TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 525
Previous part

Chapter: 12 
Verse: 1    Καὶ εἶδεν Ιωναϑαν ὅτι καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπελέξατο ἄνδρας καὶ ἀπέστειλεν εἰς ῾Ρώμην στῆσαι καὶ ἀνανεώσασϑαι τὴν πρὸς αὐτοὺς ϕιλίαν.
Verse: 2    
καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά.
Verse: 3    
καὶ ἐπορεύϑησαν εἰς ῾Ρώμην καὶ εἰσῆλϑον εἰς τὸ βουλευτήριον καὶ εἶπον Ιωναϑαν ἀρχιερεὺς καὶ τὸ ἔϑνος τῶν Ιουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασϑαι τὴν ϕιλίαν ἑαυτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον.
Verse: 4    
καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ιουδα μετ' εἰρήνης.
Verse: 5    
Καὶ τοῦτο τὸ ἀντίγραϕον τῶν ἐπιστολῶν, ὧν ἔγραψεν Ιωναϑαν τοῖς Σπαρτιάταις
Verse: 6    
Ιωναϑαν ἀρχιερεὺς καὶ γερουσία τοῦ ἔϑνους καὶ οἱ ἱερεῖς καὶ λοιπὸς δῆμος τῶν Ιουδαίων Σπαρτιάταις τοῖς ἀδελϕοῖς χαίρειν.
Verse: 7    
ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ονιαν τὸν ἀρχιερέα παρὰ ᾽Αρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελϕοὶ ἡμῶν, ὡς τὸ ἀντίγραϕον ὑπόκειται.
Verse: 8    
καὶ ἐπεδέξατο Ονιας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβεν τὰς ἐπιστολάς, ἐν αἷς διεσαϕεῖτο περὶ συμμαχίας καὶ ϕιλίας.
Verse: 9    
ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν
Verse: 10    
ἐπειράϑημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελϕότητα καὶ ϕιλίαν ἀνανεώσασϑαι πρὸς τὸ μὴ ἐξαλλοτριωϑῆναι ὑμῶν· πολλοὶ γὰρ καιροὶ διῆλϑον ἀϕ' οὗ ἀπεστείλατε πρὸς ἡμᾶς.
Verse: 11    
ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καϑηκούσαις ἡμέραις μιμνῃσκόμεϑα ὑμῶν ἐϕ' ὧν προσϕέρομεν ϑυσιῶν καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελϕῶν.
Verse: 12    
εὐϕραινόμεϑα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν.
Verse: 13    
ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ ϑλίψεις καὶ πόλεμοι πολλοί, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν.
Verse: 14    
οὐκ ἠβουλόμεϑα οὖν παρενοχλῆσαι ὑμῖν καὶ τοῖς λοιποῖς συμμάχοις καὶ ϕίλοις ἡμῶν ἐν τοῖς πολέμοις τούτοις·
Verse: 15    
ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήϑειαν βοηϑοῦσαν ἡμῖν καὶ ἐρρύσϑημεν ἀπὸ τῶν ἐχϑρῶν, καὶ ἐταπεινώϑησαν οἱ ἐχϑροὶ ἡμῶν.
Verse: 16    
ἐπελέξαμεν οὖν Νουμήνιον ᾽Αντιόχου καὶ ᾽Αντίπατρον ᾽Ιάσονος καὶ ἀπεστάλκαμεν πρὸς ῾Ρωμαίους ἀνανεώσασϑαι τὴν πρὸς αὐτοὺς ϕιλίαν καὶ συμμαχίαν τὴν πρότερον.
Verse: 17    
ἐνετειλάμεϑα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευϑῆναι καὶ ἀσπάσασϑαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ' ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελϕότητος ἡμῶν.
Verse: 18    
καὶ νῦν καλῶς ποιήσετε ἀντιϕωνήσαντες ἡμῖν πρὸς ταῦτα.
Verse: 19    
Καὶ τοῦτο τὸ ἀντίγραϕον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν Ονια
Verse: 20    
῎Αρειος βασιλεὺς Σπαρτιατῶν Ονια ἱερεῖ μεγάλῳ χαίρειν.
Verse: 21    
εὑρέϑη ἐν γραϕῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ιουδαίων ὅτι εἰσὶν ἀδελϕοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους Αβρααμ.
Verse: 22    
καὶ νῦν ἀϕ' οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράϕοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν,
Verse: 23    
καὶ ἡμεῖς δὲ ἀντιγράϕομεν ὑμῖν τὰ κτήνη ὑμῶν καὶ ὕπαρξις ὑμῶν ἡμῖν ἐστιν, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν. ἐντελλόμεϑα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα.
Verse: 24    
Καὶ ἤκουσεν Ιωναϑαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν.
Verse: 25    
καὶ ἀπῆρεν ἐξ Ιερουσαλημ καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Αμαϑῖτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ.
Verse: 26    
καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτῶν, καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτῷ ὅτι οὕτως τάσσονται ἐπιπεσεῖν ἐπ' αὐτοὺς τὴν νύκτα.
Verse: 27    
ὡς δὲ ἔδυ ἥλιος, ἐπέταξεν Ιωναϑαν τοῖς παρ' αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις ἑτοιμάζεσϑαι εἰς πόλεμον δι' ὅλης τῆς νυκτὸς καὶ ἐξέβαλεν προϕύλακας κύκλῳ τῆς παρεμβολῆς.
Verse: 28    
καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ιωναϑαν καὶ οἱ παρ' αὐτοῦ εἰς πόλεμον, καὶ ἐϕοβήϑησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν.
Verse: 29    
Ιωναϑαν δὲ καὶ οἱ παρ' αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί, ἔβλεπον γὰρ τὰ ϕῶτα καιόμενα.
Verse: 30    
καὶ κατεδίωξεν Ιωναϑαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς, διέβησαν γὰρ τὸν ᾽Ελεύϑερον ποταμόν.
Verse: 31    
καὶ ἐξέκλινεν Ιωναϑαν ἐπὶ τοὺς ῎Αραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.
Verse: 32    
καὶ ἀναζεύξας ἦλϑεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ.
Verse: 33    
καὶ Σιμων ἐξῆλϑεν καὶ διώδευσεν ἕως ᾽Ασκαλῶνος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν·
Verse: 34    
ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου· καὶ ἔϑετο ἐκεῖ ϕρουράν, ὅπως ϕυλάσσωσιν αὐτήν.
Verse: 35    
καὶ ἐπέστρεψεν Ιωναϑαν καὶ ἐξεκκλησίασεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύετο μετ' αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ιουδαίᾳ
Verse: 36    
καὶ προσυψῶσαι τὰ τείχη Ιερουσαλημ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως, ἵνα αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν.
Verse: 37    
καὶ συνήχϑησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν, καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαϕεναϑα.
Verse: 38    
καὶ Σιμων ᾠκοδόμησεν τὴν Αδιδα ἐν τῇ Σεϕηλα καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησεν ϑύρας καὶ μοχλούς.
Verse: 39    
Καὶ ἐζήτησεν Τρύϕων βασιλεῦσαι τῆς ᾽Ασίας καὶ περιϑέσϑαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρα ἐπ' ᾽Αντίοχον τὸν βασιλέα.
Verse: 40    
καὶ εὐλαβήϑη μήποτε οὐκ ἐάσῃ αὐτὸν Ιωναϑαν καὶ μήποτε πολεμήσῃ πρὸς αὐτόν, καὶ ἐζήτει συλλαβεῖν αὐτὸν τοῦ ἀπολέσαι, καὶ ἀπάρας ἦλϑεν εἰς Βαιϑσαν.
Verse: 41    
καὶ ἐξῆλϑεν Ιωναϑαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἦλϑεν εἰς Βαιϑσαν.
Verse: 42    
καὶ εἶδεν Τρύϕων ὅτι ἦλϑεν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπ' αὐτὸν εὐλαβήϑη.
Verse: 43    
καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πᾶσιν τοῖς ϕίλοις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ δόματα καὶ ἐπέταξεν τοῖς ϕίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτοῦ ὡς αὑτοῦ.
Verse: 44    
καὶ εἶπεν τῷ Ιωναϑαν ῞Ινα τί ἐκόπωσας πάντα τὸν λαὸν τοῦτον πολέμου μὴ ἐνεστηκότος ἡμῖν;
Verse: 45    
καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους, οἵτινες ἔσονται μετὰ σοῦ, καὶ δεῦρο μετ' ἐμοῦ εἰς Πτολεμαίδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι· τούτου γὰρ χάριν πάρειμι.
Verse: 46    
καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησεν καϑὼς εἶπεν, καὶ ἐξαπέστειλεν τὰς δυνάμεις, καὶ ἀπῆλϑον εἰς γῆν Ιουδα.
Verse: 47    
κατέλιπεν δὲ μεϑ' ἑαυτοῦ ἄνδρας τρισχιλίους, ὧν δισχιλίους ἀϕῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλϑον αὐτῷ.
Verse: 48    
ὡς δὲ εἰσῆλϑεν Ιωναϑαν εἰς Πτολεμαίδα, ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν, καὶ πάντας τοὺς συνεισελϑόντας μετ' αὐτοῦ ἀπέκτειναν ἐν ῥομϕαίᾳ.
Verse: 49    
καὶ ἀπέστειλεν Τρύϕων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ιωναϑου.
Verse: 50    
καὶ ἐπέγνωσαν ὅτι συνελήμϕϑη καὶ ἀπόλωλεν καὶ οἱ μετ' αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον.
Verse: 51    
καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστιν, καὶ ἐπέστρεψαν.
Verse: 52    
καὶ ἦλϑον πάντες μετ' εἰρήνης εἰς γῆν Ιουδα καὶ ἐπένϑησαν τὸν Ιωναϑαν καὶ τοὺς μετ' αὐτοῦ καὶ ἐϕοβήϑησαν σϕόδρα· καὶ ἐπένϑησεν πᾶς Ισραηλ πένϑος μέγα.
Verse: 53    
καὶ ἐζήτησαν πάντα τὰ ἔϑνη τὰ κύκλῳ αὐτῶν ἐκτρῖψαι αὐτούς· εἶπον γάρ Οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηϑοῦντα· νῦν οὖν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνϑρώπων τὸ μνημόσυνον αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.