TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 515
Previous part

Chapter: 2 
Verse: 1    ᾽Εν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταϑιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάϑισεν ἐν Μωδεϊν.
Verse: 2    
καὶ αὐτῷ υἱοὶ πέντε, Ιωαννης ἐπικαλούμενος Γαδδι,
Verse: 3    
Σιμων καλούμενος Θασσι,
Verse: 4    
Ιουδας καλούμενος Μακκαβαῖος,
Verse: 5    
Ελεαζαρ καλούμενος Αυαραν, Ιωναϑης καλούμενος Απϕους.
Verse: 6    
καὶ εἶδεν τὰς βλασϕημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ
Verse: 7    
καὶ εἶπεν Οἴμμοι, ἵνα τί τοῦτο ἐγεννήϑην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καϑίσαι ἐκεῖ ἐν τῷ δοϑῆναι αὐτὴν ἐν χειρὶ ἐχϑρῶν, τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων;
Verse: 8    
ἐγένετο ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος,
Verse: 9    
τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχϑη, ἀπεκτάνϑη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομϕαίᾳ ἐχϑροῦ.
Verse: 10    
ποῖον ἔϑνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς;
Verse: 11    
πᾶς κόσμος αὐτῆς ἀϕῃρέϑη, ἀντὶ ἐλευϑέρας ἐγένετο εἰς δούλην.
Verse: 12    
καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ καλλονὴ ἡμῶν καὶ δόξα ἡμῶν ἠρημώϑη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔϑνη.
Verse: 13    
ἵνα τί ἡμῖν ἔτι ζωή;
Verse: 14    
καὶ διέρρηξεν Ματταϑιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένϑησαν σϕόδρα.
Verse: 15    
Καὶ ἦλϑον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεϊν τὴν πόλιν, ἵνα ϑυσιάσωσιν.
Verse: 16    
καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλϑον· καὶ Ματταϑιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχϑησαν.
Verse: 17    
καὶ ἀπεκρίϑησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταϑια λέγοντες ῎Αρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελϕοῖς·
Verse: 18    
νῦν πρόσελϑε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔϑνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειϕϑέντες ἐν Ιερουσαλημ, καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν ϕίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασϑήσεσϑε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς.
Verse: 19    
καὶ ἀπεκρίϑη Ματταϑιας καὶ εἶπεν ϕωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔϑνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ,
Verse: 20    
κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελϕοί μου πορευσόμεϑα ἐν διαϑήκῃ πατέρων ἡμῶν·
Verse: 21    
ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα·
Verse: 22    
τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεϑα παρελϑεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἀριστεράν.
Verse: 23    
καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλϑεν ἀνὴρ Ιουδαῖος ἐν ὀϕϑαλμοῖς πάντων ϑυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεϊν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως.
Verse: 24    
καὶ εἶδεν Ματταϑιας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεϕροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν ϑυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσϕαξεν αὐτὸν ἐπὶ τὸν βωμόν·
Verse: 25    
καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα ϑύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καϑεῖλεν.
Verse: 26    
καὶ ἐζήλωσεν τῷ νόμῳ, καϑὼς ἐποίησεν Φινεες τῷ Ζαμβρι υἱῷ Σαλωμ.
Verse: 27    
καὶ ἀνέκραξεν Ματταϑιας ἐν τῇ πόλει ϕωνῇ μεγάλῃ λέγων Πᾶς ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαϑήκην ἐξελϑέτω ὀπίσω μου.
Verse: 28    
καὶ ἔϕυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει.
Verse: 29    
Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καϑίσαι ἐκεῖ,
Verse: 30    
αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐσκληρύνϑη ἐπ' αὐτοὺς τὰ κακά.
Verse: 31    
καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν, αἳ ἦσαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρύϕους ἐν τῇ ἐρήμῳ.
Verse: 32    
καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ' αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων
Verse: 33    
καὶ εἶπον πρὸς αὐτούς ῞Εως τοῦ νῦν· ἐξελϑόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεσϑε.
Verse: 34    
καὶ εἶπον Οὐκ ἐξελευσόμεϑα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων.
Verse: 35    
καὶ ἐτάχυναν ἐπ' αὐτοὺς πόλεμον.
Verse: 36    
καὶ οὐκ ἀπεκρίϑησαν αὐτοῖς οὐδὲ λίϑον ἐνετίναξαν αὐτοῖς οὐδὲ ἐνέϕραξαν τοὺς κρύϕους
Verse: 37    
λέγοντες ᾽Αποϑάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐϕ' ἡμᾶς οὐρανὸς καὶ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς.
Verse: 38    
καὶ ἀνέστησαν ἐπ' αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν, καὶ ἀπέϑανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνϑρώπων.
Verse: 39    
Καὶ ἔγνω Ματταϑιας καὶ οἱ ϕίλοι αὐτοῦ καὶ ἐπένϑησαν ἐπ' αὐτοὺς σϕόδρα.
Verse: 40    
καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ ᾽Εὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελϕοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔϑνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ὀλεϑρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς.
Verse: 41    
καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες Πᾶς ἄνϑρωπος, ὃς ἐὰν ἔλϑῃ ἐϕ' ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποϑάνωμεν πάντες καϑὼς ἀπέϑανον οἱ ἀδελϕοὶ ἡμῶν ἐν τοῖς κρύϕοις.
Verse: 42    
τότε συνήχϑησαν πρὸς αὐτοὺς συναγωγὴ Ασιδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ισραηλ, πᾶς ἑκουσιαζόμενος τῷ νόμῳ·
Verse: 43    
καὶ πάντες οἱ ϕυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέϑησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα.
Verse: 44    
καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν ϑυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔϕυγον εἰς τὰ ἔϑνη σωϑῆναι.
Verse: 45    
καὶ ἐκύκλωσεν Ματταϑιας καὶ οἱ ϕίλοι αὐτοῦ καὶ καϑεῖλον τοὺς βωμοὺς
Verse: 46    
καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα, ὅσα εὗρον ἐν ὁρίοις Ισραηλ, ἐν ἰσχύι
Verse: 47    
καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηϕανίας, καὶ κατευοδώϑη τὸ ἔργον ἐν χειρὶ αὐτῶν·
Verse: 48    
καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐϑνῶν καὶ τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ.
Verse: 49    
Καὶ ἤγγισαν αἱ ἡμέραι Ματταϑιου ἀποϑανεῖν, καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Νῦν ἐστηρίσϑη ὑπερηϕανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροϕῆς καὶ ὀργὴ ϑυμοῦ.
Verse: 50    
νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαϑήκης πατέρων ἡμῶν
Verse: 51    
καὶ μνήσϑητε τὰ ἔργα τῶν πατέρων, ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασϑε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον.
Verse: 52    
Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέϑη πιστός, καὶ ἐλογίσϑη αὐτῷ εἰς δικαιοσύνην;
Verse: 53    
Ιωσηϕ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐϕύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου.
Verse: 54    
Φινεες πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαϑήκην ἱερωσύνης αἰωνίας.
Verse: 55    
᾽Ιησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ισραηλ.
Verse: 56    
Χαλεβ ἐν τῷ μαρτύρασϑαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβεν γῆς κληρονομίαν.
Verse: 57    
Δαυιδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν ϑρόνον βασιλείας εἰς αἰῶνας.
Verse: 58    
Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμϕϑη εἰς τὸν οὐρανόν.
Verse: 59    
Ανανιας, Αζαριας, Μισαηλ πιστεύσαντες ἐσώϑησαν ἐκ ϕλογός.
Verse: 60    
Δανιηλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσϑη ἐκ στόματος λεόντων.
Verse: 61    
καὶ οὕτως ἐννοήϑητε κατὰ γενεὰν καὶ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτὸν οὐκ ἀσϑενήσουσιν.
Verse: 62    
καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ ϕοβηϑῆτε, ὅτι δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας·
Verse: 63    
σήμερον ἐπαρϑήσεται καὶ αὔριον οὐ μὴ εὑρεϑῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ διαλογισμὸς αὐτοῦ ἀπολεῖται.
Verse: 64    
τέκνα, ἀνδρίζεσϑε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασϑήσεσϑε.
Verse: 65    
καὶ ἰδοὺ Συμεων ἀδελϕὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ἔσται ὑμῶν πατήρ.
Verse: 66    
καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν.
Verse: 67    
καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν·
Verse: 68    
ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔϑνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου.
Verse: 69    
καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέϑη πρὸς τοὺς πατέρας αὐτοῦ.
Verse: 70    
καὶ ἀπέϑανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει καὶ ἐτάϕη ἐν τάϕοις πατέρων αὐτοῦ ἐν Μωδεϊν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.