TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 519
Previous part

Chapter: 6 
Verse: 1    Καὶ βασιλεὺς ᾽Αντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν ᾽Ελυμαὶς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ, ἀργυρίῳ καὶ χρυσίῳ·
Verse: 2    
καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σϕόδρα, καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ ϑώρακες καὶ ὅπλα, κατέλιπεν ἐκεῖ ᾽Αλέξανδρος τοῦ Φιλίππου βασιλεὺς Μακεδών, ὃς ἐβασίλευσεν πρῶτος ἐν τοῖς ῞Ελλησι.
Verse: 3    
καὶ ἦλϑεν καὶ ἐζήτει καταλαβέσϑαι τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν, καὶ οὐκ ἠδυνάσϑη, ὅτι ἐγνώσϑη λόγος τοῖς ἐκ τῆς πόλεως,
Verse: 4    
καὶ ἀντέστησαν αὐτῷ εἰς πόλεμον, καὶ ἔϕυγεν καὶ ἀπῆρεν ἐκεῖϑεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλῶνα.
Verse: 5    
καὶ ἦλϑέν τις ἀπαγγέλλων αὐτῷ εἰς τὴν Περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευϑεῖσαι εἰς γῆν Ιουδα,
Verse: 6    
καὶ ἐπορεύϑη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς, οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν, ὧν ἐξέκοψαν,
Verse: 7    
καὶ καϑεῖλον τὸ βδέλυγμα, ᾠκοδόμησεν ἐπὶ τὸ ϑυσιαστήριον τὸ ἐν Ιερουσαλημ, καὶ τὸ ἁγίασμα καϑὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς καὶ τὴν Βαιϑσουραν πόλιν αὐτοῦ.
Verse: 8    
καὶ ἐγένετο ὡς ἤκουσεν βασιλεὺς τοὺς λόγους τούτους, ἐϑαμβήϑη καὶ ἐσαλεύϑη σϕόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τῆς λύπης, ὅτι οὐκ ἐγένετο αὐτῷ καϑὼς ἐνεϑυμεῖτο.
Verse: 9    
καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσϑη ἐπ' αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποϑνῄσκει.
Verse: 10    
καὶ ἐκάλεσεν πάντας τοὺς ϕίλους αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς ᾽Αϕίσταται ὕπνος ἀπὸ τῶν ὀϕϑαλμῶν μου, καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης,
Verse: 11    
καὶ εἶπα τῇ καρδίᾳ ῞Εως τίνος ϑλίψεως ἦλϑα καὶ κλύδωνος μεγάλου, ἐν νῦν εἰμι; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου.
Verse: 12    
νῦν δὲ μιμνῄσκομαι τῶν κακῶν, ὧν ἐποίησα ἐν Ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας Ιουδα διὰ κενῆς.
Verse: 13    
ἔγνων ὅτι χάριν τούτων εὗρέν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ.
Verse: 14    
καὶ ἐκάλεσεν Φίλιππον ἕνα τῶν ϕίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ·
Verse: 15    
καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν ᾽Αντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκϑρέψαι αὐτὸν τοῦ βασιλεύειν.
Verse: 16    
καὶ ἀπέϑανεν ἐκεῖ ᾽Αντίοχος βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ.
Verse: 17    
καὶ ἐπέγνω Λυσίας ὅτι τέϑνηκεν βασιλεύς, καὶ κατέστησεν βασιλεύειν ᾽Αντίοχον τὸν υἱὸν αὐτοῦ, ὃν ἐξέϑρεψεν νεώτερον, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Εὐπάτωρ.
Verse: 18    
Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ισραηλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες κακὰ δι' ὅλου καὶ στήριγμα τοῖς ἔϑνεσιν.
Verse: 19    
καὶ ἐλογίσατο Ιουδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαϑίσαι ἐπ' αὐτούς·
Verse: 20    
καὶ συνήχϑησαν ἅμα καὶ περιεκάϑισαν ἐπ' αὐτὴν ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς.
Verse: 21    
καὶ ἐξῆλϑον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήϑησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ Ισραηλ,
Verse: 22    
καὶ ἐπορεύϑησαν πρὸς τὸν βασιλέα καὶ εἶπον ῞Εως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελϕοὺς ἡμῶν;
Verse: 23    
ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσϑαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις καὶ κατακολουϑεῖν τοῖς προστάγμασιν αὐτοῦ.
Verse: 24    
καὶ περιεκάϑηντο ἐπ' αὐτὴν οἱ υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἠλλοτριοῦντο ἀϕ' ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμῶν, ἐϑανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο.
Verse: 25    
καὶ οὐκ ἐϕ' ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν·
Verse: 26    
καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ιερουσαλημ τοῦ καταλαβέσϑαι αὐτήν· καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιϑσουραν ὠχύρωσαν·
Verse: 27    
καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσιν, καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν.
Verse: 28    
Καὶ ὠργίσϑη βασιλεύς, ὅτε ἤκουσεν, καὶ συνήγαγεν πάντας τοὺς ϕίλους αὐτοῦ ἄρχοντας δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν·
Verse: 29    
καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων ϑαλασσῶν ἦλϑον πρὸς αὐτὸν δυνάμεις μισϑωταί·
Verse: 30    
καὶ ἦν ἀριϑμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέϕαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον.
Verse: 31    
καὶ ἦλϑον διὰ τῆς Ιδουμαίας καὶ παρενέβαλον ἐπὶ Βαιϑσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλϑον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς.
Verse: 32    
καὶ ἀπῆρεν Ιουδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιϑζαχαρια ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως.
Verse: 33    
καὶ ὤρϑρισεν βασιλεὺς τὸ πρωὶ καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιϑζαχαρια, καὶ διεσκευάσϑησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν.
Verse: 34    
καὶ τοῖς ἐλέϕασιν ἔδειξαν αἷμα σταϕυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον.
Verse: 35    
καὶ διεῖλον τὰ ϑηρία εἰς τὰς ϕάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέϕαντι χιλίους ἄνδρας τεϑωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεϕαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεϕαλῶν αὐτῶν, καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ ϑηρίῳ ἐκλελεγμένη·
Verse: 36    
οὗτοι πρὸ καιροῦ οὗ ἂν τὸ ϑηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα, οὐκ ἀϕίσταντο ἀπ' αὐτοῦ.
Verse: 37    
καὶ πύργοι ξύλινοι ἐπ' αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐϕ' ἑκάστου ϑηρίου ἐζωσμένοι ἐπ' αὐτοῦ μηχαναῖς, καὶ ἐϕ' ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ' αὐτοῖς καὶ ᾽Ινδὸς αὐτοῦ.
Verse: 38    
καὶ τὴν ἐπίλοιπον ἵππον ἔνϑεν καὶ ἔνϑεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς, κατασείοντες καὶ καταϕρασσόμενοι ἐν ταῖς ϕάλαγξιν.
Verse: 39    
ὡς δὲ ἔστιλβεν ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβεν τὰ ὄρη ἀπ' αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός.
Verse: 40    
καὶ ἐξετάϑη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά· καὶ ἤρχοντο ἀσϕαλῶς καὶ τεταγμένως.
Verse: 41    
καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες ϕωνῆς πλήϑους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήϑους καὶ συγκρουσμοῦ τῶν ὅπλων· ἦν γὰρ παρεμβολὴ μεγάλη σϕόδρα καὶ ἰσχυρά.
Verse: 42    
καὶ ἤγγισεν Ιουδας καὶ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν, καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες.
Verse: 43    
καὶ εἶδεν Ελεαζαρος Αυαραν ἓν τῶν ϑηρίων τεϑωρακισμένον ϑώραξιν βασιλικοῖς, καὶ ἦν ὑπεράγον πάντα τὰ ϑηρία, καὶ ᾠήϑη ὅτι ἐν αὐτῷ ἐστιν βασιλεύς·
Verse: 44    
καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον·
Verse: 45    
καὶ ἐπέδραμεν αὐτῷ ϑράσει εἰς μέσον τῆς ϕάλαγγος καὶ ἐϑανάτου δεξιὰ καὶ εὐώνυμα, καὶ ἐσχίζοντο ἀπ' αὐτοῦ ἔνϑα καὶ ἔνϑα·
Verse: 46    
καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέϕαντα καὶ ὑπέϑηκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέϑανεν ἐκεῖ.
Verse: 47    
καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων καὶ ἐξέκλιναν ἀπ' αὐτῶν.
Verse: 48    
Οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ιερουσαλημ, καὶ παρενέβαλεν βασιλεὺς εἰς τὴν Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιων.
Verse: 49    
καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιϑσουρων, καὶ ἐξῆλϑον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροϕὴ τοῦ συγκεκλεῖσϑαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ·
Verse: 50    
καὶ κατελάβετο βασιλεὺς τὴν Βαιϑσουραν καὶ ἀπέταξεν ἐκεῖ ϕρουρὰν τηρεῖν αὐτήν.
Verse: 51    
καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιϑοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσϑαι βέλη καὶ σϕενδόνας.
Verse: 52    
καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς.
Verse: 53    
βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν Ιουδαίαν ἀπὸ τῶν ἐϑνῶν κατέϕαγον τὸ ὑπόλειμμα τῆς παραϑέσεως.
Verse: 54    
καὶ ὑπελείϕϑησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν λιμός, καὶ ἐσκορπίσϑησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
Verse: 55    
Καὶ ἤκουσεν Λυσίας ὅτι Φίλιππος, ὃν κατέστησεν βασιλεὺς ᾽Αντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκϑρέψαι ᾽Αντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν,
Verse: 56    
ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευϑεῖσαι μετὰ τοῦ βασιλέως μετ' αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων.
Verse: 57    
καὶ κατέσπευδεν καὶ ἐπένευσεν τοῦ ἀπελϑεῖν καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας ᾽Εκλείπομεν καϑ' ἡμέραν, καὶ τροϕὴ ἡμῖν ὀλίγη, καὶ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας·
Verse: 58    
νῦν οὖν δῶμεν δεξιὰς τοῖς ἀνϑρώποις τούτοις καὶ ποιήσωμεν μετ' αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔϑνους αὐτῶν
Verse: 59    
καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσϑαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσϑησαν καὶ ἐποίησαν ταῦτα πάντα.
Verse: 60    
καὶ ἤρεσεν λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο.
Verse: 61    
καὶ ὤμοσεν αὐτοῖς βασιλεὺς καὶ οἱ ἄρχοντες· ἐπὶ τούτοις ἐξῆλϑον ἐκ τοῦ ὀχυρώματος.
Verse: 62    
καὶ εἰσῆλϑεν βασιλεὺς εἰς ὄρος Σιων καὶ εἶδεν τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠϑέτησεν τὸν ὁρκισμόν, ὃν ὤμοσεν, καὶ ἐνετείλατο καϑελεῖν τὸ τεῖχος κυκλόϑεν.
Verse: 63    
καὶ ἀπῆρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς ᾽Αντιόχειαν καὶ εὗρεν Φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βίᾳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.