TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 517
Chapter: 4
Verse: 1
Καὶ
παρέλαβεν
Γοργίας
πεντακισχιλίους
ἄνδρας
καὶ
χιλίαν
ἵππον
ἐκλεκτήν
,
καὶ
ἀπῆρεν
ἡ
παρεμβολὴ
νυκτὸς
Verse: 2
ὥστε
ἐπιβαλεῖν
ἐπὶ
τὴν
παρεμβολὴν
τῶν
Ιουδαίων
καὶ
πατάξαι
αὐτοὺς
ἄϕνω
·
καὶ
υἱοὶ
τῆς
ἄκρας
ἦσαν
αὐτῷ
ὁδηγοί
.
Verse: 3
καὶ
ἤκουσεν
Ιουδας
καὶ
ἀπῆρεν
αὐτὸς
καὶ
οἱ
δυνατοὶ
πατάξαι
τὴν
δύναμιν
τοῦ
βασιλέως
τὴν
ἐν
Αμμαους
,
Verse: 4
ἕως
ἔτι
ἐσκορπισμέναι
ἦσαν
αἱ
δυνάμεις
ἀπὸ
τῆς
παρεμβολῆς
.
Verse: 5
καὶ
ἦλϑεν
Γοργίας
εἰς
τὴν
παρεμβολὴν
Ιουδου
νυκτὸς
καὶ
οὐδένα
εὗρεν
·
καὶ
ἐζήτει
αὐτοὺς
ἐν
τοῖς
ὄρεσιν
,
ὅτι
εἶπεν
Φεύγουσιν
οὗτοι
ἀϕ
'
ἡμῶν
.
Verse: 6
καὶ
ἅμα
ἡμέρᾳ
ὤϕϑη
Ιουδας
ἐν
τῷ
πεδίῳ
ἐν
τρισχιλίοις
ἀνδράσιν
·
πλὴν
καλύμματα
καὶ
μαχαίρας
οὐκ
εἶχον
ὡς
ἠβούλοντο
.
Verse: 7
καὶ
εἶδον
παρεμβολὴν
ἐϑνῶν
ἰσχυρὰν
καὶ
τεϑωρακισμένην
καὶ
ἵππον
κυκλοῦσαν
αὐτήν
,
καὶ
οὗτοι
διδακτοὶ
πολέμου
.
Verse: 8
καὶ
εἶπεν
Ιουδας
τοῖς
ἀνδράσιν
τοῖς
μετ
'
αὐτοῦ
Μὴ
ϕοβεῖσϑε
τὸ
πλῆϑος
αὐτῶν
καὶ
τὸ
ὅρμημα
αὐτῶν
μὴ
δειλωϑῆτε
·
Verse: 9
μνήσϑητε
ὡς
ἐσώϑησαν
οἱ
πατέρες
ἡμῶν
ἐν
ϑαλάσσῃ
ἐρυϑρᾷ
,
ὅτε
ἐδίωκεν
αὐτοὺς
Φαραω
ἐν
δυνάμει
·
Verse: 10
καὶ
νῦν
βοήσωμεν
εἰς
οὐρανόν
,
εἰ
ϑελήσει
ἡμᾶς
καὶ
μνησϑήσεται
διαϑήκης
πατέρων
καὶ
συντρίψει
τὴν
παρεμβολὴν
ταύτην
κατὰ
πρόσωπον
ἡμῶν
σήμερον
,
Verse: 11
καὶ
γνώσονται
πάντα
τὰ
ἔϑνη
ὅτι
ἔστιν
ὁ
λυτρούμενος
καὶ
σῴζων
τὸν
Ισραηλ
.
Verse: 12
καὶ
ἦραν
οἱ
ἀλλόϕυλοι
τοὺς
ὀϕϑαλμοὺς
αὐτῶν
καὶ
εἶδον
αὐτοὺς
ἐρχομένους
ἐξ
ἐναντίας
Verse: 13
καὶ
ἐξῆλϑον
ἐκ
τῆς
παρεμβολῆς
εἰς
πόλεμον
·
καὶ
ἐσάλπισαν
οἱ
παρὰ
Ιουδου
Verse: 14
καὶ
συνῆψαν
,
καὶ
συνετρίβησαν
τὰ
ἔϑνη
καὶ
ἔϕυγον
εἰς
τὸ
πεδίον
,
Verse: 15
οἱ
δὲ
ἔσχατοι
πάντες
ἔπεσον
ἐν
ῥομϕαίᾳ
.
καὶ
ἐδίωξαν
αὐτοὺς
ἕως
Γαζηρων
καὶ
ἕως
τῶν
πεδίων
τῆς
Ιδουμαίας
καὶ
᾽Αζώτου
καὶ
Ιαμνείας
,
καὶ
ἔπεσαν
ἐξ
αὐτῶν
εἰς
ἄνδρας
τρισχιλίους
.
Verse: 16
καὶ
ἀπέστρεψεν
Ιουδας
καὶ
ἡ
δύναμις
ἀπὸ
τοῦ
διώκειν
ὄπισϑεν
αὐτῶν
Verse: 17
καὶ
εἶπεν
πρὸς
τὸν
λαόν
Μὴ
ἐπιϑυμήσητε
τῶν
σκύλων
,
ὅτι
πόλεμος
ἐξ
ἐναντίας
ἡμῶν
,
Verse: 18
καὶ
Γοργίας
καὶ
ἡ
δύναμις
ἐν
τῷ
ὄρει
ἐγγὺς
ἡμῶν
·
ἀλλὰ
στῆτε
νῦν
ἐναντίον
τῶν
ἐχϑρῶν
ἡμῶν
καὶ
πολεμήσατε
αὐτούς
,
καὶ
μετὰ
ταῦτα
λάβετε
τὰ
σκῦλα
μετὰ
παρρησίας
.
Verse: 19
ἔτι
πληροῦντος
Ιουδου
ταῦτα
μέρος
τι
ὤϕϑη
ἐκκύπτον
ἐκ
τοῦ
ὄρους
·
Verse: 20
καὶ
εἶδεν
ὅτι
τετρόπωνται
,
καὶ
ἐμπυρίζουσιν
τὴν
παρεμβολήν
·
ὁ
γὰρ
καπνὸς
ὁ
ϑεωρούμενος
ἐνεϕάνιζεν
τὸ
γεγονός
.
Verse: 21
οἱ
δὲ
ταῦτα
συνιδόντες
ἐδειλώϑησαν
σϕόδρα
·
συνιδόντες
δὲ
καὶ
τὴν
Ιουδου
παρεμβολὴν
ἐν
τῷ
πεδίῳ
ἑτοίμην
εἰς
παράταξιν
Verse: 22
ἔϕυγον
πάντες
εἰς
γῆν
ἀλλοϕύλων
.
Verse: 23
καὶ
Ιουδας
ἀνέστρεψεν
ἐπὶ
τὴν
σκυλείαν
τῆς
παρεμβολῆς
,
καὶ
ἔλαβον
χρυσίον
πολὺ
καὶ
ἀργύριον
καὶ
ὑάκινϑον
καὶ
πορϕύραν
ϑαλασσίαν
καὶ
πλοῦτον
μέγαν
.
Verse: 24
καὶ
ἐπιστραϕέντες
ὕμνουν
καὶ
εὐλόγουν
εἰς
οὐρανὸν
ὅτι
καλόν
,
ὅτι
εἰς
τὸν
αἰῶνα
τὸ
ἔλεος
αὐτοῦ
.
Verse: 25
καὶ
ἐγενήϑη
σωτηρία
μεγάλη
τῷ
Ισραηλ
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
.
Verse: 26
῞Οσοι
δὲ
τῶν
ἀλλοϕύλων
διεσώϑησαν
,
παραγενηϑέντες
ἀπήγγειλαν
τῷ
Λυσίᾳ
πάντα
τὰ
συμβεβηκότα
.
Verse: 27
ὁ
δὲ
ἀκούσας
συνεχύϑη
καὶ
ἠϑύμει
,
ὅτι
οὐχ
οἷα
ἤϑελεν
,
τοιαῦτα
ἐγεγόνει
τῷ
Ισραηλ
,
καὶ
οὐχ
οἷα
αὐτῷ
ἐνετείλατο
ὁ
βασιλεύς
,
ἐξέβη
.
Verse: 28
καὶ
ἐν
τῷ
ἐρχομένῳ
ἐνιαυτῷ
συνελόχησεν
ἀνδρῶν
ἐπιλέκτων
ἑξήκοντα
χιλιάδας
καὶ
πεντακισχιλίαν
ἵππον
ὥστε
ἐκπολεμῆσαι
αὐτούς
.
Verse: 29
καὶ
ἦλϑον
εἰς
τὴν
Ιδουμαίαν
καὶ
παρενέβαλον
ἐν
Βαιϑσουροις
,
καὶ
συνήντησεν
αὐτοῖς
Ιουδας
ἐν
δέκα
χιλιάσιν
ἀνδρῶν
.
Verse: 30
καὶ
εἶδεν
τὴν
παρεμβολὴν
ἰσχυρὰν
καὶ
προσηύξατο
καὶ
εἶπεν
Εὐλογητὸς
εἶ
,
ὁ
σωτὴρ
Ισραηλ
ὁ
συντρίψας
τὸ
ὅρμημα
τοῦ
δυνατοῦ
ἐν
χειρὶ
τοῦ
δούλου
σου
Δαυιδ
καὶ
παρέδωκας
τὴν
παρεμβολὴν
τῶν
ἀλλοϕύλων
εἰς
χεῖρας
Ιωναϑου
υἱοῦ
Σαουλ
καὶ
τοῦ
αἴροντος
τὰ
σκεύη
αὐτοῦ
·
Verse: 31
οὕτως
σύγκλεισον
τὴν
παρεμβολὴν
ταύτην
ἐν
χειρὶ
λαοῦ
σου
Ισραηλ
,
καὶ
αἰσχυνϑήτωσαν
ἐπὶ
τῇ
δυνάμει
καὶ
τῇ
ἵππῳ
αὐτῶν
·
Verse: 32
δὸς
αὐτοῖς
δειλίαν
καὶ
τῆξον
ϑράσος
ἰσχύος
αὐτῶν
,
καὶ
σαλευϑήτωσαν
τῇ
συντριβῇ
αὐτῶν
·
Verse: 33
κατάβαλε
αὐτοὺς
ῥομϕαίᾳ
ἀγαπώντων
σε
,
καὶ
αἰνεσάτωσάν
σε
πάντες
οἱ
εἰδότες
τὸ
ὄνομά
σου
ἐν
ὕμνοις
.
Verse: 34
καὶ
συνέβαλλον
ἀλλήλοις
,
καὶ
ἔπεσον
ἐκ
τῆς
παρεμβολῆς
Λυσίου
εἰς
πεντακισχιλίους
ἄνδρας
καὶ
ἔπεσον
ἐξ
ἐναντίας
αὐτῶν
.
Verse: 35
ἰδὼν
δὲ
Λυσίας
τὴν
γενομένην
τροπὴν
τῆς
αὑτοῦ
συντάξεως
,
τῆς
δὲ
Ιουδου
τὸ
γεγενημένον
ϑάρσος
καὶ
ὡς
ἕτοιμοί
εἰσιν
ἢ
ζῆν
ἢ
τεϑνηκέναι
γενναίως
,
ἀπῆρεν
εἰς
᾽Αντιόχειαν
καὶ
ἐξενολόγει
πλεοναστὸν
πάλιν
παραγίνεσϑαι
εἰς
τὴν
Ιουδαίαν
.
Verse: 36
Εἶπεν
δὲ
Ιουδας
καὶ
οἱ
ἀδελϕοὶ
αὐτοῦ
᾽Ιδοὺ
συνετρίβησαν
οἱ
ἐχϑροὶ
ἡμῶν
,
ἀναβῶμεν
καϑαρίσαι
τὰ
ἅγια
καὶ
ἐγκαινίσαι
.
Verse: 37
καὶ
συνήχϑη
ἡ
παρεμβολὴ
πᾶσα
καὶ
ἀνέβησαν
εἰς
ὄρος
Σιων
.
Verse: 38
καὶ
εἶδον
τὸ
ἁγίασμα
ἠρημωμένον
καὶ
τὸ
ϑυσιαστήριον
βεβηλωμένον
καὶ
τὰς
ϑύρας
κατακεκαυμένας
καὶ
ἐν
ταῖς
αὐλαῖς
ϕυτὰ
πεϕυκότα
ὡς
ἐν
δρυμῷ
ἢ
ὡς
ἐν
ἑνὶ
τῶν
ὀρέων
καὶ
τὰ
παστοϕόρια
καϑῃρημένα
.
Verse: 39
καὶ
διέρρηξαν
τὰ
ἱμάτια
αὐτῶν
καὶ
ἐκόψαντο
κοπετὸν
μέγαν
καὶ
ἐπέϑεντο
σποδὸν
Verse: 40
καὶ
ἔπεσαν
ἐπὶ
πρόσωπον
ἐπὶ
τὴν
γῆν
καὶ
ἐσάλπισαν
ταῖς
σάλπιγξιν
τῶν
σημασιῶν
καὶ
ἐβόησαν
εἰς
οὐρανόν
.
Verse: 41
τότε
ἐπέταξεν
Ιουδας
ἀνδράσιν
πολεμεῖν
τοὺς
ἐν
τῇ
ἄκρᾳ
,
ἕως
καϑαρίσῃ
τὰ
ἅγια
.
Verse: 42
καὶ
ἐπελέξατο
ἱερεῖς
ἀμώμους
ϑελητὰς
νόμου
,
Verse: 43
καὶ
ἐκαϑάρισαν
τὰ
ἅγια
καὶ
ἦραν
τοὺς
λίϑους
τοῦ
μιασμοῦ
εἰς
τόπον
ἀκάϑαρτον
.
Verse: 44
καὶ
ἐβουλεύσαντο
περὶ
τοῦ
ϑυσιαστηρίου
τῆς
ὁλοκαυτώσεως
τοῦ
βεβηλωμένου
,
τί
αὐτῷ
ποιήσωσιν
·
Verse: 45
καὶ
ἔπεσεν
αὐτοῖς
βουλὴ
ἀγαϑὴ
καϑελεῖν
αὐτό
,
μήποτε
γένηται
αὐτοῖς
εἰς
ὄνειδος
ὅτι
ἐμίαναν
τὰ
ἔϑνη
αὐτό
·
καὶ
καϑεῖλον
τὸ
ϑυσιαστήριον
Verse: 46
καὶ
ἀπέϑεντο
τοὺς
λίϑους
ἐν
τῷ
ὄρει
τοῦ
οἴκου
ἐν
τόπῳ
ἐπιτηδείῳ
μέχρι
τοῦ
παραγενηϑῆναι
προϕήτην
τοῦ
ἀποκριϑῆναι
περὶ
αὐτῶν
.
Verse: 47
καὶ
ἔλαβον
λίϑους
ὁλοκλήρους
κατὰ
τὸν
νόμον
καὶ
ᾠκοδόμησαν
ϑυσιαστήριον
καινὸν
κατὰ
τὸ
πρότερον
.
Verse: 48
καὶ
ᾠκοδόμησαν
τὰ
ἅγια
καὶ
τὰ
ἐντὸς
τοῦ
οἴκου
καὶ
τὰς
αὐλὰς
ἡγίασαν
Verse: 49
καὶ
ἐποίησαν
σκεύη
ἅγια
καινὰ
καὶ
εἰσήνεγκαν
τὴν
λυχνίαν
καὶ
τὸ
ϑυσιαστήριον
τῶν
ϑυμιαμάτων
καὶ
τὴν
τράπεζαν
εἰς
τὸν
ναόν
.
Verse: 50
καὶ
ἐϑυμίασαν
ἐπὶ
τὸ
ϑυσιαστήριον
καὶ
ἐξῆψαν
τοὺς
λύχνους
τοὺς
ἐπὶ
τῆς
λυχνίας
,
καὶ
ἔϕαινον
ἐν
τῷ
ναῷ
.
Verse: 51
καὶ
ἐπέϑηκαν
ἐπὶ
τὴν
τράπεζαν
ἄρτους
καὶ
ἐξεπέτασαν
τὰ
καταπετάσματα
.
καὶ
ἐτέλεσαν
πάντα
τὰ
ἔργα
,
ἃ
ἐποίησαν
.
Verse: 52
καὶ
ὤρϑρισαν
τὸ
πρωὶ
τῇ
πέμπτῃ
καὶ
εἰκάδι
τοῦ
μηνὸς
τοῦ
ἐνάτου
[οὗτος
ὁ
μὴν
Χασελευ]
τοῦ
ὀγδόου
καὶ
τεσσαρακοστοῦ
καὶ
ἑκατοστοῦ
ἔτους
Verse: 53
καὶ
ἀνήνεγκαν
ϑυσίαν
κατὰ
τὸν
νόμον
ἐπὶ
τὸ
ϑυσιαστήριον
τῶν
ὁλοκαυτωμάτων
τὸ
καινόν
,
ὃ
ἐποίησαν
.
Verse: 54
κατὰ
τὸν
καιρὸν
καὶ
κατὰ
τὴν
ἡμέραν
,
ἐν
ᾗ
ἐβεβήλωσαν
αὐτὸ
τὰ
ἔϑνη
,
ἐν
ἐκείνῃ
ἐνεκαινίσϑη
ἐν
ᾠδαῖς
καὶ
κιϑάραις
καὶ
κινύραις
καὶ
κυμβάλοις
.
Verse: 55
καὶ
ἔπεσεν
πᾶς
ὁ
λαὸς
ἐπὶ
πρόσωπον
καὶ
προσεκύνησαν
καὶ
εὐλόγησαν
εἰς
οὐρανὸν
τὸν
εὐοδώσαντα
αὐτοῖς
.
Verse: 56
καὶ
ἐποίησαν
τὸν
ἐγκαινισμὸν
τοῦ
ϑυσιαστηρίου
ἡμέρας
ὀκτὼ
καὶ
προσήνεγκαν
ὁλοκαυτώματα
μετ
'
εὐϕροσύνης
καὶ
ἔϑυσαν
ϑυσίαν
σωτηρίου
καὶ
αἰνέσεως
.
Verse: 57
καὶ
κατεκόσμησαν
τὸ
κατὰ
πρόσωπον
τοῦ
ναοῦ
στεϕάνοις
χρυσοῖς
καὶ
ἀσπιδίσκαις
καὶ
ἐνεκαίνισαν
τὰς
πύλας
καὶ
τὰ
παστοϕόρια
καὶ
ἐϑύρωσαν
αὐτά
.
Verse: 58
καὶ
ἐγενήϑη
εὐϕροσύνη
μεγάλη
ἐν
τῷ
λαῷ
σϕόδρα
,
καὶ
ἀπεστράϕη
ὀνειδισμὸς
ἐϑνῶν
.
Verse: 59
καὶ
ἔστησεν
Ιουδας
καὶ
οἱ
ἀδελϕοὶ
αὐτοῦ
καὶ
πᾶσα
ἡ
ἐκκλησία
Ισραηλ
ἵνα
ἄγωνται
αἱ
ἡμέραι
τοῦ
ἐγκαινισμοῦ
τοῦ
ϑυσιαστηρίου
ἐν
τοῖς
καιροῖς
αὐτῶν
ἐνιαυτὸν
κατ
'
ἐνιαυτὸν
ἡμέρας
ὀκτὼ
ἀπὸ
τῆς
πέμπτης
καὶ
εἰκάδος
τοῦ
μηνὸς
Χασελευ
μετ
'
εὐϕροσύνης
καὶ
χαρᾶς
.
Verse: 60
καὶ
ᾠκοδόμησαν
ἐν
τῷ
καιρῷ
ἐκείνῳ
τὸ
ὄρος
Σιων
κυκλόϑεν
τείχη
ὑψηλὰ
καὶ
πύργους
ὀχυρούς
,
μήποτε
παραγενηϑέντα
τὰ
ἔϑνη
καταπατήσωσιν
αὐτά
,
ὡς
ἐποίησαν
τὸ
πρότερον
.
Verse: 61
καὶ
ἀπέταξεν
ἐκεῖ
δύναμιν
τηρεῖν
αὐτὸ
καὶ
ὠχύρωσεν
αὐτὸ
τηρεῖν
τὴν
Βαιϑσουραν
τοῦ
ἔχειν
τὸν
λαὸν
ὀχύρωμα
κατὰ
πρόσωπον
τῆς
Ιδουμαίας
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.