TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 527
Previous part

Chapter: 14 
Verse: 1    Καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγεν Δημήτριος βασιλεὺς τὰς δυνάμεις αὐτοῦ καὶ ἐπορεύϑη εἰς Μηδίαν τοῦ ἐπισπάσασϑαι βοήϑειαν ἑαυτῷ, ὅπως πολεμήσῃ τὸν Τρύϕωνα.
Verse: 2    
καὶ ἤκουσεν ᾽Αρσάκης βασιλεὺς τῆς Περσίδος καὶ Μηδίας ὅτι εἰσῆλϑεν Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ, καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα.
Verse: 3    
καὶ ἐπορεύϑη καὶ ἐπάταξεν τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτὸν καὶ ἤγαγεν αὐτὸν πρὸς ᾽Αρσάκην, καὶ ἔϑετο αὐτὸν ἐν ϕυλακῇ.
Verse: 4    
Καὶ ἡσύχασεν γῆ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος, καὶ ἐζήτησεν ἀγαϑὰ τῷ ἔϑνει αὐτοῦ, καὶ ἤρεσεν αὐτοῖς ἐξουσία αὐτοῦ καὶ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας.
Verse: 5    
καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβεν τὴν Ιοππην εἰς λιμένα καὶ ἐποίησεν εἴσοδον ταῖς νήσοις τῆς ϑαλάσσης.
Verse: 6    
καὶ ἐπλάτυνεν τὰ ὅρια τῷ ἔϑνει αὐτοῦ καὶ ἐκράτησεν τῆς χώρας.
Verse: 7    
καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν καὶ ἐκυρίευσεν Γαζαρων καὶ Βαιϑσουρων καὶ τῆς ἄκρας· καὶ ἐξῆρεν τὰς ἀκαϑαρσίας ἐξ αὐτῆς, καὶ οὐκ ἦν ἀντικείμενος αὐτῷ.
Verse: 8    
καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ' εἰρήνης, καὶ γῆ ἐδίδου τὰ γενήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν.
Verse: 9    
πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάϑηντο, πάντες περὶ ἀγαϑῶν ἐκοινολογοῦντο, καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου.
Verse: 10    
ταῖς πόλεσιν ἐχορήγησεν βρώματα καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως, ἕως ὅτου ὠνομάσϑη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου γῆς.
Verse: 11    
ἐποίησεν εἰρήνην ἐπὶ τῆς γῆς, καὶ εὐϕράνϑη Ισραηλ εὐϕροσύνην μεγάλην.
Verse: 12    
καὶ ἐκάϑισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ, καὶ οὐκ ἦν ἐκϕοβῶν αὐτούς.
Verse: 13    
καὶ ἐξέλιπεν πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς, καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις.
Verse: 14    
καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ· τὸν νόμον ἐξεζήτησεν καὶ ἐξῆρεν πάντα ἄνομον καὶ πονηρόν·
Verse: 15    
τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήϑυνεν τὰ σκεύη τῶν ἁγίων.
Verse: 16    
Καὶ ἠκούσϑη ἐν ῾Ρώμῃ ὅτι ἀπέϑανεν Ιωναϑαν καὶ ἕως Σπάρτης, καὶ ἐλυπήϑησαν σϕόδρα.
Verse: 17    
ὡς δὲ ἤκουσαν ὅτι Σιμων ἀδελϕὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ' αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ,
Verse: 18    
ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασϑαι πρὸς αὐτὸν ϕιλίαν καὶ συμμαχίαν, ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναϑαν τοὺς ἀδελϕοὺς αὐτοῦ.
Verse: 19    
καὶ ἀνεγνώσϑησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ιερουσαλημ.
Verse: 20    
καὶ τοῦτο τὸ ἀντίγραϕον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν οἱ Σπαρτιᾶται Σπαρτιατῶν ἄρχοντες καὶ πόλις Σιμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσιν καὶ τῷ λοιπῷ δήμῳ τῶν Ιουδαίων ἀδελϕοῖς χαίρειν.
Verse: 21    
οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς, καὶ ηὐϕράνϑημεν ἐπὶ τῇ ἐϕόδῳ αὐτῶν.
Verse: 22    
καὶ ἀνεγράψαμεν τὰ ὑπ' αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως Νουμήνιος ᾽Αντιόχου καὶ ᾽Αντίπατρος ᾽Ιάσονος πρεσβευταὶ Ιουδαίων ἦλϑον πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς ϕιλίαν.
Verse: 23    
καὶ ἤρεσεν τῷ δήμῳ ἐπιδέξασϑαι τοὺς ἄνδρας ἐνδόξως καὶ τοῦ ϑέσϑαι τὸ ἀντίγραϕον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τῷ δήμῳ βιβλίοις τοῦ μνημόσυνον ἔχειν τὸν δῆμον τῶν Σπαρτιατῶν. τὸ δὲ ἀντίγραϕον τούτων ἔγραψαν Σιμωνι τῷ ἀρχιερεῖ.
Verse: 24    
Μετὰ ταῦτα ἀπέστειλεν Σιμων τὸν Νουμήνιον εἰς ῾Ρώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκὴν μνῶν χιλίων εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν.
Verse: 25    
῾Ως δὲ ἤκουσεν δῆμος τῶν λόγων τούτων, εἶπαν Τίνα χάριν ἀποδώσομεν Σιμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ;
Verse: 26    
ἐστήρισεν γὰρ αὐτὸς καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἐπολέμησεν τοὺς ἐχϑροὺς Ισραηλ ἀπ' αὐτῶν καὶ ἔστησαν αὐτῷ ἐλευϑερίαν. καὶ κατέγραψαν ἐν δέλτοις χαλκαῖς καὶ ἔϑεντο ἐν στήλαις ἐν ὄρει Σιων.
Verse: 27    
καὶ τοῦτο τὸ ἀντίγραϕον τῆς γραϕῆς ᾽Οκτωκαιδεκάτῃ Ελουλ ἔτους δευτέρου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου ἐν ασαραμελ
Verse: 28    
ἐπὶ συναγωγῆς μεγάλης ἱερέων καὶ λαοῦ καὶ ἀρχόντων ἔϑνους καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν·
Verse: 29    
ἐπεὶ πολλάκις ἐγενήϑησαν πόλεμοι ἐν τῇ χώρᾳ, Σιμων δὲ υἱὸς Ματταϑιου ἱερεὺς τῶν υἱῶν Ιωαριβ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ἔδωκαν αὑτοὺς τῷ κινδύνῳ καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔϑνους αὐτῶν, ὅπως σταϑῇ τὰ ἅγια αὐτῶν καὶ νόμος, καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔϑνος αὐτῶν.
Verse: 30    
καὶ ἤϑροισεν Ιωναϑαν τὸ ἔϑνος αὐτῶν καὶ ἐγενήϑη αὐτοῖς ἀρχιερεὺς καὶ προσετέϑη πρὸς τὸν λαὸν αὐτοῦ,
Verse: 31    
καὶ ἐβουλήϑησαν οἱ ἐχϑροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν καὶ ἐκτεῖναι χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν·
Verse: 32    
τότε ἀντέστη Σιμων καὶ ἐπολέμησε περὶ τοῦ ἔϑνους αὐτοῦ καὶ ἐδαπάνησεν χρήματα πολλὰ τῶν ἑαυτοῦ καὶ ὁπλοδότησεν τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔϑνους αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς ὀψώνια
Verse: 33    
καὶ ὠχύρωσεν τὰς πόλεις τῆς Ιουδαίας καὶ τὴν Βαιϑσουραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ιουδαίας, οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τὸ πρότερον, καὶ ἔϑετο ἐκεῖ ϕρουρὰν ἄνδρας Ιουδαίους.
Verse: 34    
καὶ Ιοππην ὠχύρωσεν τὴν ἐπὶ τῆς ϑαλάσσης καὶ τὴν Γαζαραν τὴν ἐπὶ τῶν ὁρίων ᾽Αζώτου, ἐν ᾤκουν οἱ πολέμιοι τὸ πρότερον, καὶ κατῴκισεν ἐκεῖ Ιουδαίους, καὶ ὅσα ἐπιτήδεια ἦν πρὸς τῇ τούτων ἐπανορϑώσει, ἔϑετο ἐν αὐτοῖς.
Verse: 35    
καὶ εἶδεν λαὸς τὴν πίστιν τοῦ Σιμωνος καὶ τὴν δόξαν, ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔϑνει αὐτοῦ, καὶ ἔϑεντο αὐτὸν ἡγούμενον αὐτῶν καὶ ἀρχιερέα διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταῦτα καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν, ἣν συνετήρησεν τῷ ἔϑνει αὐτοῦ, καὶ ἐξεζήτησεν παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ.
Verse: 36    
καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐοδώϑη ἐν ταῖς χερσὶν αὐτοῦ τοῦ ἐξαρϑῆναι τὰ ἔϑνη ἐκ τῆς χώρας αὐτῶν καὶ τοὺς ἐν τῇ πόλει Δαυιδ τοὺς ἐν Ιερουσαλημ, οἳ ἐποίησαν αὑτοῖς ἄκραν, ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ.
Verse: 37    
καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ιουδαίους καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσϕάλειαν τῆς χώρας καὶ τῆς πόλεως καὶ ὕψωσεν τὰ τείχη τῆς Ιερουσαλημ.
Verse: 38    
καὶ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα
Verse: 39    
καὶ ἐποίησεν αὐτὸν τῶν ϕίλων αὐτοῦ καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ.
Verse: 40    
ἤκουσεν γὰρ ὅτι προσηγόρευνται οἱ Ιουδαῖοι ὑπὸ ῾Ρωμαίων ϕίλοι καὶ σύμμαχοι καὶ ἀδελϕοί, καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σιμωνος ἐνδόξως,
Verse: 41    
καὶ ὅτι οἱ Ιουδαῖοι καὶ οἱ ἱερεῖς εὐδόκησαν τοῦ εἶναι αὐτῶν Σιμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα ἕως τοῦ ἀναστῆναι προϕήτην πιστὸν
Verse: 42    
καὶ τοῦ εἶναι ἐπ' αὐτῶν στρατηγόν, καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων καϑιστάναι δι' αὐτοῦ ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας καὶ ἐπὶ τῶν ὅπλων καὶ ἐπὶ τῶν ὀχυρωμάτων,
Verse: 43    
καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων, καὶ ὅπως ἀκούηται ὑπὸ πάντων, καὶ ὅπως γράϕωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραϕαὶ ἐν τῇ χώρᾳ, καὶ ὅπως περιβάλληται πορϕύραν καὶ χρυσοϕορῇ·
Verse: 44    
καὶ οὐκ ἐξέσται οὐϑενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀϑετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπ' αὐτοῦ ῥηϑησομένοις καὶ ἐπισυστρέψαι συστροϕὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ καὶ περιβάλλεσϑαι πορϕύραν καὶ ἐμπορποῦσϑαι πόρπην χρυσῆν·
Verse: 45    
ὃς δ' ἂν παρὰ ταῦτα ποιήσῃ ἀϑετήσῃ τι τούτων, ἔνοχος ἔσται.
Verse: 46    
καὶ εὐδόκησεν πᾶς λαὸς ϑέσϑαι Σιμωνι ποιῆσαι κατὰ τοὺς λόγους τούτους.
Verse: 47    
καὶ ἐπεδέξατο Σιμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἶναι στρατηγὸς καὶ ἐϑνάρχης τῶν Ιουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων.
Verse: 48    
καὶ τὴν γραϕὴν ταύτην εἶπον ϑέσϑαι ἐν δέλτοις χαλκαῖς καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ,
Verse: 49    
τὰ δὲ ἀντίγραϕα αὐτῶν ϑέσϑαι ἐν τῷ γαζοϕυλακίῳ, ὅπως ἔχῃ Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.