TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 516
Previous part

Chapter: 3 
Verse: 1    Καὶ ἀνέστη Ιουδας καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 2    
καὶ ἐβοήϑουν αὐτῷ πάντες οἱ ἀδελϕοὶ αὐτοῦ καὶ πάντες, ὅσοι ἐκολλήϑησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ισραηλ μετ' εὐϕροσύνης.
Verse: 3    
καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ καὶ ἐνεδύσατο ϑώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομϕαίᾳ.
Verse: 4    
καὶ ὡμοιώϑη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς ϑήραν.
Verse: 5    
καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐϕλόγισεν.
Verse: 6    
καὶ συνεστάλησαν ἄνομοι ἀπὸ τοῦ ϕόβου αὐτοῦ, καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχϑησαν, καὶ εὐοδώϑη σωτηρία ἐν χειρὶ αὐτοῦ.
Verse: 7    
καὶ ἐπίκρανεν βασιλεῖς πολλοὺς καὶ εὔϕρανεν τὸν Ιακωβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν.
Verse: 8    
καὶ διῆλϑεν ἐν πόλεσιν Ιουδα καὶ ἐξωλέϑρευσεν ἀσεβεῖς ἐξ αὐτῆς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ισραηλ
Verse: 9    
καὶ ὠνομάσϑη ἕως ἐσχάτου γῆς καὶ συνήγαγεν ἀπολλυμένους.
Verse: 10    
Καὶ συνήγαγεν ᾽Απολλώνιος ἔϑνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς τὸν Ισραηλ.
Verse: 11    
καὶ ἔγνω Ιουδας καὶ ἐξῆλϑεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν· καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔϕυγον.
Verse: 12    
καὶ ἔλαβον τὰ σκῦλα αὐτῶν, καὶ τὴν μάχαιραν ᾽Απολλωνίου ἔλαβεν Ιουδας καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας.
Verse: 13    
καὶ ἤκουσεν Σήρων ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤϑροισεν Ιουδας ἄϑροισμα καὶ ἐκκλησίαν πιστῶν μετ' αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον,
Verse: 14    
καὶ εἶπεν Ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασϑήσομαι ἐν τῇ βασιλείᾳ καὶ πολεμήσω τὸν Ιουδαν καὶ τοὺς σὺν αὐτῷ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως.
Verse: 15    
καὶ προσέϑετο καὶ ἀνέβη μετ' αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηϑῆσαι αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ισραηλ.
Verse: 16    
καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιϑωρων, καὶ ἐξῆλϑεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός.
Verse: 17    
ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτῶν, εἶπον τῷ Ιουδα Τί δυνησόμεϑα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆϑος τοσοῦτο ἰσχυρόν; καὶ ἡμεῖς ἐκλελύμεϑα ἀσιτοῦντες σήμερον.
Verse: 18    
καὶ εἶπεν Ιουδας Εὔκοπόν ἐστιν συγκλεισϑῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων, καὶ οὐκ ἔστιν διαϕορὰ ἐναντίον τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἐν ὀλίγοις·
Verse: 19    
ὅτι οὐκ ἐν πλήϑει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ' ἐκ τοῦ οὐρανοῦ ἰσχύς.
Verse: 20    
αὐτοὶ ἔρχονται ἐϕ' ἡμᾶς ἐν πλήϑει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν τοῦ σκυλεῦσαι ἡμᾶς,
Verse: 21    
ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν.
Verse: 22    
καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν, ὑμεῖς δὲ μὴ ϕοβεῖσϑε ἀπ' αὐτῶν.
Verse: 23    
ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄϕνω, καὶ συνετρίβη Σήρων καὶ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ.
Verse: 24    
καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιϑωρων ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπ' αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους, οἱ δὲ λοιποὶ ἔϕυγον εἰς γῆν Φυλιστιιμ.
Verse: 25    
καὶ ἤρξατο ϕόβος Ιουδου καὶ τῶν ἀδελϕῶν αὐτοῦ καὶ πτόη ἐπέπιπτεν ἐπὶ τὰ ἔϑνη τὰ κύκλῳ αὐτῶν·
Verse: 26    
καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ιουδου ἐξηγεῖτο τὰ ἔϑνη.
Verse: 27    
῾Ως δὲ ἤκουσεν βασιλεὺς ᾽Αντίοχος τοὺς λόγους τούτους, ὠργίσϑη ϑυμῷ καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σϕόδρα.
Verse: 28    
καὶ ἤνοιξεν τὸ γαζοϕυλάκιον αὐτοῦ καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο αὐτοῖς εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν.
Verse: 29    
καὶ εἶδεν ὅτι ἐξέλιπεν τὸ ἀργύριον ἐκ τῶν ϑησαυρῶν καὶ οἱ ϕόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς, ἧς κατεσκεύασεν ἐν τῇ γῇ τοῦ ἆραι τὰ νόμιμα, ἦσαν ἀϕ' ἡμερῶν τῶν πρώτων,
Verse: 30    
καὶ εὐλαβήϑη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα, ἐδίδου ἔμπροσϑεν δαψιλῇ χειρὶ καὶ ἐπερίσσευσεν ὑπὲρ τοὺς βασιλεῖς τοὺς ἔμπροσϑεν,
Verse: 31    
καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σϕόδρα καὶ ἐβουλεύσατο τοῦ πορευϑῆναι εἰς τὴν Περσίδα καὶ λαβεῖν τοὺς ϕόρους τῶν χωρῶν καὶ συναγαγεῖν ἀργύριον πολύ.
Verse: 32    
καὶ κατέλιπεν Λυσίαν ἄνϑρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως ἀπὸ τοῦ ποταμοῦ Εὐϕράτου καὶ ἕως ὁρίων Αἰγύπτου
Verse: 33    
καὶ τρέϕειν ᾽Αντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν·
Verse: 34    
καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέϕαντας καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων, ὧν ἠβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ιουδαίαν καὶ Ιερουσαλημ
Verse: 35    
ἀποστεῖλαι ἐπ' αὐτοὺς δύναμιν τοῦ ἐκτρῖψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ισραηλ καὶ τὸ κατάλειμμα Ιερουσαλημ καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου
Verse: 36    
καὶ κατοικίσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῶν καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν.
Verse: 37    
καὶ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειϕϑείσας καὶ ἀπῆρεν ἀπὸ ᾽Αντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ καὶ διεπέρασεν τὸν Εὐϕράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας.
Verse: 38    
Καὶ ἐπέλεξεν Λυσίας Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν ϕίλων τοῦ βασιλέως,
Verse: 39    
καὶ ἀπέστειλεν μετ' αὐτῶν τεσσαράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχιλίαν ἵππον τοῦ ἐλϑεῖν εἰς γῆν Ιουδα καὶ καταϕϑεῖραι αὐτὴν κατὰ τὸν λόγον τοῦ βασιλέως.
Verse: 40    
καὶ ἀπῆρεν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν, καὶ ἦλϑον καὶ παρενέβαλον πλησίον Αμμαους ἐν τῇ γῇ τῇ πεδινῇ.
Verse: 41    
καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σϕόδρα καὶ πέδας καὶ ἦλϑον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ισραηλ εἰς παῖδας. καὶ προσετέϑησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γῆς ἀλλοϕύλων.
Verse: 42    
καὶ εἶδεν Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ὅτι ἐπληϑύνϑη τὰ κακὰ καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν, καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως, οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν,
Verse: 43    
καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ᾽Αναστήσωμεν τὴν καϑαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων.
Verse: 44    
καὶ ἠϑροίσϑη συναγωγὴ τοῦ εἶναι ἑτοίμους εἰς πόλεμον καὶ τοῦ προσεύξασϑαι καὶ αἰτῆσαι ἔλεος καὶ οἰκτιρμούς.
Verse: 45    
καὶ Ιερουσαλημ ἦν ἀοίκητος ὡς ἔρημος, οὐκ ἦν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γενημάτων αὐτῆς, καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα τοῖς ἔϑνεσιν· καὶ ἐξήρϑη τέρψις ἐξ Ιακωβ, καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα.
Verse: 46    
καὶ συνήχϑησαν καὶ ἤλϑοσαν εἰς Μασσηϕα κατέναντι Ιερουσαλημ, ὅτι τόπος προσευχῆς ἦν ἐν Μασσηϕα τὸ πρότερον τῷ Ισραηλ.
Verse: 47    
καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὴν κεϕαλὴν αὐτῶν καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.
Verse: 48    
καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου περὶ ὧν ἐξηρεύνων τὰ ἔϑνη τὰ ὁμοιώματα τῶν εἰδώλων αὐτῶν.
Verse: 49    
καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας καὶ ἤγειραν τοὺς ναζιραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας,
Verse: 50    
καὶ ἐβόησαν ϕωνῇ εἰς τὸν οὐρανὸν λέγοντες Τί ποιήσωμεν τούτοις καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν,
Verse: 51    
καὶ τὰ ἅγιά σου καταπεπάτηνται καὶ βεβήλωνται καὶ οἱ ἱερεῖς σου ἐν πένϑει καὶ ταπεινώσει;
Verse: 52    
καὶ ἰδοὺ τὰ ἔϑνη συνῆκται ἐϕ' ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας λογίζονται ἐϕ' ἡμᾶς.
Verse: 53    
πῶς δυνησόμεϑα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηϑήσῃς ἡμῖν;
Verse: 54    
καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ϕωνῇ μεγάλῃ.
Verse: 55    
καὶ μετὰ τοῦτο κατέστησεν Ιουδας ἡγουμένους τοῦ λαοῦ, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.
Verse: 56    
καὶ εἶπεν τοῖς οἰκοδομοῦσιν οἰκίας καὶ μνηστευομένοις γυναῖκας καὶ ϕυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς ἀποστρέϕειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον.
Verse: 57    
καὶ ἀπῆρεν παρεμβολή, καὶ παρενέβαλον κατὰ νότον Αμμαους.
Verse: 58    
καὶ εἶπεν Ιουδας Περιζώσασϑε καὶ γίνεσϑε εἰς υἱοὺς δυνατοὺς καὶ γίνεσϑε ἕτοιμοι εἰς πρωὶ τοῦ πολεμῆσαι ἐν τοῖς ἔϑνεσιν τούτοις τοῖς ἐπισυνηγμένοις ἐϕ' ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν·
Verse: 59    
ὅτι κρεῖσσον ἡμᾶς ἀποϑανεῖν ἐν τῷ πολέμῳ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔϑνους ἡμῶν καὶ τῶν ἁγίων.
Verse: 60    
ὡς δ' ἂν ϑέλημα ἐν οὐρανῷ, οὕτως ποιήσει.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.