TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 517
Previous part

Chapter: 4 
Verse: 1    Καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῆρεν παρεμβολὴ νυκτὸς
Verse: 2    
ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄϕνω· καὶ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί.
Verse: 3    
καὶ ἤκουσεν Ιουδας καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Αμμαους,
Verse: 4    
ἕως ἔτι ἐσκορπισμέναι ἦσαν αἱ δυνάμεις ἀπὸ τῆς παρεμβολῆς.
Verse: 5    
καὶ ἦλϑεν Γοργίας εἰς τὴν παρεμβολὴν Ιουδου νυκτὸς καὶ οὐδένα εὗρεν· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπεν Φεύγουσιν οὗτοι ἀϕ' ἡμῶν.
Verse: 6    
καὶ ἅμα ἡμέρᾳ ὤϕϑη Ιουδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν· πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον ὡς ἠβούλοντο.
Verse: 7    
καὶ εἶδον παρεμβολὴν ἐϑνῶν ἰσχυρὰν καὶ τεϑωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν, καὶ οὗτοι διδακτοὶ πολέμου.
Verse: 8    
καὶ εἶπεν Ιουδας τοῖς ἀνδράσιν τοῖς μετ' αὐτοῦ Μὴ ϕοβεῖσϑε τὸ πλῆϑος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωϑῆτε·
Verse: 9    
μνήσϑητε ὡς ἐσώϑησαν οἱ πατέρες ἡμῶν ἐν ϑαλάσσῃ ἐρυϑρᾷ, ὅτε ἐδίωκεν αὐτοὺς Φαραω ἐν δυνάμει·
Verse: 10    
καὶ νῦν βοήσωμεν εἰς οὐρανόν, εἰ ϑελήσει ἡμᾶς καὶ μνησϑήσεται διαϑήκης πατέρων καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον,
Verse: 11    
καὶ γνώσονται πάντα τὰ ἔϑνη ὅτι ἔστιν λυτρούμενος καὶ σῴζων τὸν Ισραηλ.
Verse: 12    
καὶ ἦραν οἱ ἀλλόϕυλοι τοὺς ὀϕϑαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξ ἐναντίας
Verse: 13    
καὶ ἐξῆλϑον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου
Verse: 14    
καὶ συνῆψαν, καὶ συνετρίβησαν τὰ ἔϑνη καὶ ἔϕυγον εἰς τὸ πεδίον,
Verse: 15    
οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομϕαίᾳ. καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ ᾽Αζώτου καὶ Ιαμνείας, καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους.
Verse: 16    
καὶ ἀπέστρεψεν Ιουδας καὶ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισϑεν αὐτῶν
Verse: 17    
καὶ εἶπεν πρὸς τὸν λαόν Μὴ ἐπιϑυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν,
Verse: 18    
καὶ Γοργίας καὶ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχϑρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας.
Verse: 19    
ἔτι πληροῦντος Ιουδου ταῦτα μέρος τι ὤϕϑη ἐκκύπτον ἐκ τοῦ ὄρους·
Verse: 20    
καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσιν τὴν παρεμβολήν· γὰρ καπνὸς ϑεωρούμενος ἐνεϕάνιζεν τὸ γεγονός.
Verse: 21    
οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώϑησαν σϕόδρα· συνιδόντες δὲ καὶ τὴν Ιουδου παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν
Verse: 22    
ἔϕυγον πάντες εἰς γῆν ἀλλοϕύλων.
Verse: 23    
καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς, καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινϑον καὶ πορϕύραν ϑαλασσίαν καὶ πλοῦτον μέγαν.
Verse: 24    
καὶ ἐπιστραϕέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Verse: 25    
καὶ ἐγενήϑη σωτηρία μεγάλη τῷ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Verse: 26    
῞Οσοι δὲ τῶν ἀλλοϕύλων διεσώϑησαν, παραγενηϑέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα.
Verse: 27    
δὲ ἀκούσας συνεχύϑη καὶ ἠϑύμει, ὅτι οὐχ οἷα ἤϑελεν, τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ, καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο βασιλεύς, ἐξέβη.
Verse: 28    
καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς.
Verse: 29    
καὶ ἦλϑον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιϑσουροις, καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν.
Verse: 30    
καὶ εἶδεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν Εὐλογητὸς εἶ, σωτὴρ Ισραηλ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοϕύλων εἰς χεῖρας Ιωναϑου υἱοῦ Σαουλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ·
Verse: 31    
οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ισραηλ, καὶ αἰσχυνϑήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν·
Verse: 32    
δὸς αὐτοῖς δειλίαν καὶ τῆξον ϑράσος ἰσχύος αὐτῶν, καὶ σαλευϑήτωσαν τῇ συντριβῇ αὐτῶν·
Verse: 33    
κατάβαλε αὐτοὺς ῥομϕαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις.
Verse: 34    
καὶ συνέβαλλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν.
Verse: 35    
ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὑτοῦ συντάξεως, τῆς δὲ Ιουδου τὸ γεγενημένον ϑάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ζῆν τεϑνηκέναι γενναίως, ἀπῆρεν εἰς ᾽Αντιόχειαν καὶ ἐξενολόγει πλεοναστὸν πάλιν παραγίνεσϑαι εἰς τὴν Ιουδαίαν.
Verse: 36    
Εἶπεν δὲ Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ᾽Ιδοὺ συνετρίβησαν οἱ ἐχϑροὶ ἡμῶν, ἀναβῶμεν καϑαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι.
Verse: 37    
καὶ συνήχϑη παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιων.
Verse: 38    
καὶ εἶδον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ ϑυσιαστήριον βεβηλωμένον καὶ τὰς ϑύρας κατακεκαυμένας καὶ ἐν ταῖς αὐλαῖς ϕυτὰ πεϕυκότα ὡς ἐν δρυμῷ ὡς ἐν ἑνὶ τῶν ὀρέων καὶ τὰ παστοϕόρια καϑῃρημένα.
Verse: 39    
καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέϑεντο σποδὸν
Verse: 40    
καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν τῶν σημασιῶν καὶ ἐβόησαν εἰς οὐρανόν.
Verse: 41    
τότε ἐπέταξεν Ιουδας ἀνδράσιν πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως καϑαρίσῃ τὰ ἅγια.
Verse: 42    
καὶ ἐπελέξατο ἱερεῖς ἀμώμους ϑελητὰς νόμου,
Verse: 43    
καὶ ἐκαϑάρισαν τὰ ἅγια καὶ ἦραν τοὺς λίϑους τοῦ μιασμοῦ εἰς τόπον ἀκάϑαρτον.
Verse: 44    
καὶ ἐβουλεύσαντο περὶ τοῦ ϑυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσιν·
Verse: 45    
καὶ ἔπεσεν αὐτοῖς βουλὴ ἀγαϑὴ καϑελεῖν αὐτό, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος ὅτι ἐμίαναν τὰ ἔϑνη αὐτό· καὶ καϑεῖλον τὸ ϑυσιαστήριον
Verse: 46    
καὶ ἀπέϑεντο τοὺς λίϑους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ μέχρι τοῦ παραγενηϑῆναι προϕήτην τοῦ ἀποκριϑῆναι περὶ αὐτῶν.
Verse: 47    
καὶ ἔλαβον λίϑους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ᾠκοδόμησαν ϑυσιαστήριον καινὸν κατὰ τὸ πρότερον.
Verse: 48    
καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν
Verse: 49    
καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ ϑυσιαστήριον τῶν ϑυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν.
Verse: 50    
καὶ ἐϑυμίασαν ἐπὶ τὸ ϑυσιαστήριον καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἔϕαινον ἐν τῷ ναῷ.
Verse: 51    
καὶ ἐπέϑηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα. καὶ ἐτέλεσαν πάντα τὰ ἔργα, ἐποίησαν.
Verse: 52    
καὶ ὤρϑρισαν τὸ πρωὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου [οὗτος μὴν Χασελευ] τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους
Verse: 53    
καὶ ἀνήνεγκαν ϑυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ ϑυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινόν, ἐποίησαν.
Verse: 54    
κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν, ἐν ἐβεβήλωσαν αὐτὸ τὰ ἔϑνη, ἐν ἐκείνῃ ἐνεκαινίσϑη ἐν ᾠδαῖς καὶ κιϑάραις καὶ κινύραις καὶ κυμβάλοις.
Verse: 55    
καὶ ἔπεσεν πᾶς λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς.
Verse: 56    
καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ ϑυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ' εὐϕροσύνης καὶ ἔϑυσαν ϑυσίαν σωτηρίου καὶ αἰνέσεως.
Verse: 57    
καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεϕάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοϕόρια καὶ ἐϑύρωσαν αὐτά.
Verse: 58    
καὶ ἐγενήϑη εὐϕροσύνη μεγάλη ἐν τῷ λαῷ σϕόδρα, καὶ ἀπεστράϕη ὀνειδισμὸς ἐϑνῶν.
Verse: 59    
καὶ ἔστησεν Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ πᾶσα ἐκκλησία Ισραηλ ἵνα ἄγωνται αἱ ἡμέραι τοῦ ἐγκαινισμοῦ τοῦ ϑυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἡμέρας ὀκτὼ ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελευ μετ' εὐϕροσύνης καὶ χαρᾶς.
Verse: 60    
καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιων κυκλόϑεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς, μήποτε παραγενηϑέντα τὰ ἔϑνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον.
Verse: 61    
καὶ ἀπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ καὶ ὠχύρωσεν αὐτὸ τηρεῖν τὴν Βαιϑσουραν τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ιδουμαίας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.