TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 524
Previous part

Chapter: 11 
Verse: 1    Καὶ βασιλεὺς Αἰγύπτου ἤϑροισεν δυνάμεις πολλὰς ὡς ἄμμος παρὰ τὸ χεῖλος τῆς ϑαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας ᾽Αλεξάνδρου δόλῳ καὶ προσϑεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ.
Verse: 2    
καὶ ἐξῆλϑεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς, καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ, ὅτι ἐντολὴ ἦν ᾽Αλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενϑερὸν αὐτοῦ εἶναι·
Verse: 3    
ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαῖος, ἀπέτασσε τὰς δυνάμεις ϕρουρὰν ἐν ἑκάστῃ πόλει.
Verse: 4    
ὡς δὲ ἤγγισαν Αζώτου, ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγων ἐμπεπυρισμένον καὶ ῎Αζωτον καὶ τὰ περιπόλια αὐτῆς καϑῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους, οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ· ἐποίησαν γὰρ ϑιμωνιὰς αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ.
Verse: 5    
καὶ διηγήσαντο τῷ βασιλεῖ ἐποίησεν Ιωναϑαν εἰς τὸ ψογίσαι αὐτόν· καὶ ἐσίγησεν βασιλεύς.
Verse: 6    
καὶ συνήντησεν Ιωναϑαν τῷ βασιλεῖ εἰς Ιοππην μετὰ δόξης, καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήϑησαν ἐκεῖ.
Verse: 7    
καὶ ἐπορεύϑη Ιωναϑαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου ᾽Ελευϑέρου καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ.
Verse: 8    
δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραϑαλασσίας καὶ διελογίζετο περὶ ᾽Αλεξάνδρου λογισμοὺς πονηρούς.
Verse: 9    
καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων Δεῦρο συνϑώμεϑα πρὸς ἑαυτοὺς διαϑήκην, καὶ δώσω σοι τὴν ϑυγατέρα μου, ἣν εἶχεν ᾽Αλέξανδρος, καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου·
Verse: 10    
μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν ϑυγατέρα μου, ἐζήτησεν γὰρ ἀποκτεῖναί με.
Verse: 11    
καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιϑυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ·
Verse: 12    
καὶ ἀϕελόμενος αὐτοῦ τὴν ϑυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοιώϑη τῷ ᾽Αλεξάνδρῳ, καὶ ἐϕάνη ἔχϑρα αὐτῶν.
Verse: 13    
καὶ εἰσῆλϑεν Πτολεμαῖος εἰς ᾽Αντιόχειαν καὶ περιέϑετο τὸ διάδημα τῆς ᾽Ασίας· καὶ περιέϑετο δύο διαδήματα περὶ τὴν κεϕαλὴν αὐτοῦ, τὸ τῆς Αἰγύπτου καὶ ᾽Ασίας.
Verse: 14    
᾽Αλέξανδρος δὲ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων.
Verse: 15    
καὶ ἤκουσεν ᾽Αλέξανδρος καὶ ἦλϑεν ἐπ' αὐτὸν ἐν πολέμῳ. καὶ ἐξήγαγεν Πτολεμαῖος καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν·
Verse: 16    
καὶ ἔϕυγεν ᾽Αλέξανδρος εἰς τὴν ᾽Αραβίαν τοῦ σκεπασϑῆναι αὐτὸν ἐκεῖ, δὲ βασιλεὺς Πτολεμαῖος ὑψώϑη.
Verse: 17    
καὶ ἀϕεῖλεν Ζαβδιηλ ῎Αραψ τὴν κεϕαλὴν ᾽Αλεξάνδρου καὶ ἀπέστειλεν τῷ Πτολεμαίῳ.
Verse: 18    
καὶ βασιλεὺς Πτολεμαῖος ἀπέϑανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν αὐτοῦ ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασιν.
Verse: 19    
καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.
Verse: 20    
᾽Εν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν Ιωναϑαν τοὺς ἐκ τῆς Ιουδαίας τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν Ιερουσαλημ καὶ ἐποίησεν ἐπ' αὐτὴν μηχανὰς πολλάς.
Verse: 21    
καὶ ἐπορεύϑησάν τινες μισοῦντες τὸ ἔϑνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ιωναϑαν περικάϑηται τὴν ἄκραν.
Verse: 22    
καὶ ἀκούσας ὠργίσϑη· ὡς δὲ ἤκουσεν, εὐϑέως ἀναζεύξας ἦλϑεν εἰς Πτολεμαίδα καὶ ἔγραψεν Ιωναϑαν τοῦ μὴ περικαϑῆσϑαι καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαίδα τὴν ταχίστην.
Verse: 23    
ὡς δὲ ἤκουσεν Ιωναϑαν, ἐκέλευσεν περικαϑῆσϑαι καὶ ἐπέλεξεν τῶν πρεσβυτέρων Ισραηλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ·
Verse: 24    
καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα καὶ ἐπορεύϑη πρὸς τὸν βασιλέα εἰς Πτολεμαίδα καὶ εὗρεν χάριν ἐναντίον αὐτοῦ.
Verse: 25    
καὶ ἐνετύγχανον κατ' αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔϑνους.
Verse: 26    
καὶ ἐποίησεν αὐτῷ βασιλεὺς καϑὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν ἐναντίον τῶν ϕίλων αὐτοῦ πάντων.
Verse: 27    
καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχεν τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων ϕίλων ἡγεῖσϑαι.
Verse: 28    
καὶ ἠξίωσεν Ιωναϑαν τὸν βασιλέα ποιῆσαι τὴν Ιουδαίαν ἀϕορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια.
Verse: 29    
καὶ εὐδόκησεν βασιλεὺς καὶ ἔγραψεν τῷ Ιωναϑαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον
Verse: 30    
Βασιλεὺς Δημήτριος Ιωναϑαν τῷ ἀδελϕῷ χαίρειν καὶ ἔϑνει Ιουδαίων.
Verse: 31    
τὸ ἀντίγραϕον τῆς ἐπιστολῆς, ἧς ἐγράψαμεν Λασϑένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν, γεγράϕαμεν καὶ πρὸς ὑμᾶς, ὅπως εἰδῆτε.
Verse: 32    
Βασιλεὺς Δημήτριος Λασϑένει τῷ πατρὶ χαίρειν.
Verse: 33    
τῷ ἔϑνει τῶν Ιουδαίων ϕίλοις ἡμῶν καὶ συντηροῦσιν τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαϑὸν ποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς.
Verse: 34    
ἑστάκαμεν αὐτοῖς τά τε ὅρια τῆς Ιουδαίας καὶ τοὺς τρεῖς νομοὺς Αϕαιρεμα καὶ Λυδδα καὶ Ραϑαμιν· προσετέϑησαν τῇ Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρίτιδος καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσιν τοῖς ϑυσιάζουσιν εἰς Ιεροσόλυμα ἀντὶ τῶν βασιλικῶν, ὧν ἐλάμβανεν βασιλεὺς παρ' αὐτῶν τὸ πρότερον κατ' ἐνιαυτὸν ἀπὸ τῶν γενημάτων τῆς γῆς καὶ τῶν ἀκροδρύων.
Verse: 35    
καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεϕάνους, πάντα ἐπαρκέσομεν αὐτοῖς.
Verse: 36    
καὶ οὐκ ἀϑετηϑήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον.
Verse: 37    
νῦν οὖν ἐπιμέλεσϑε τοῦ ποιῆσαι τούτων ἀντίγραϕον, καὶ δοϑήτω Ιωναϑαν καὶ τεϑήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ.
Verse: 38    
Καὶ εἶδεν Δημήτριος βασιλεὺς ὅτι ἡσύχασεν γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνϑειστήκει, καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτοῦ, ἕκαστον εἰς τὸν ἴδιον τόπον, πλὴν τῶν ξένων δυνάμεων, ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐϑνῶν· καὶ ἤχϑραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις αἱ ἀπὸ τῶν πατέρων.
Verse: 39    
Τρύϕων δὲ ἦν τῶν παρὰ ᾽Αλεξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσιν κατὰ τοῦ Δημητρίου, καὶ ἐπορεύϑη πρὸς Ιμαλκουε τὸν ῎Αραβα, ὃς ἔτρεϕεν ᾽Αντίοχον τὸ παιδάριον τὸν τοῦ ᾽Αλεξάνδρου.
Verse: 40    
καὶ προσήδρευεν αὐτῷ, ὅπως παραδοῖ αὐτὸν αὐτῷ, ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ· καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσεν Δημήτριος καὶ τὴν ἔχϑραν, ἣν ἐχϑραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ, καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς.
Verse: 41    
καὶ ἀπέστειλεν Ιωναϑαν πρὸς Δημήτριον τὸν βασιλέα, ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ιερουσαλημ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν· ἦσαν γὰρ πολεμοῦντες τὸν Ισραηλ.
Verse: 42    
καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναϑαν λέγων Οὐ ταῦτα μόνον ποιήσω σοι καὶ τῷ ἔϑνει σου, ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔϑνος σου, ἐὰν εὐκαιρίας τύχω·
Verse: 43    
νῦν οὖν ὀρϑῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας, οἳ συμμαχήσουσίν μοι, ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου.
Verse: 44    
καὶ ἀπέστειλεν Ιωναϑαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύι αὐτῷ εἰς ᾽Αντιόχειαν, καὶ ἦλϑον πρὸς τὸν βασιλέα, καὶ ηὐϕράνϑη βασιλεὺς ἐπὶ τῇ ἐϕόδῳ αὐτῶν.
Verse: 45    
καὶ ἐπισυνήχϑησαν οἱ ἀπὸ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα.
Verse: 46    
καὶ ἔϕυγεν βασιλεὺς εἰς τὴν αὐλήν, καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως καὶ ἤρξαντο πολεμεῖν.
Verse: 47    
καὶ ἐκάλεσεν βασιλεὺς τοὺς Ιουδαίους ἐπὶ βοήϑειαν, καὶ ἐπισυνήχϑησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τῇ πόλει καὶ ἀπέκτειναν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα·
Verse: 48    
καὶ ἐνεπύρισαν τὴν πόλιν καὶ ἔλαβον σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἔσωσαν τὸν βασιλέα.
Verse: 49    
καὶ εἶδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ Ιουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο, καὶ ἠσϑένησαν ταῖς διανοίαις αὐτῶν καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως λέγοντες
Verse: 50    
Δὸς ἡμῖν δεξιὰς καὶ παυσάσϑωσαν οἱ Ιουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν.
Verse: 51    
καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην. καὶ ἐδοξάσϑησαν οἱ Ιουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ ἔχοντες σκῦλα πολλά.
Verse: 52    
καὶ ἐκάϑισεν Δημήτριος βασιλεὺς ἐπὶ ϑρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡσύχασεν γῆ ἐνώπιον αὐτοῦ.
Verse: 53    
καὶ ἐψεύσατο πάντα, ὅσα εἶπεν, καὶ ἠλλοτριώϑη τῷ Ιωναϑαν καὶ οὐκ ἀνταπέδωκεν τὰς εὐνοίας, ἃς ἀνταπέδωκεν αὐτῷ, καὶ ἔϑλιβεν αὐτὸν σϕόδρα.
Verse: 54    
Μετὰ δὲ ταῦτα ἀπέστρεψεν Τρύϕων καὶ ᾽Αντίοχος μετ' αὐτοῦ παιδάριον νεώτερον· καὶ ἐβασίλευσεν καὶ ἐπέϑετο διάδημα.
Verse: 55    
καὶ ἐπισυνήχϑησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ἃς ἀπεσκοράκισεν Δημήτριος, καὶ ἐπολέμησαν πρὸς αὐτόν, καὶ ἔϕυγεν καὶ ἐτροπώϑη.
Verse: 56    
καὶ ἔλαβεν Τρύϕων τὰ ϑηρία καὶ κατεκράτησεν τῆς ᾽Αντιοχείας.
Verse: 57    
καὶ ἔγραψεν ᾽Αντίοχος νεώτερος Ιωναϑη λέγων ῞Ιστημί σοι τὴν ἀρχιερωσύνην καὶ καϑίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν καὶ εἶναί σε τῶν ϕίλων τοῦ βασιλέως.
Verse: 58    
καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασιν καὶ εἶναι ἐν πορϕύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν·
Verse: 59    
καὶ Σιμωνα τὸν ἀδελϕὸν αὐτοῦ κατέστησεν στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου.
Verse: 60    
καὶ ἐξῆλϑεν Ιωναϑαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσιν, καὶ ἠϑροίσϑησαν πρὸς αὐτὸν πᾶσα δύναμις Συρίας εἰς συμμαχίαν· καὶ ἦλϑεν εἰς ᾽Ασκαλῶνα, καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως.
Verse: 61    
καὶ ἀπῆλϑεν ἐκεῖϑεν εἰς Γάζαν, καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης, καὶ περιεκάϑισεν περὶ αὐτὴν καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτῆς ἐν πυρὶ καὶ ἐσκύλευσεν αὐτά.
Verse: 62    
καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης Ιωναϑαν, καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ιερουσαλημ· καὶ διῆλϑεν τὴν χώραν ἕως Δαμασκοῦ.
Verse: 63    
καὶ ἤκουσεν Ιωναϑαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κηδες τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας.
Verse: 64    
καὶ συνήντησεν αὐτοῖς, τὸν δὲ ἀδελϕὸν αὐτοῦ Σιμωνα κατέλιπεν ἐν τῇ χώρᾳ.
Verse: 65    
καὶ παρενέβαλεν Σιμων ἐπὶ Βαιϑσουρα καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν.
Verse: 66    
καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖϑεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔϑετο ἐπ' αὐτὴν ϕρουράν.
Verse: 67    
καὶ Ιωναϑαν καὶ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ τοῦ Γεννησαρ· καὶ ὤρϑρισαν τὸ πρωὶ εἰς τὸ πεδίον Ασωρ.
Verse: 68    
καὶ ἰδοὺ παρεμβολὴ ἀλλοϕύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ καὶ ἐξέβαλον ἔνεδρον ἐπ' αὐτὸν ἐν τοῖς ὄρεσιν, αὐτοὶ δὲ ἀπήντησαν ἐξ ἐναντίας.
Verse: 69    
τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον.
Verse: 70    
καὶ ἔϕυγον οἱ παρὰ Ιωναϑου πάντες, οὐδὲ εἷς κατελείϕϑη ἀπ' αὐτῶν πλὴν Ματταϑιας τοῦ Αψαλωμου καὶ Ιουδας τοῦ Χαλϕι ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων.
Verse: 71    
καὶ διέρρηξεν Ιωναϑαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέϑετο γῆν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ προσηύξατο.
Verse: 72    
καὶ ὑπέστρεψεν πρὸς αὐτοὺς πολέμῳ καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔϕυγον.
Verse: 73    
καὶ εἶδον οἱ ϕεύγοντες παρ' αὐτοῦ καὶ ἐπέστρεψαν ἐπ' αὐτὸν καὶ ἐδίωκον μετ' αὐτοῦ ἕως Κεδες ἕως τῆς παρεμβολῆς αὐτῶν καὶ παρενέβαλον ἐκεῖ.
Verse: 74    
καὶ ἔπεσον ἐκ τῶν ἀλλοϕύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους. καὶ ἐπέστρεψεν Ιωναϑαν εἰς Ιερουσαλημ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.