TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 520
Previous part

Chapter: 7 
Verse: 1    ῎Ετους ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλϑεν Δημήτριος τοῦ Σελεύκου ἐκ ῾Ρώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραϑαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ.
Verse: 2    
καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ, καὶ συνέλαβον αἱ δυνάμεις τὸν ᾽Αντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ.
Verse: 3    
καὶ ἐγνώσϑη αὐτῷ τὸ πρᾶγμα, καὶ εἶπεν Μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν.
Verse: 4    
καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάϑισεν Δημήτριος ἐπὶ ϑρόνου βασιλείας αὐτοῦ.
Verse: 5    
καὶ ἦλϑον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ισραηλ, καὶ ῎Αλκιμος ἡγεῖτο αὐτῶν βουλόμενος ἱερατεύειν.
Verse: 6    
καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες ᾽Απώλεσεν Ιουδας καὶ οἱ ἀδελϕοὶ αὐτοῦ πάντας τοὺς ϕίλους σου, καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν·
Verse: 7    
νῦν οὖν ἀπόστειλον ἄνδρα, πιστεύεις, καὶ πορευϑεὶς ἰδέτω τὴν ἐξολέϑρευσιν πᾶσαν, ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηϑοῦντας αὐτοῖς.
Verse: 8    
καὶ ἐπέλεξεν βασιλεὺς τὸν Βακχίδην τῶν ϕίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ
Verse: 9    
καὶ ἀπέστειλεν αὐτὸν καὶ ῎Αλκιμον τὸν ἀσεβῆ καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ισραηλ.
Verse: 10    
καὶ ἀπῇρον καὶ ἦλϑον μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ιουδα· καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ιουδαν καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου.
Verse: 11    
καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν· εἶδον γὰρ ὅτι ἦλϑαν μετὰ δυνάμεως πολλῆς.
Verse: 12    
καὶ ἐπισυνήχϑησαν πρὸς ῎Αλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια,
Verse: 13    
καὶ πρῶτοι οἱ Ασιδαῖοι ἦσαν ἐν υἱοῖς Ισραηλ καὶ ἐπεζήτουν παρ' αὐτῶν εἰρήνην·
Verse: 14    
εἶπον γάρ ῎Ανϑρωπος ἱερεὺς ἐκ σπέρματος Ααρων ἦλϑεν ἐν ταῖς δυνάμεσιν καὶ οὐκ ἀδικήσει ἡμᾶς.
Verse: 15    
καὶ ἐλάλησεν μετ' αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων Οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς ϕίλοις ὑμῶν.
Verse: 16    
καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον, ὃν ἔγραψεν αὐτόν
Verse: 17    
Σάρκας ὁσίων σου καὶ αἷμα αὐτῶν ἐξέχεαν κύκλῳ Ιερουσαλημ, καὶ οὐκ ἦν αὐτοῖς ϑάπτων.
Verse: 18    
καὶ ἐπέπεσεν αὐτῶν ϕόβος καὶ τρόμος εἰς πάντα τὸν λαόν, ὅτι εἶπον Οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήϑεια καὶ κρίσις, παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον, ὃν ὤμοσαν.
Verse: 19    
καὶ ἀπῆρεν Βακχίδης ἀπὸ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βηϑζαιϑ καὶ ἀπέστειλεν καὶ συνέλαβεν πολλοὺς ἀπὸ τῶν μετ' αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔϑυσεν αὐτοὺς εἰς τὸ ϕρέαρ τὸ μέγα.
Verse: 20    
καὶ κατέστησεν τὴν χώραν τῷ ᾽Αλκίμῳ καὶ ἀϕῆκεν μετ' αὐτοῦ δύναμιν τοῦ βοηϑεῖν αὐτῷ· καὶ ἀπῆλϑεν Βακχίδης πρὸς τὸν βασιλέα.
Verse: 21    
καὶ ἠγωνίσατο ῎Αλκιμος περὶ τῆς ἀρχιερωσύνης,
Verse: 22    
καὶ συνήχϑησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν καὶ κατεκράτησαν γῆν Ιουδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ισραηλ.
Verse: 23    
καὶ εἶδεν Ιουδας πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ῎Αλκιμος καὶ οἱ μετ' αὐτοῦ ἐν υἱοῖς Ισραηλ ὑπὲρ τὰ ἔϑνη,
Verse: 24    
καὶ ἐξῆλϑεν εἰς πάντα τὰ ὅρια τῆς Ιουδαίας κυκλόϑεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσιν τοῖς αὐτομολήσασιν, καὶ ἀνεστάλησαν τοῦ ἐκπορεύεσϑαι εἰς τὴν χώραν.
Verse: 25    
ὡς δὲ εἶδεν ῎Αλκιμος ὅτι ἐνίσχυσεν Ιουδας καὶ οἱ μετ' αὐτοῦ, καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά.
Verse: 26    
Καὶ ἀπέστειλεν βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχϑραίνοντα τῷ Ισραηλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν.
Verse: 27    
καὶ ἦλϑεν Νικάνωρ εἰς Ιερουσαλημ δυνάμει πολλῇ, καὶ ἀπέστειλεν πρὸς Ιουδαν καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων
Verse: 28    
Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· ἥξω ἐν ἀνδράσιν ὀλίγοις, ἵνα ἴδω ὑμῶν τὰ πρόσωπα μετ' εἰρήνης.
Verse: 29    
καὶ ἦλϑεν πρὸς Ιουδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἕτοιμοι ἦσαν ἐξαρπάσαι τὸν Ιουδαν.
Verse: 30    
καὶ ἐγνώσϑη λόγος τῷ Ιουδα ὅτι μετὰ δόλου ἦλϑεν ἐπ' αὐτόν, καὶ ἐπτοήϑη ἀπ' αὐτοῦ καὶ οὐκ ἐβουλήϑη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ.
Verse: 31    
καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύϕϑη βουλὴ αὐτοῦ, καὶ ἐξῆλϑεν εἰς συνάντησιν τῷ Ιουδα ἐν πολέμῳ κατὰ Χαϕαρσαλαμα.
Verse: 32    
καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακόσιοι ἄνδρες, καὶ ἔϕυγον εἰς τὴν πόλιν Δαυιδ.
Verse: 33    
Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς ὄρος Σιων. καὶ ἐξῆλϑον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασϑαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσϕερομένην ὑπὲρ τοῦ βασιλέως.
Verse: 34    
καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηϕάνως·
Verse: 35    
καὶ ὤμοσεν μετὰ ϑυμοῦ λέγων ᾽Εὰν μὴ παραδοϑῇ Ιουδας καὶ παρεμβολὴ αὐτοῦ εἰς χεῖράς μου τὸ νῦν, καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ, ἐμπυριῶ τὸν οἶκον τοῦτον. καὶ ἐξῆλϑεν μετὰ ϑυμοῦ μεγάλου.
Verse: 36    
καὶ εἰσῆλϑον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ ϑυσιαστηρίου καὶ τοῦ ναοῦ καὶ ἔκλαυσαν καὶ εἶπον
Verse: 37    
Σὺ ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληϑῆναι τὸ ὄνομά σου ἐπ' αὐτοῦ εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου·
Verse: 38    
ποίησον ἐκδίκησιν ἐν τῷ ἀνϑρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ, καὶ πεσέτωσαν ἐν ῥομϕαίᾳ· μνήσϑητι τῶν δυσϕημιῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν.
Verse: 39    
καὶ ἐξῆλϑεν Νικάνωρ ἐξ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βαιϑωρων, καὶ συνήντησεν αὐτῷ δύναμις Συρίας.
Verse: 40    
καὶ Ιουδας παρενέβαλεν ἐν Αδασα ἐν τρισχιλίοις ἀνδράσιν· καὶ προσηύξατο Ιουδας καὶ εἶπεν
Verse: 41    
Οἱ παρὰ τοῦ βασιλέως ὅτε ἐδυσϕήμησαν, ἐξῆλϑεν ἄγγελός σου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας·
Verse: 42    
οὕτως σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον, καὶ γνώτωσαν οἱ ἐπίλοιποι ὅτι κακῶς ἐλάλησεν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ.
Verse: 43    
καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς Αδαρ, καὶ συνετρίβη παρεμβολὴ Νικάνορος, καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ.
Verse: 44    
ὡς δὲ εἶδεν παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσεν Νικάνωρ, ῥίψαντες τὰ ὅπλα ἔϕυγον.
Verse: 45    
καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ Αδασα ἕως τοῦ ἐλϑεῖν εἰς Γαζηρα καὶ ἐσάλπιζον ὀπίσω αὐτῶν ταῖς σάλπιγξιν τῶν σημασιῶν.
Verse: 46    
καὶ ἐξῆλϑον ἐκ πασῶν τῶν κωμῶν τῆς Ιουδαίας κυκλόϑεν καὶ ὑπερεκέρων αὐτούς, καὶ ἀπέστρεϕον οὗτοι πρὸς τούτους, καὶ ἔπεσον πάντες ῥομϕαίᾳ, καὶ οὐ κατελείϕϑη ἐξ αὐτῶν οὐδὲ εἷς.
Verse: 47    
καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεϕαλὴν Νικάνορος ἀϕεῖλον καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηϕάνως, καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τῇ Ιερουσαλημ.
Verse: 48    
καὶ ηὐϕράνϑη λαὸς σϕόδρα καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐϕροσύνης μεγάλην·
Verse: 49    
καὶ ἔστησαν τοῦ ἄγειν κατ' ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ Αδαρ.
Verse: 50    
καὶ ἡσύχασεν γῆ Ιουδα ἡμέρας ὀλίγας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.