TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 528
Previous part

Chapter: 15 
Verse: 1    Καὶ ἀπέστειλεν ᾽Αντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς ϑαλάσσης Σιμωνι ἱερεῖ καὶ ἐϑνάρχῃ τῶν Ιουδαίων καὶ παντὶ τῷ ἔϑνει,
Verse: 2    
καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον Βασιλεὺς ᾽Αντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐϑνάρχῃ καὶ ἔϑνει Ιουδαίων χαίρειν.
Verse: 3    
ἐπεί τινες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βούλομαι δὲ ἀντιποιήσασϑαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον, ἐξενολόγησα δὲ πλῆϑος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά,
Verse: 4    
βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλϑω τοὺς κατεϕϑαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ μου,
Verse: 5    
νῦν οὖν ἵστημί σοι πάντα τὰ ἀϕέματα, ἀϕῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἄλλα δόματα ἀϕῆκάν σοι.
Verse: 6    
καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον, νόμισμα τῇ χώρᾳ σου,
Verse: 7    
Ιερουσαλημ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύϑερα· καὶ πάντα τὰ ὅπλα, ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα, ᾠκοδόμησας, ὧν κρατεῖς, μενέτω σοι.
Verse: 8    
καὶ πᾶν ὀϕείλημα βασιλικὸν καὶ τὰ ἐσόμενα βασιλικὰ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀϕιέσϑω σοι·
Verse: 9    
ὡς δ' ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν, δοξάσομέν σε καὶ τὸ ἔϑνος σου καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ ὥστε ϕανερὰν γενέσϑαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ.
Verse: 10    
῎Ετους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλϑεν ᾽Αντίοχος εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ, καὶ συνῆλϑον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις ὥστε ὀλίγους εἶναι σὺν Τρύϕωνι.
Verse: 11    
καὶ ἐδίωξεν αὐτὸν ᾽Αντίοχος, καὶ ἦλϑεν εἰς Δωρα ϕεύγων τὴν ἐπὶ ϑαλάσσης·
Verse: 12    
ᾔδει γὰρ ὅτι ἐπισυνῆκται ἐπ' αὐτὸν τὰ κακά, καὶ ἀϕῆκαν αὐτὸν αἱ δυνάμεις.
Verse: 13    
καὶ παρενέβαλεν ᾽Αντίοχος ἐπὶ Δωρα, καὶ σὺν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν καὶ ὀκτακισχιλία ἵππος.
Verse: 14    
καὶ ἐκύκλωσεν τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ ϑαλάσσης συνῆψαν, καὶ ἔϑλιβε τὴν πόλιν ἀπὸ τῆς γῆς καὶ τῆς ϑαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσϑαι οὐδὲ εἰσπορεύεσϑαι.
Verse: 15    
Καὶ ἦλϑεν Νουμήνιος καὶ οἱ παρ' αὐτοῦ ἐκ ῾Ρώμης ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσιν καὶ ταῖς χώραις, ἐν αἷς ἐγέγραπτο τάδε
Verse: 16    
Λεύκιος ὕπατος ῾Ρωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν.
Verse: 17    
οἱ πρεσβευταὶ τῶν Ιουδαίων ἦλϑον πρὸς ἡμᾶς ϕίλοι ἡμῶν καὶ σύμμαχοι ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς ϕιλίαν καὶ συμμαχίαν ἀπεσταλμένοι ἀπὸ Σιμωνος τοῦ ἀρχιερέως καὶ τοῦ δήμου τῶν Ιουδαίων,
Verse: 18    
ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν χιλίων.
Verse: 19    
ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσιν καὶ ταῖς χώραις ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν καὶ τὴν χώραν αὐτῶν καὶ ἵνα μὴ συμμαχῶσιν τοῖς πολεμοῦσιν πρὸς αὐτούς.
Verse: 20    
ἔδοξεν δὲ ἡμῖν δέξασϑαι τὴν ἀσπίδα παρ' αὐτῶν.
Verse: 21    
εἴ τινες οὖν λοιμοὶ διαπεϕεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ὑμᾶς, παράδοτε αὐτοὺς Σιμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσῃ αὐτοὺς κατὰ τὸν νόμον αὐτῶν.
Verse: 22    
Καὶ ταὐτὰ ἔγραψεν Δημητρίῳ τῷ βασιλεῖ καὶ ᾽Αττάλῳ καὶ ᾽Αριαράϑῃ καὶ ᾽Αρσάκῃ
Verse: 23    
καὶ εἰς πάσας τὰς χώρας καὶ Σαμψάμῃ καὶ Σπαρτιάταις καὶ εἰς Δῆλον καὶ εἰς Μύνδον καὶ εἰς Σικυῶνα καὶ εἰς τὴν Καρίαν καὶ εἰς Σάμον καὶ εἰς τὴν Παμϕυλίαν καὶ εἰς Λυκίαν καὶ εἰς ῾Αλικαρνασσὸν καὶ εἰς ῾Ρόδον καὶ εἰς Φασηλίδα καὶ εἰς Κῶ καὶ εἰς Σίδην καὶ εἰς ῎Αραδον καὶ Γόρτυναν καὶ Κνίδον καὶ Κύπρον καὶ Κυρήνην.
Verse: 24    
τὸ δὲ ἀντίγραϕον τούτων ἔγραψαν Σιμωνι τῷ ἀρχιερεῖ.
Verse: 25    
᾽Αντίοχος δὲ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρα ἐν τῇ δευτέρᾳ προσάγων διὰ παντὸς αὐτῇ τὰς χεῖρας καὶ μηχανὰς ποιούμενος καὶ συνέκλεισεν τὸν Τρύϕωνα τοῦ ἐκπορεύεσϑαι καὶ εἰσπορεύεσϑαι.
Verse: 26    
καὶ ἀπέστειλεν αὐτῷ Σιμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά.
Verse: 27    
καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασϑαι, ἀλλὰ ἠϑέτησεν πάντα, ὅσα συνέϑετο αὐτῷ τὸ πρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ.
Verse: 28    
καὶ ἀπέστειλεν πρὸς αὐτὸν ᾽Αϑηνόβιον ἕνα τῶν ϕίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ λέγων ῾Υμεῖς κατακρατεῖτε τῆς Ιοππης καὶ Γαζαρων καὶ τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ, πόλεις τῆς βασιλείας μου.
Verse: 29    
τὰ ὅρια αὐτῶν ἠρημώσατε καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου.
Verse: 30    
νῦν οὖν παράδοτε τὰς πόλεις, ἃς κατελάβεσϑε, καὶ τοὺς ϕόρους τῶν τόπων, ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ιουδαίας.
Verse: 31    
εἰ δὲ μή, δότε ἀντ' αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου καὶ τῆς καταϕϑορᾶς, ἧς κατεϕϑάρκατε, καὶ τῶν ϕόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ μή, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς.
Verse: 32    
καὶ ἦλϑεν ᾽Αϑηνόβιος ϕίλος τοῦ βασιλέως εἰς Ιερουσαλημ καὶ εἶδεν τὴν δόξαν Σιμωνος καὶ κυλικεῖον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν καὶ ἐξίστατο καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τοῦ βασιλέως.
Verse: 33    
καὶ ἀποκριϑεὶς Σιμων εἶπεν αὐτῷ Οὔτε γῆν ἀλλοτρίαν εἰλήϕαμεν οὔτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν, ὑπὸ δὲ ἐχϑρῶν ἡμῶν ἀκρίτως ἔν τινι καιρῷ κατεκρατήϑη·
Verse: 34    
ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεϑα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν.
Verse: 35    
περὶ δὲ Ιοππης καὶ Γαζαρων, ὧν αἰτεῖς, αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην καὶ τὴν χώραν ἡμῶν, τούτων δώσομεν τάλαντα ἑκατόν.
Verse: 36    
καὶ οὐκ ἀπεκρίϑη αὐτῷ λόγον, ἀπέστρεψεν δὲ μετὰ ϑυμοῦ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους καὶ τὴν δόξαν Σιμωνος καὶ πάντα, ὅσα εἶδεν, καὶ ὠργίσϑη βασιλεὺς ὀργὴν μεγάλην.
Verse: 37    
Τρύϕων δὲ ἐμβὰς εἰς πλοῖον ἔϕυγεν εἰς ᾽Ορϑωσίαν.
Verse: 38    
καὶ κατέστησεν βασιλεὺς τὸν Κενδεβαῖον ἐπιστράτηγον τῆς παραλίας καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ·
Verse: 39    
καὶ ἐνετείλατο αὐτῷ παρεμβάλλειν κατὰ πρόσωπον τῆς Ιουδαίας καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρων καὶ ὀχυρῶσαι τὰς πύλας καὶ ὅπως πολεμῇ τὸν λαόν· δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύϕωνα.
Verse: 40    
καὶ παρεγενήϑη Κενδεβαῖος εἰς Ιάμνειαν καὶ ἤρξατο τοῦ ἐρεϑίζειν τὸν λαὸν καὶ ἐμβατεύειν εἰς τὴν Ιουδαίαν καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ ϕονεύειν.
Verse: 41    
καὶ ᾠκοδόμησεν τὴν Κεδρων καὶ ἀπέταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις, ὅπως ἐκπορευόμενοι ἐξοδεύωσιν τὰς ὁδοὺς τῆς Ιουδαίας, καϑὰ συνέταξεν αὐτῷ βασιλεύς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.