TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 529
Chapter: 16
Verse: 1
Καὶ
ἀνέβη
Ιωαννης
ἐκ
Γαζαρων
καὶ
ἀπήγγειλεν
Σιμωνι
τῷ
πατρὶ
αὐτοῦ
ἃ
συνετέλεσεν
Κενδεβαῖος
.
Verse: 2
καὶ
ἐκάλεσεν
Σιμων
τοὺς
δύο
υἱοὺς
αὐτοῦ
τοὺς
πρεσβυτέρους
Ιουδαν
καὶ
Ιωαννην
καὶ
εἶπεν
αὐτοῖς
᾽Εγὼ
καὶ
οἱ
ἀδελϕοί
μου
καὶ
ὁ
οἶκος
τοῦ
πατρός
μου
ἐπολεμήσαμεν
τοὺς
πολέμους
Ισραηλ
ἀπὸ
νεότητος
ἕως
τῆς
σήμερον
ἡμέρας
,
καὶ
εὐοδώϑη
ἐν
ταῖς
χερσὶν
ἡμῶν
ῥύσασϑαι
τὸν
Ισραηλ
πλεονάκις
·
Verse: 3
νυνὶ
δὲ
γεγήρακα
,
καὶ
ὑμεῖς
δὲ
ἐν
τῷ
ἐλέει
ἱκανοί
ἐστε
ἐν
τοῖς
ἔτεσιν
·
γίνεσϑε
ἀντ
'
ἐμοῦ
καὶ
τοῦ
ἀδελϕοῦ
μου
καὶ
ἐξελϑόντες
ὑπερμαχεῖτε
ὑπὲρ
τοῦ
ἔϑνους
ἡμῶν
,
ἡ
δὲ
ἐκ
τοῦ
οὐρανοῦ
βοήϑεια
ἔστω
μεϑ
'
ὑμῶν
.
Verse: 4
καὶ
ἐπέλεξεν
ἐκ
τῆς
χώρας
εἴκοσι
χιλιάδας
ἀνδρῶν
πολεμιστῶν
καὶ
ἱππεῖς
,
καὶ
ἐπορεύϑησαν
ἐπὶ
τὸν
Κενδεβαῖον
καὶ
ἐκοιμήϑησαν
ἐν
Μωδεϊν
.
Verse: 5
καὶ
ἀναστάντες
τὸ
πρωὶ
ἐπορεύϑησαν
εἰς
τὸ
πεδίον
,
καὶ
ἰδοὺ
δύναμις
πολλὴ
εἰς
συνάντησιν
αὐτοῖς
,
πεζικὴ
καὶ
ἱππεῖς
,
καὶ
χειμάρρους
ἦν
ἀνὰ
μέσον
αὐτῶν
.
Verse: 6
καὶ
παρενέβαλε
κατὰ
πρόσωπον
αὐτῶν
αὐτὸς
καὶ
ὁ
λαὸς
αὐτοῦ
.
καὶ
εἶδεν
τὸν
λαὸν
δειλούμενον
διαπερᾶσαι
τὸν
χειμάρρουν
καὶ
διεπέρασεν
πρῶτος
·
καὶ
εἶδον
αὐτὸν
οἱ
ἄνδρες
καὶ
διεπέρασαν
κατόπισϑεν
αὐτοῦ
.
Verse: 7
καὶ
διεῖλεν
τὸν
λαὸν
καὶ
τοὺς
ἱππεῖς
ἐν
μέσῳ
τῶν
πεζῶν
·
ἦν
δὲ
ἵππος
τῶν
ὑπεναντίων
πολλὴ
σϕόδρα
.
Verse: 8
καὶ
ἐσάλπισαν
ταῖς
σάλπιγξιν
,
καὶ
ἐτροπώϑη
Κενδεβαῖος
καὶ
ἡ
παρεμβολὴ
αὐτοῦ
,
καὶ
ἔπεσον
ἐξ
αὐτῶν
τραυματίαι
πολλοί
·
οἱ
δὲ
καταλειϕϑέντες
ἔϕυγον
εἰς
τὸ
ὀχύρωμα
.
Verse: 9
τότε
ἐτραυματίσϑη
Ιουδας
ὁ
ἀδελϕὸς
Ιωαννου
·
Ιωαννης
δὲ
κατεδίωξεν
αὐτούς
,
ἕως
ἦλϑεν
εἰς
Κεδρων
,
ἣν
ᾠκοδόμησεν
.
Verse: 10
καὶ
ἔϕυγον
εἰς
τοὺς
πύργους
τοὺς
ἐν
τοῖς
ἀγροῖς
᾽Αζώτου
,
καὶ
ἐνεπύρισεν
αὐτὴν
ἐν
πυρί
,
καὶ
ἔπεσον
ἐξ
αὐτῶν
εἰς
ἄνδρας
δισχιλίους
.
καὶ
ἀπέστρεψεν
εἰς
τὴν
Ιουδαίαν
μετὰ
εἰρήνης
.
Verse: 11
Καὶ
Πτολεμαῖος
ὁ
τοῦ
᾽Αβούβου
ἦν
καϑεσταμένος
στρατηγὸς
εἰς
τὸ
πεδίον
Ιεριχω
καὶ
ἔσχεν
ἀργύριον
καὶ
χρυσίον
πολύ
·
Verse: 12
ἦν
γὰρ
γαμβρὸς
τοῦ
ἀρχιερέως
.
Verse: 13
καὶ
ὑψώϑη
ἡ
καρδία
αὐτοῦ
,
καὶ
ἐβουλήϑη
κατακρατῆσαι
τῆς
χώρας
καὶ
ἐβουλεύετο
δόλῳ
κατὰ
Σιμωνος
καὶ
τῶν
υἱῶν
αὐτοῦ
ἆραι
αὐτούς
.
Verse: 14
Σιμων
δὲ
ἦν
ἐϕοδεύων
τὰς
πόλεις
τὰς
ἐν
τῇ
χώρᾳ
καὶ
ϕροντίζων
τῆς
ἐπιμελείας
αὐτῶν
·
καὶ
κατέβη
εἰς
Ιεριχω
αὐτὸς
καὶ
Ματταϑιας
καὶ
Ιουδας
οἱ
υἱοὶ
αὐτοῦ
ἔτους
ἑβδόμου
καὶ
ἑβδομηκοστοῦ
καὶ
ἑκατοστοῦ
ἐν
μηνὶ
ἑνδεκάτῳ
[οὗτος
ὁ
μὴν
Σαβατ]
.
Verse: 15
καὶ
ὑπεδέξατο
αὐτοὺς
ὁ
τοῦ
᾽Αβούβου
εἰς
τὸ
ὀχυρωμάτιον
τὸ
καλούμενον
Δωκ
μετὰ
δόλου
,
ὃ
ᾠκοδόμησεν
,
καὶ
ἐποίησεν
αὐτοῖς
πότον
μέγαν
καὶ
ἐνέκρυψεν
ἐκεῖ
ἄνδρας
.
Verse: 16
καὶ
ὅτε
ἐμεϑύσϑη
Σιμων
καὶ
οἱ
υἱοὶ
αὐτοῦ
,
ἐξανέστη
Πτολεμαῖος
καὶ
οἱ
παρ
'
αὐτοῦ
καὶ
ἔλαβον
τὰ
ὅπλα
αὐτῶν
καὶ
ἐπεισῆλϑον
τῷ
Σιμωνι
εἰς
τὸ
συμπόσιον
καὶ
ἀπέκτειναν
αὐτὸν
καὶ
τοὺς
δύο
υἱοὺς
αὐτοῦ
καί
τινας
τῶν
παιδαρίων
αὐτοῦ
.
Verse: 17
καὶ
ἐποίησεν
ἀϑεσίαν
μεγάλην
καὶ
ἀπέδωκεν
κακὰ
ἀντὶ
ἀγαϑῶν
.
Verse: 18
καὶ
ἔγραψεν
ταῦτα
Πτολεμαῖος
καὶ
ἀπέστειλεν
τῷ
βασιλεῖ
,
ὅπως
ἀποστείλῃ
αὐτῷ
δυνάμεις
εἰς
βοήϑειαν
καὶ
παραδῷ
τὴν
χώραν
αὐτῶν
καὶ
τὰς
πόλεις
.
Verse: 19
καὶ
ἀπέστειλεν
ἑτέρους
εἰς
Γαζαρα
ἆραι
τὸν
Ιωαννην
,
καὶ
τοῖς
χιλιάρχοις
ἀπέστειλεν
ἐπιστολὰς
παραγενέσϑαι
πρὸς
αὐτόν
,
ὅπως
δῷ
αὐτοῖς
ἀργύριον
καὶ
χρυσίον
καὶ
δόματα
,
Verse: 20
καὶ
ἑτέρους
ἀπέστειλεν
καταλαβέσϑαι
τὴν
Ιερουσαλημ
καὶ
τὸ
ὄρος
τοῦ
ἱεροῦ
.
Verse: 21
καὶ
προδραμών
τις
ἀπήγγειλεν
Ιωαννη
εἰς
Γαζαρα
ὅτι
ἀπώλετο
ὁ
πατὴρ
αὐτοῦ
καὶ
οἱ
ἀδελϕοὶ
αὐτοῦ
,
καὶ
ὅτι
᾽Απέσταλκεν
καὶ
σὲ
ἀποκτεῖναι
.
Verse: 22
καὶ
ἀκούσας
ἐξέστη
σϕόδρα
καὶ
συνέλαβεν
τοὺς
ἄνδρας
τοὺς
ἐλϑόντας
ἀπολέσαι
αὐτὸν
καὶ
ἀπέκτεινεν
αὐτούς
·
ἐπέγνω
γὰρ
ὅτι
ἐζήτουν
αὐτὸν
ἀπολέσαι
.
Verse: 23
Καὶ
τὰ
λοιπὰ
τῶν
λόγων
Ιωαννου
καὶ
τῶν
πολέμων
αὐτοῦ
καὶ
τῶν
ἀνδραγαϑιῶν
αὐτοῦ
,
ὧν
ἠνδραγάϑησεν
,
καὶ
τῆς
οἰκοδομῆς
τῶν
τειχῶν
,
ὧν
ᾠκοδόμησεν
,
καὶ
τῶν
πράξεων
αὐτοῦ
,
Verse: 24
ἰδοὺ
ταῦτα
γέγραπται
ἐπὶ
βιβλίῳ
ἡμερῶν
ἀρχιερωσύνης
αὐτοῦ
,
ἀϕ
'
οὗ
ἐγενήϑη
ἀρχιερεὺς
μετὰ
τὸν
πατέρα
αὐτοῦ
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.