης, ἧς ἐποίησεν ἐν Ισραηλ καὶ ἔϑλιψεν αὐτοὺς σϕόδρα.
Verse: 47    
καὶ εὐδόκησαν ἐν ᾽Αλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας.
Verse: 48    
Καὶ συνήγαγεν ᾽Αλέξανδρος βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου.
Verse: 49    
καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔϕυγεν παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ᾽Αλέξανδρος καὶ ἴσχυσεν ἐπ' αὐτούς·
Verse: 50    
καὶ ἐστερέωσεν τὸν πόλεμον σϕόδρα, ἕως ἔδυ ἥλιος, καὶ ἔπεσεν Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 51    
Καὶ ἀπέστειλεν ᾽Αλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων
Verse: 52    
᾽Επεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐνεκάϑισα ἐπὶ ϑρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν
Verse: 53    
καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ παρεμβολὴ αὐτοῦ ὑϕ' ἡμῶν, καὶ ἐκαϑίσαμεν ἐπὶ ϑρόνου βασιλείας αὐτοῦ·
Verse: 54    
καὶ νῦν στήσωμεν πρὸς αὑτοὺς ϕιλίαν, καὶ νῦν δός μοι τὴν ϑυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου.
Verse: 55    
Καὶ ἀπεκρίϑη Πτολεμαῖος βασιλεὺς λέγων ᾽Αγαϑὴ ἡμέρα, ἐν ἐπέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάϑισας ἐπὶ ϑρόνου βασιλείας αὐτῶν.
Verse: 56    
καὶ νῦν ποιήσω σοι ἔγραψας, ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι, καϑὼς εἴρηκας.
Verse: 57    
Καὶ ἐξῆλϑεν Πτολεμαῖος ἐξ Αἰγύπτου, αὐτὸς καὶ Κλεοπάτρα ϑυγάτηρ αὐτοῦ, καὶ ἦλϑεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.
Verse: 58    
καὶ ἀπήντησεν αὐτῷ ᾽Αλέξανδρος βασιλεύς, καὶ ἐξέδετο αὐτῷ Κλεοπάτραν τὴν ϑυγατέρα αὐτοῦ καὶ ἐποίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι καϑὼς οἱ βασιλεῖς ἐν δόξῃ μεγάλῃ.
Verse: 59    
καὶ ἔγραψεν ᾽Αλέξανδρος βασιλεὺς Ιωναϑη ἐλϑεῖν εἰς συνάντησιν αὐτῷ.
Verse: 60    
καὶ ἐπορεύϑη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς ϕίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρεν χάριν ἐνώπιον αὐτῶν.
Verse: 61    
καὶ ἐπισυνήχϑησαν ἐπ' αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ισραηλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ' αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς βασιλεύς.
Verse: 62    
καὶ προσέταξεν βασιλεὺς καὶ ἐξέδυσαν Ιωναϑαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορϕύραν, καὶ ἐποίησαν οὕτως.
Verse: 63    
καὶ ἐκάϑισεν αὐτὸν βασιλεὺς μετ' αὐτοῦ καὶ εἶπεν τοῖς ἄρχουσιν αὐτοῦ ᾽Εξέλϑατε μετ' αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ' αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου.
Verse: 64    
καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ, καϑὼς ἐκήρυξεν, καὶ περιβεβλημένον αὐτὸν πορϕύραν, καὶ ἔϕυγον πάντες.
Verse: 65    
καὶ ἐδόξασεν αὐτὸν βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων ϕίλων καὶ ἔϑετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην.
Verse: 66    
καὶ ἐπέστρεψεν Ιωναϑαν εἰς Ιερουσαλημ μετ' εἰρήνης καὶ εὐϕροσύνης.
Verse: 67    
Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλϑεν Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ.
Verse: 68    
καὶ ἤκουσεν ᾽Αλέξανδρος βασιλεὺς καὶ ἐλυπήϑη σϕόδρα καὶ ὑπέστρεψεν εἰς ᾽Αντιόχειαν.
Verse: 69    
καὶ κατέστησεν Δημήτριος ᾽Απολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγεν δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐπὶ Ιάμνειαν· καὶ ἀπέστειλεν πρὸς Ιωναϑαν τὸν ἀρχιερέα λέγων
Verse: 70    
Σὺ μονώτατος ἐπαίρῃ ἐϕ' ἡμᾶς, ἐγὼ δὲ ἐγενήϑην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ· καὶ διὰ τί σὺ ἐξουσιάζῃ ἐϕ' ἡμᾶς ἐν τοῖς ὄρεσι;
Verse: 71    
νῦν οὖν εἰ πέποιϑας ἐπὶ ταῖς δυνάμεσίν σου, κατάβηϑι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριϑῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ' ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων.
Verse: 72    
ἐρώτησον καὶ μάϑε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηϑοῦντες ἡμῖν, καὶ λέγουσιν Οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν, ὅτι δὶς ἐτροπώϑησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν.
Verse: 73    
καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστιν λίϑος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ ϕυγεῖν.
Verse: 74    
῾Ως δὲ ἤκουσεν Ιωναϑαν τῶν λόγων ᾽Απολλωνίου, ἐκινήϑη τῇ διανοίᾳ καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρῶν καὶ ἐξῆλϑεν ἐξ Ιερουσαλημ, καὶ συνήντησεν αὐτῷ Σιμων ἀδελϕὸς αὐτοῦ ἐπὶ βοήϑειαν αὐτῷ.
Verse: 75    
καὶ παρενέβαλεν ἐπὶ Ιοππην, καὶ ἀπέκλεισαν αὐτὴν οἱ ἐκ τῆς πόλεως, ὅτι ϕρουρὰ ᾽Απολλωνίου ἐν Ιοππη· καὶ ἐπολέμησαν αὐτήν,
Verse: 76    
καὶ ϕοβηϑέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ιωναϑαν Ιοππης.
Verse: 77    
καὶ ἤκουσεν ᾽Απολλώνιος καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύϑη εἰς ῎Αζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆϑος ἵππου καὶ πεποιϑέναι ἐπ' αὐτῇ.
Verse: 78    
καὶ κατεδίωξεν ὀπίσω αὐτοῦ εἰς ῎Αζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον.
Verse: 79    
καὶ ἀπέλιπεν Απολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισϑεν αὐτῶν.
Verse: 80    
καὶ ἔγνω Ιωναϑαν ὅτι ἔστιν ἔνεδρον κατόπισϑεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίϑεν ἕως δείλης·
Verse: 81    
δὲ λαὸς εἱστήκει, καϑὼς ἐπέταξεν Ιωναϑαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν.
Verse: 82    
καὶ εἵλκυσεν Σιμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψεν πρὸς τὴν ϕάλαγγα, γὰρ ἵππος ἐξελύϑη, καὶ συνετρίβησαν ὑπ' αὐτοῦ καὶ ἔϕυγον,
Verse: 83    
καὶ ἵππος ἐσκορπίσϑη ἐν τῷ πεδίῳ. καὶ ἔϕυγον εἰς ῎Αζωτον καὶ εἰσῆλϑον εἰς Βηϑδαγων τὸ εἰδώλιον αὐτῶν τοῦ σωϑῆναι.
Verse: 84    
καὶ ἐνεπύρισεν Ιωναϑαν τὴν ῎Αζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγων καὶ τοὺς συμϕυγόντας εἰς αὐτὸ ἐνεπύρισεν πυρί.
Verse: 85    
καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισϑεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους.
Verse: 86    
καὶ ἀπῆρεν ἐκεῖϑεν Ιωναϑαν καὶ παρενέβαλεν ἐπὶ ᾽Ασκαλῶνα, καὶ ἐξῆλϑον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ.
Verse: 87    
καὶ ἐπέστρεψεν Ιωναϑαν εἰς Ιερουσαλημ σὺν τοῖς παρ' αὐτοῦ ἔχοντες σκῦλα πολλά.
Verse: 88    
καὶ ἐγένετο ὡς ἤκουσεν ᾽Αλέξανδρος βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέϑετο ἔτι δοξάσαι τὸν Ιωναϑαν·
Verse: 89    
καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔϑος ἐστὶν δίδοσϑαι τοῖς συγγενέσιν τῶν βασιλέων, καὶ ἔδωκεν αὐτῷ τὴν Ακκαρων καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.