TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 518
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔϑνη κυκλόϑεν ὅτι ᾠκοδομήϑη τὸ ϑυσιαστήριον καὶ ἐνεκαινίσϑη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσϑησαν σϕόδρα
Verse: 2    
καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ ϑανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.
Verse: 3    
καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τῇ Ιδουμαίᾳ, τὴν Ακραβαττήνην, ὅτι περιεκάϑηντο τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.
Verse: 4    
καὶ ἐμνήσϑη τῆς κακίας υἱῶν Βαιαν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς·
Verse: 5    
καὶ συνεκλείσϑησαν ὑπ' αὐτοῦ εἰς τοὺς πύργους, καὶ παρενέβαλεν ἐπ' αὐτοὺς καὶ ἀνεϑεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν.
Verse: 6    
καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόϑεον ἡγούμενον αὐτῶν·
Verse: 7    
καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς.
Verse: 8    
καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς ϑυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν.
Verse: 9    
Καὶ ἐπισυνήχϑησαν τὰ ἔϑνη τὰ ἐν τῇ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔϕυγον εἰς Δαϑεμα τὸ ὀχύρωμα
Verse: 10    
καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ λέγοντες ᾽Επισυνηγμένα ἐστὶν ἐϕ' ἡμᾶς τὰ ἔϑνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς
Verse: 11    
καὶ ἑτοιμάζονται ἐλϑεῖν καὶ προκαταλαβέσϑαι τὸ ὀχύρωμα, εἰς κατεϕύγομεν, καὶ Τιμόϑεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν·
Verse: 12    
νῦν οὖν ἐλϑὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆϑος,
Verse: 13    
καὶ πάντες οἱ ἀδελϕοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τουβίου τεϑανάτωνται, καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν.
Verse: 14    
ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα
Verse: 15    
λέγοντες ἐπισυνῆχϑαι ἐπ' αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσαν Γαλιλαίαν ἀλλοϕύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς.
Verse: 16    
ὡς δὲ ἤκουσεν Ιουδας καὶ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχϑη ἐκκλησία μεγάλη βουλεύσασϑαι τί ποιήσωσιν τοῖς ἀδελϕοῖς αὐτῶν τοῖς οὖσιν ἐν ϑλίψει καὶ πολεμουμένοις ὑπ' αὐτῶν.
Verse: 17    
καὶ εἶπεν Ιουδας Σιμωνι τῷ ἀδελϕῷ αὐτοῦ ᾽Επίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελϕούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ, ἐγὼ δὲ καὶ Ιωναϑαν ἀδελϕός μου πορευσόμεϑα εἰς τὴν Γαλααδῖτιν.
Verse: 18    
καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν
Verse: 19    
καὶ ἐνετείλατο αὐτοῖς λέγων Πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔϑνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.
Verse: 20    
καὶ ἐμερίσϑησαν Σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευϑῆναι εἰς τὴν Γαλιλαίαν, Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν.
Verse: 21    
καὶ ἐπορεύϑη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔϑνη, καὶ συνετρίβη τὰ ἔϑνη ἀπὸ προσώπου αὐτοῦ,
Verse: 22    
καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαίδος. καὶ ἔπεσον ἐκ τῶν ἐϑνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.
Verse: 23    
καὶ παρέλαβεν τοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ' εὐϕροσύνης μεγάλης.
Verse: 24    
καὶ Ιουδας Μακκαβαῖος καὶ Ιωναϑαν ἀδελϕὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύϑησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ.
Verse: 25    
καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελϕοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι
Verse: 26    
καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις, Χασϕω, Μακεδ καὶ Καρναιν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι·
Verse: 27    
καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι, εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσϑαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ.
Verse: 28    
καὶ ἀπέστρεψεν Ιουδας καὶ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄϕνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομϕαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί.
Verse: 29    
καὶ ἀπῆρεν ἐκεῖϑεν νυκτός, καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα·
Verse: 30    
καὶ ἐγένετο ἑωϑινῇ ἦραν τοὺς ὀϕϑαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριϑμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσϑαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς.
Verse: 31    
καὶ εἶδεν Ιουδας ὅτι ἦρκται πόλεμος καὶ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ,
Verse: 32    
καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελϕῶν ἡμῶν.
Verse: 33    
καὶ ἐξῆλϑεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισϑεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ.
Verse: 34    
καὶ ἐπέγνω παρεμβολὴ Τιμοϑέου ὅτι Μακκαβαῖός ἐστιν, καὶ ἔϕυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.
Verse: 35    
καὶ ἀπέκλινεν εἰς Αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί.
Verse: 36    
ἐκεῖϑεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασϕω, Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.
Verse: 37    
μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόϑεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον Ραϕων ἐκ πέραν τοῦ χειμάρρου.
Verse: 38    
καὶ ἀπέστειλεν Ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες ᾽Επισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔϑνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σϕόδρα·
Verse: 39    
καὶ ῎Αραβας μεμίσϑωνται εἰς βοήϑειαν αὐτοῖς καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλϑεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύϑη Ιουδας εἰς συνάντησιν αὐτῶν.
Verse: 40    
καὶ εἶπεν Τιμόϑεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ιουδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος ᾽Εὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεϑα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς·
Verse: 41    
ἐὰν δὲ δειλανϑῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεϑα πρὸς αὐτόν.
Verse: 42    
ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων Μὴ ἀϕῆτε πάντα ἄνϑρωπον παρεμβαλεῖν, ἀλλὰ ἐρχέσϑωσαν πάντες εἰς τὸν πόλεμον.
Verse: 43    
καὶ διεπέρασεν ἐπ' αὐτοὺς πρότερος καὶ πᾶς λαὸς ὄπισϑεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔϑνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔϕυγον εἰς τὸ τέμενος Καρναιν.
Verse: 44    
καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώϑη Καρναιν, καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ιουδου.
Verse: 45    
καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σϕόδρα, ἐλϑεῖν εἰς γῆν Ιουδα.
Verse: 46    
καὶ ἦλϑον ἕως Εϕρων, καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σϕόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ' αὐτῆς δεξιὰν ἀριστεράν, ἀλλ' διὰ μέσου αὐτῆς πορεύεσϑαι·
Verse: 47    
καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέϕραξαν τὰς πύλας λίϑοις.
Verse: 48    
καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων Διελευσόμεϑα διὰ τῆς γῆς σου τοῦ ἀπελϑεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεϑα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.
Verse: 49    
καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ἐστιν τόπῳ·
Verse: 50    
καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόϑη πόλις ἐν χειρὶ αὐτοῦ.
Verse: 51    
καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομϕαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ διῆλϑεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.
Verse: 52    
καὶ διέβησαν τὸν Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιϑσαν.
Verse: 53    
καὶ ἦν Ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως ἦλϑεν εἰς γῆν Ιουδα.
Verse: 54    
καὶ ἀνέβησαν εἰς ὄρος Σιων ἐν εὐϕροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐϑεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.
Verse: 55    
Καὶ ἐν ταῖς ἡμέραις, ἐν αἷς ἦν Ιουδας καὶ Ιωναϑαν ἐν γῇ Γαλααδ καὶ Σιμων ἀδελϕὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος,
Verse: 56    
ἤκουσεν Ιωσηϕ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαϑιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν,
Verse: 57    
καὶ εἶπον Ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευϑῶμεν πολεμῆσαι πρὸς τὰ ἔϑνη τὰ κύκλῳ ἡμῶν.
Verse: 58    
καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ' αὐτῶν, καὶ ἐπορεύϑησαν ἐπὶ Ιάμνειαν.
Verse: 59    
καὶ ἐξῆλϑεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.
Verse: 60    
καὶ ἐτροπώϑη Ιωσηπος καὶ Αζαριας, καὶ ἐδιώχϑησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας.
Verse: 61    
καὶ ἐγενήϑη τροπὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι οὐκ ἤκουσαν Ιουδου καὶ τῶν ἀδελϕῶν αὐτοῦ οἰόμενοι ἀνδραγαϑῆσαι·
Verse: 62    
αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόϑη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν.
Verse: 63    
Καὶ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ἐδοξάσϑησαν σϕόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐϑνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν·
Verse: 64    
καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐϕημοῦντες.
Verse: 65    
καὶ ἐξῆλϑεν Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς ϑυγατέρας αὐτῆς καὶ καϑεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόϑεν.
Verse: 66    
καὶ ἀπῆρεν τοῦ πορευϑῆναι εἰς γῆν ἀλλοϕύλων καὶ διεπορεύετο τὴν Μαρισαν.
Verse: 67    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαϑῆσαι ἐν τῷ αὐτοὺς ἐξελϑεῖν εἰς πόλεμον ἀβουλεύτως.
Verse: 68    
καὶ ἐξέκλινεν Ιουδας εἰς ῎Αζωτον γῆν ἀλλοϕύλων καὶ καϑεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν ϑεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν Ιουδα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.