TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 529
Previous part

Chapter: 16 
Verse: 1    Καὶ ἀνέβη Ιωαννης ἐκ Γαζαρων καὶ ἀπήγγειλεν Σιμωνι τῷ πατρὶ αὐτοῦ συνετέλεσεν Κενδεβαῖος.
Verse: 2    
καὶ ἐκάλεσεν Σιμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους Ιουδαν καὶ Ιωαννην καὶ εἶπεν αὐτοῖς ᾽Εγὼ καὶ οἱ ἀδελϕοί μου καὶ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολέμους Ισραηλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας, καὶ εὐοδώϑη ἐν ταῖς χερσὶν ἡμῶν ῥύσασϑαι τὸν Ισραηλ πλεονάκις·
Verse: 3    
νυνὶ δὲ γεγήρακα, καὶ ὑμεῖς δὲ ἐν τῷ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσιν· γίνεσϑε ἀντ' ἐμοῦ καὶ τοῦ ἀδελϕοῦ μου καὶ ἐξελϑόντες ὑπερμαχεῖτε ὑπὲρ τοῦ ἔϑνους ἡμῶν, δὲ ἐκ τοῦ οὐρανοῦ βοήϑεια ἔστω μεϑ' ὑμῶν.
Verse: 4    
καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς, καὶ ἐπορεύϑησαν ἐπὶ τὸν Κενδεβαῖον καὶ ἐκοιμήϑησαν ἐν Μωδεϊν.
Verse: 5    
καὶ ἀναστάντες τὸ πρωὶ ἐπορεύϑησαν εἰς τὸ πεδίον, καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς, πεζικὴ καὶ ἱππεῖς, καὶ χειμάρρους ἦν ἀνὰ μέσον αὐτῶν.
Verse: 6    
καὶ παρενέβαλε κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ λαὸς αὐτοῦ. καὶ εἶδεν τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν καὶ διεπέρασεν πρῶτος· καὶ εἶδον αὐτὸν οἱ ἄνδρες καὶ διεπέρασαν κατόπισϑεν αὐτοῦ.
Verse: 7    
καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν· ἦν δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σϕόδρα.
Verse: 8    
καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐτροπώϑη Κενδεβαῖος καὶ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί· οἱ δὲ καταλειϕϑέντες ἔϕυγον εἰς τὸ ὀχύρωμα.
Verse: 9    
τότε ἐτραυματίσϑη Ιουδας ἀδελϕὸς Ιωαννου· Ιωαννης δὲ κατεδίωξεν αὐτούς, ἕως ἦλϑεν εἰς Κεδρων, ἣν ᾠκοδόμησεν.
Verse: 10    
καὶ ἔϕυγον εἰς τοὺς πύργους τοὺς ἐν τοῖς ἀγροῖς ᾽Αζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας δισχιλίους. καὶ ἀπέστρεψεν εἰς τὴν Ιουδαίαν μετὰ εἰρήνης.
Verse: 11    
Καὶ Πτολεμαῖος τοῦ ᾽Αβούβου ἦν καϑεσταμένος στρατηγὸς εἰς τὸ πεδίον Ιεριχω καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ·
Verse: 12    
ἦν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως.
Verse: 13    
καὶ ὑψώϑη καρδία αὐτοῦ, καὶ ἐβουλήϑη κατακρατῆσαι τῆς χώρας καὶ ἐβουλεύετο δόλῳ κατὰ Σιμωνος καὶ τῶν υἱῶν αὐτοῦ ἆραι αὐτούς.
Verse: 14    
Σιμων δὲ ἦν ἐϕοδεύων τὰς πόλεις τὰς ἐν τῇ χώρᾳ καὶ ϕροντίζων τῆς ἐπιμελείας αὐτῶν· καὶ κατέβη εἰς Ιεριχω αὐτὸς καὶ Ματταϑιας καὶ Ιουδας οἱ υἱοὶ αὐτοῦ ἔτους ἑβδόμου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐν μηνὶ ἑνδεκάτῳ [οὗτος μὴν Σαβατ].
Verse: 15    
καὶ ὑπεδέξατο αὐτοὺς τοῦ ᾽Αβούβου εἰς τὸ ὀχυρωμάτιον τὸ καλούμενον Δωκ μετὰ δόλου, ᾠκοδόμησεν, καὶ ἐποίησεν αὐτοῖς πότον μέγαν καὶ ἐνέκρυψεν ἐκεῖ ἄνδρας.
Verse: 16    
καὶ ὅτε ἐμεϑύσϑη Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ, ἐξανέστη Πτολεμαῖος καὶ οἱ παρ' αὐτοῦ καὶ ἔλαβον τὰ ὅπλα αὐτῶν καὶ ἐπεισῆλϑον τῷ Σιμωνι εἰς τὸ συμπόσιον καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ καί τινας τῶν παιδαρίων αὐτοῦ.
Verse: 17    
καὶ ἐποίησεν ἀϑεσίαν μεγάλην καὶ ἀπέδωκεν κακὰ ἀντὶ ἀγαϑῶν.
Verse: 18    
καὶ ἔγραψεν ταῦτα Πτολεμαῖος καὶ ἀπέστειλεν τῷ βασιλεῖ, ὅπως ἀποστείλῃ αὐτῷ δυνάμεις εἰς βοήϑειαν καὶ παραδῷ τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις.
Verse: 19    
καὶ ἀπέστειλεν ἑτέρους εἰς Γαζαρα ἆραι τὸν Ιωαννην, καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσϑαι πρὸς αὐτόν, ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα,
Verse: 20    
καὶ ἑτέρους ἀπέστειλεν καταλαβέσϑαι τὴν Ιερουσαλημ καὶ τὸ ὄρος τοῦ ἱεροῦ.
Verse: 21    
καὶ προδραμών τις ἀπήγγειλεν Ιωαννη εἰς Γαζαρα ὅτι ἀπώλετο πατὴρ αὐτοῦ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, καὶ ὅτι ᾽Απέσταλκεν καὶ σὲ ἀποκτεῖναι.
Verse: 22    
καὶ ἀκούσας ἐξέστη σϕόδρα καὶ συνέλαβεν τοὺς ἄνδρας τοὺς ἐλϑόντας ἀπολέσαι αὐτὸν καὶ ἀπέκτεινεν αὐτούς· ἐπέγνω γὰρ ὅτι ἐζήτουν αὐτὸν ἀπολέσαι.
Verse: 23    
Καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαννου καὶ τῶν πολέμων αὐτοῦ καὶ τῶν ἀνδραγαϑιῶν αὐτοῦ, ὧν ἠνδραγάϑησεν, καὶ τῆς οἰκοδομῆς τῶν τειχῶν, ὧν ᾠκοδόμησεν, καὶ τῶν πράξεων αὐτοῦ,
Verse: 24    
ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ ἡμερῶν ἀρχιερωσύνης αὐτοῦ, ἀϕ' οὗ ἐγενήϑη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτοῦ. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.