TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 526
Previous part

Chapter: 13 
Verse: 1    Καὶ ἤκουσεν Σιμων ὅτι συνήγαγεν Τρύϕων δύναμιν πολλὴν τοῦ ἐλϑεῖν εἰς γῆν Ιουδα καὶ ἐκτρῖψαι αὐτήν.
Verse: 2    
καὶ εἶδεν τὸν λαόν, ὅτι ἔντρομός ἐστιν καὶ ἔκϕοβος, καὶ ἀνέβη εἰς Ιερουσαλημ καὶ ἤϑροισεν τὸν λαὸν
Verse: 3    
καὶ παρεκάλεσεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς Αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελϕοί μου καὶ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους καὶ τὰς στενοχωρίας, ἃς εἴδομεν.
Verse: 4    
τούτου χάριν ἀπώλοντο οἱ ἀδελϕοί μου πάντες χάριν τοῦ Ισραηλ, καὶ κατελείϕϑην ἐγὼ μόνος.
Verse: 5    
καὶ νῦν μή μοι γένοιτο ϕείσασϑαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ ϑλίψεως· οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελϕῶν μου.
Verse: 6    
πλὴν ἐκδικήσω περὶ τοῦ ἔϑνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τέκνων ὑμῶν, ὅτι συνήχϑησαν πάντα τὰ ἔϑνη ἐκτρῖψαι ἡμᾶς ἔχϑρας χάριν.
Verse: 7    
καὶ ἀνεζωπύρησεν τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τοῦ ἀκοῦσαι τῶν λόγων τούτων,
Verse: 8    
καὶ ἀπεκρίϑησαν ϕωνῇ μεγάλῃ λέγοντες Σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ιουδου καὶ Ιωναϑου τοῦ ἀδελϕοῦ σου·
Verse: 9    
πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα, ὅσα ἂν εἴπῃς ἡμῖν, ποιήσομεν.
Verse: 10    
καὶ συνήγαγεν πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἐτάχυνεν τοῦ τελέσαι τὰ τείχη Ιερουσαλημ καὶ ὠχύρωσεν αὐτὴν κυκλόϑεν.
Verse: 11    
καὶ ἀπέστειλεν Ιωναϑαν τὸν τοῦ Αψαλωμου καὶ μετ' αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ιοππην, καὶ ἐξέβαλεν τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ.
Verse: 12    
Καὶ ἀπῆρεν Τρύϕων ἀπὸ Πτολεμαίδος μετὰ δυνάμεως πολλῆς ἐλϑεῖν εἰς γῆν Ιουδα, καὶ Ιωναϑαν μετ' αὐτοῦ ἐν ϕυλακῇ.
Verse: 13    
Σιμων δὲ παρενέβαλεν ἐν Αδιδοις κατὰ πρόσωπον τοῦ πεδίου.
Verse: 14    
καὶ ἐπέγνω Τρύϕων ὅτι ἀνέστη Σιμων ἀντὶ Ιωναϑου τοῦ ἀδελϕοῦ αὐτοῦ καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον, καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις λέγων
Verse: 15    
Περὶ ἀργυρίου, οὗ ὤϕειλεν Ιωναϑαν ἀδελϕός σου εἰς τὸ βασιλικὸν δι' ἃς εἶχεν χρείας, συνέχομεν αὐτόν·
Verse: 16    
καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀϕεϑεὶς ἀποστατήσῃ ἀϕ' ἡμῶν, καὶ ἀϕήσομεν αὐτόν.
Verse: 17    
καὶ ἔγνω Σιμων ὅτι δόλῳ λαλοῦσιν πρὸς αὐτόν, καὶ πέμπει τοῦ λαβεῖν τὸ ἀργύριον καὶ τὰ παιδάρια, μήποτε ἔχϑραν ἄρῃ μεγάλην πρὸς τὸν λαὸν
Verse: 18    
λέγοντες ῞Οτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια, ἀπώλετο.
Verse: 19    
καὶ ἀπέστειλεν τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα, καὶ διεψεύσατο καὶ οὐκ ἀϕῆκεν τὸν Ιωναϑαν.
Verse: 20    
καὶ μετὰ ταῦτα ἦλϑεν Τρύϕων τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν καὶ ἐκτρῖψαι αὐτήν, καὶ ἐκύκλωσαν ὁδὸν τὴν εἰς Αδωρα. καὶ Σιμων καὶ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον, οὗ ἂν ἐπορεύετο.
Verse: 21    
οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύϕωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλϑεῖν πρὸς αὐτοὺς διὰ τῆς ἐρήμου καὶ ἀποστεῖλαι αὐτοῖς τροϕάς.
Verse: 22    
καὶ ἡτοίμασεν Τρύϕων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλϑεῖν, καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ ἦν χιὼν πολλὴ σϕόδρα, καὶ οὐκ ἦλϑεν διὰ τὴν χιόνα. καὶ ἀπῆρεν καὶ ἦλϑεν εἰς τὴν Γαλααδῖτιν.
Verse: 23    
ὡς δὲ ἤγγισεν τῆς Βασκαμα, ἀπέκτεινεν τὸν Ιωναϑαν, καὶ ἐτάϕη ἐκεῖ.
Verse: 24    
καὶ ἐπέστρεψεν Τρύϕων καὶ ἀπῆλϑεν εἰς τὴν γῆν αὐτοῦ.
Verse: 25    
Καὶ ἀπέστειλεν Σιμων καὶ ἔλαβεν τὰ ὀστᾶ Ιωναϑου τοῦ ἀδελϕοῦ αὐτοῦ καὶ ἔϑαψεν αὐτὸν ἐν Μωδεϊν πόλει τῶν πατέρων αὐτοῦ.
Verse: 26    
καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένϑησαν αὐτὸν ἡμέρας πολλάς.
Verse: 27    
καὶ ᾠκοδόμησεν Σιμων ἐπὶ τὸν τάϕον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελϕῶν αὐτοῦ καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίϑῳ ξεστῷ ἐκ τῶν ὄπισϑεν καὶ ἔμπροσϑεν.
Verse: 28    
καὶ ἔστησεν ἑπτὰ πυραμίδας, μίαν κατέναντι τῆς μιᾶς, τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελϕοῖς.
Verse: 29    
καὶ ταύταις ἐποίησεν μηχανήματα περιϑεὶς στύλους μεγάλους καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον καὶ παρὰ ταῖς πανοπλίαις πλοῖα ἐγγεγλυμμένα εἰς τὸ ϑεωρεῖσϑαι ὑπὸ πάντων τῶν πλεόντων τὴν ϑάλασσαν.
Verse: 30    
οὗτος τάϕος, ὃν ἐποίησεν ἐν Μωδεϊν, ἕως τῆς ἡμέρας ταύτης.
Verse: 31    
῾Ο δὲ Τρύϕων ἐπορεύετο δόλῳ μετὰ ᾽Αντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν
Verse: 32    
καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ καὶ περιέϑετο τὸ διάδημα τῆς ᾽Ασίας καὶ ἐποίησεν πληγὴν μεγάλην ἐπὶ τῆς γῆς.
Verse: 33    
καὶ ᾠκοδόμησεν Σιμων τὰ ὀχυρώματα τῆς Ιουδαίας καὶ περιετείχισεν πύργοις ὑψηλοῖς καὶ τείχεσιν μεγάλοις καὶ πύλαις καὶ μοχλοῖς καὶ ἔϑετο βρώματα ἐν τοῖς ὀχυρώμασιν.
Verse: 34    
καὶ ἐπέλεξεν Σιμων ἄνδρας καὶ ἀπέστειλεν πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄϕεσιν τῇ χώρᾳ, ὅτι πᾶσαι αἱ πράξεις Τρύϕωνος ἦσαν ἁρπαγαί.
Verse: 35    
καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίϑη αὐτῷ καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην
Verse: 36    
Βασιλεὺς Δημήτριος Σιμωνι ἀρχιερεῖ καὶ ϕίλῳ βασιλέων καὶ πρεσβυτέροις καὶ ἔϑνει Ιουδαίων χαίρειν.
Verse: 37    
τὸν στέϕανον τὸν χρυσοῦν καὶ τὴν βαίνην, ἣν ἀπεστείλατε, κεκομίσμεϑα καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην καὶ γράϕειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀϕιέναι ὑμῖν τὰ ἀϕέματα.
Verse: 38    
καὶ ὅσα ἐστήσαμεν πρὸς ὑμᾶς, ἕστηκεν, καὶ τὰ ὀχυρώματα, ᾠκοδομήσατε, ὑπαρχέτω ὑμῖν.
Verse: 39    
ἀϕίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας καὶ τὸν στέϕανον, ὃν ὠϕείλετε, καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ιερουσαλημ, μηκέτι τελωνείσϑω.
Verse: 40    
καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραϕῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐγγραϕέσϑωσαν, καὶ γινέσϑω ἀνὰ μέσον ἡμῶν εἰρήνη.
Verse: 41    
῎Ετους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἤρϑη ζυγὸς τῶν ἐϑνῶν ἀπὸ τοῦ Ισραηλ,
Verse: 42    
καὶ ἤρξατο λαὸς γράϕειν ἐν ταῖς συγγραϕαῖς καὶ συναλλάγμασιν ῎Ετους πρώτου ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ιουδαίων.
Verse: 43    
᾽Εν ταῖς ἡμέραις ἐκείναις παρενέβαλεν ἐπὶ Γαζαρα καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς καὶ ἐποίησεν ἑλεόπολιν καὶ προσήγαγεν τῇ πόλει καὶ ἐπάταξεν πύργον ἕνα καὶ κατελάβετο.
Verse: 44    
καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεοπόλει εἰς τὴν πόλιν, καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει.
Verse: 45    
καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν γυναιξὶν καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ ἐβόησαν ϕωνῇ μεγάλῃ ἀξιοῦντες Σιμωνα δεξιὰς αὐτοῖς δοῦναι
Verse: 46    
καὶ εἶπαν Μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν, ἀλλὰ κατὰ τὸ ἔλεός σου.
Verse: 47    
καὶ συνελύϑη αὐτοῖς Σιμων καὶ οὐκ ἐπολέμησεν αὐτούς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως, καὶ ἐκαϑάρισεν τὰς οἰκίας, ἐν αἷς ἦν τὰ εἴδωλα, καὶ οὕτως εἰσῆλϑεν εἰς αὐτὴν ὑμνῶν καὶ εὐλογῶν.
Verse: 48    
καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαϑαρσίαν καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας, οἵτινες τὸν νόμον ποιήσωσιν, καὶ προσωχύρωσεν αὐτὴν καὶ ᾠκοδόμησεν ἑαυτῷ ἐν αὐτῇ οἴκησιν.
Verse: 49    
Οἱ δὲ ἐκ τῆς ἄκρας ἐν Ιερουσαλημ ἐκωλύοντο ἐκπορεύεσϑαι καὶ εἰσπορεύεσϑαι εἰς τὴν χώραν ἀγοράζειν καὶ πωλεῖν καὶ ἐπείνασαν σϕόδρα, καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῷ λιμῷ.
Verse: 50    
καὶ ἐβόησαν πρὸς Σιμωνα δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖϑεν καὶ ἐκαϑάρισεν τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων.
Verse: 51    
καὶ εἰσῆλϑον εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους πρώτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαίων καὶ ἐν κινύραις καὶ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν ὕμνοις καὶ ἐν ᾠδαῖς, ὅτι συνετρίβη ἐχϑρὸς μέγας ἐξ Ισραηλ.
Verse: 52    
καὶ ἔστησεν κατ' ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετὰ εὐϕροσύνης. καὶ προσωχύρωσεν τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν· καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρ' αὐτοῦ.
Verse: 53    
καὶ εἶδεν Σιμων τὸν Ιωαννην υἱὸν αὐτοῦ ὅτι ἀνήρ ἐστιν, καὶ ἔϑετο αὐτὸν ἡγούμενον τῶν δυνάμεων πασῶν· καὶ ᾤκει ἐν Γαζαροις.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.