TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 521
Chapter: 8
Verse: 1
Καὶ
ἤκουσεν
Ιουδας
τὸ
ὄνομα
τῶν
῾Ρωμαίων
,
ὅτι
εἰσὶν
δυνατοὶ
ἰσχύι
καὶ
αὐτοὶ
εὐδοκοῦσιν
ἐν
πᾶσιν
τοῖς
προστιϑεμένοις
αὐτοῖς
,
καὶ
ὅσοι
ἂν
προσέλϑωσιν
αὐτοῖς
,
ἱστῶσιν
αὐτοῖς
ϕιλίαν
,
καὶ
ὅτι
εἰσὶ
δυνατοὶ
ἰσχύι
.
Verse: 2
καὶ
διηγήσαντο
αὐτῷ
τοὺς
πολέμους
αὐτῶν
καὶ
τὰς
ἀνδραγαϑίας
,
ἃς
ποιοῦσιν
ἐν
τοῖς
Γαλάταις
,
καὶ
ὅτι
κατεκράτησαν
αὐτῶν
καὶ
ἤγαγον
αὐτοὺς
ὑπὸ
ϕόρον
,
Verse: 3
καὶ
ὅσα
ἐποίησαν
ἐν
χώρᾳ
Σπανίας
τοῦ
κατακρατῆσαι
τῶν
μετάλλων
τοῦ
ἀργυρίου
καὶ
τοῦ
χρυσίου
τοῦ
ἐκεῖ
·
Verse: 4
καὶ
κατεκράτησαν
τοῦ
τόπου
παντὸς
τῇ
βουλῇ
αὐτῶν
καὶ
τῇ
μακροϑυμίᾳ
,
καὶ
ὁ
τόπος
ἦν
ἀπέχων
μακρὰν
ἀπ
'
αὐτῶν
σϕόδρα
,
καὶ
τῶν
βασιλέων
τῶν
ἐπελϑόντων
ἐπ
'
αὐτοὺς
ἀπ
'
ἄκρου
τῆς
γῆς
,
ἕως
συνέτριψαν
αὐτοὺς
καὶ
ἐπάταξαν
ἐν
αὐτοῖς
πληγὴν
μεγάλην
,
καὶ
οἱ
ἐπίλοιποι
διδόασιν
αὐτοῖς
ϕόρον
κατ
'
ἐνιαυτόν
·
Verse: 5
καὶ
τὸν
Φίλιππον
καὶ
τὸν
Περσέα
Κιτιέων
βασιλέα
καὶ
τοὺς
ἐπηρμένους
ἐπ
'
αὐτοὺς
συνέτριψαν
αὐτοὺς
ἐν
πολέμῳ
καὶ
κατεκράτησαν
αὐτῶν
·
Verse: 6
καὶ
᾽Αντίοχον
τὸν
μέγαν
βασιλέα
τῆς
᾽Ασίας
τὸν
πορευϑέντα
ἐπ
'
αὐτοὺς
εἰς
πόλεμον
ἔχοντα
ἑκατὸν
εἴκοσι
ἐλέϕαντας
καὶ
ἵππον
καὶ
ἅρματα
καὶ
δύναμιν
πολλὴν
σϕόδρα
,
καὶ
συνετρίβη
ὑπ
'
αὐτῶν
,
Verse: 7
καὶ
ἔλαβον
αὐτὸν
ζῶντα
καὶ
ἔστησαν
αὐτοῖς
διδόναι
αὐτόν
τε
καὶ
τοὺς
βασιλεύοντας
μετ
'
αὐτὸν
ϕόρον
μέγαν
καὶ
διδόναι
ὅμηρα
καὶ
διαστολὴν
Verse: 8
καὶ
χώραν
τὴν
᾽Ινδικὴν
καὶ
Μηδίαν
καὶ
Λυδίαν
ἀπὸ
τῶν
καλλίστων
χωρῶν
αὐτῶν
,
καὶ
λαβόντες
αὐτὰς
παρ
'
αὐτοῦ
ἔδωκαν
αὐτὰς
Εὐμένει
τῷ
βασιλεῖ
·
Verse: 9
καὶ
ὅτι
οἱ
ἐκ
τῆς
῾Ελλάδος
ἐβουλεύσαντο
ἐλϑεῖν
καὶ
ἐξᾶραι
αὐτούς
,
Verse: 10
καὶ
ἐγνώσϑη
ὁ
λόγος
αὐτοῖς
,
καὶ
ἀπέστειλαν
ἐπ
'
αὐτοὺς
στρατηγὸν
ἕνα
καὶ
ἐπολέμησαν
πρὸς
αὐτούς
,
καὶ
ἔπεσον
ἐξ
αὐτῶν
τραυματίαι
πολλοί
,
καὶ
ᾐχμαλώτισαν
τὰς
γυναῖκας
αὐτῶν
καὶ
τὰ
τέκνα
αὐτῶν
καὶ
ἐπρονόμευσαν
αὐτοὺς
καὶ
κατεκράτησαν
τῆς
γῆς
καὶ
καϑεῖλον
τὰ
ὀχυρώματα
αὐτῶν
καὶ
κατεδουλώσαντο
αὐτοὺς
ἕως
τῆς
ἡμέρας
ταύτης
·
Verse: 11
καὶ
τὰς
ἐπιλοίπους
βασιλείας
καὶ
τὰς
νήσους
,
ὅσοι
ποτὲ
ἀντέστησαν
αὐτοῖς
,
κατέϕϑειραν
καὶ
ἐδούλωσαν
αὐτούς
,
μετὰ
δὲ
τῶν
ϕίλων
αὐτῶν
καὶ
τῶν
ἐπαναπαυομένων
αὐτοῖς
συνετήρησαν
ϕιλίαν
·
Verse: 12
καὶ
κατεκράτησαν
τῶν
βασιλέων
τῶν
ἐγγὺς
καὶ
τῶν
μακράν
,
καὶ
ὅσοι
ἤκουον
τὸ
ὄνομα
αὐτῶν
,
ἐϕοβοῦντο
ἀπ
'
αὐτῶν
.
Verse: 13
οἷς
δ
'
ἂν
βούλωνται
βοηϑεῖν
καὶ
βασιλεύειν
,
βασιλεύουσιν
·
οὓς
δ
'
ἂν
βούλωνται
,
μεϑιστῶσιν
·
καὶ
ὑψώϑησαν
σϕόδρα
.
Verse: 14
καὶ
ἐν
πᾶσιν
τούτοις
οὐκ
ἐπέϑεντο
αὐτῶν
οὐδὲ
εἷς
διάδημα
,
οὐδὲ
περιεβάλοντο
πορϕύραν
ὥστε
ἁδρυνϑῆναι
ἐν
αὐτῇ
·
Verse: 15
καὶ
βουλευτήριον
ἐποίησαν
ἑαυτοῖς
,
καὶ
καϑ
'
ἡμέραν
ἐβουλεύοντο
τριακόσιοι
καὶ
εἴκοσι
βουλευόμενοι
διὰ
παντὸς
περὶ
τοῦ
πλήϑους
τοῦ
εὐκοσμεῖν
αὐτούς
·
Verse: 16
καὶ
πιστεύουσιν
ἑνὶ
ἀνϑρώπῳ
ἄρχειν
αὐτῶν
κατ
'
ἐνιαυτὸν
καὶ
κυριεύειν
πάσης
τῆς
γῆς
αὐτῶν
,
καὶ
πάντες
ἀκούουσιν
τοῦ
ἑνός
,
καὶ
οὐκ
ἔστιν
ϕϑόνος
οὐδὲ
ζῆλος
ἐν
αὐτοῖς
.
Verse: 17
Καὶ
ἐπελέξατο
Ιουδας
τὸν
Εὐπόλεμον
υἱὸν
Ιωαννου
τοῦ
Ακκως
καὶ
᾽Ιάσονα
υἱὸν
Ελεαζαρου
καὶ
ἀπέστειλεν
αὐτοὺς
εἰς
῾Ρώμην
στῆσαι
ϕιλίαν
καὶ
συμμαχίαν
Verse: 18
καὶ
τοῦ
ἆραι
τὸν
ζυγὸν
ἀπ
'
αὐτῶν
,
ὅτι
εἶδον
τὴν
βασιλείαν
τῶν
῾Ελλήνων
καταδουλουμένους
τὸν
Ισραηλ
δουλείᾳ
.
Verse: 19
καὶ
ἐπορεύϑησαν
εἰς
῾Ρώμην
,
καὶ
ἡ
ὁδὸς
πολλὴ
σϕόδρα
,
καὶ
εἰσήλϑοσαν
εἰς
τὸ
βουλευτήριον
καὶ
ἀπεκρίϑησαν
καὶ
εἶπον
Verse: 20
Ιουδας
ὁ
καὶ
Μακκαβαῖος
καὶ
οἱ
ἀδελϕοὶ
αὐτοῦ
καὶ
τὸ
πλῆϑος
τῶν
Ιουδαίων
ἀπέστειλαν
ἡμᾶς
πρὸς
ὑμᾶς
στῆσαι
μεϑ
'
ὑμῶν
συμμαχίαν
καὶ
εἰρήνην
καὶ
γραϕῆναι
ἡμᾶς
συμμάχους
καὶ
ϕίλους
ὑμῶν
.
Verse: 21
καὶ
ἤρεσεν
ὁ
λόγος
ἐνώπιον
αὐτῶν
.
Verse: 22
καὶ
τοῦτο
τὸ
ἀντίγραϕον
τῆς
ἐπιστολῆς
,
ἧς
ἀντέγραψαν
ἐπὶ
δέλτοις
χαλκαῖς
καὶ
ἀπέστειλαν
εἰς
Ιερουσαλημ
εἶναι
παρ
'
αὐτοῖς
ἐκεῖ
μνημόσυνον
εἰρήνης
καὶ
συμμαχίας
Verse: 23
Καλῶς
γένοιτο
῾Ρωμαίοις
καὶ
τῷ
ἔϑνει
Ιουδαίων
ἐν
τῇ
ϑαλάσσῃ
καὶ
ἐπὶ
τῆς
ξηρᾶς
εἰς
τὸν
αἰῶνα
,
καὶ
ῥομϕαία
καὶ
ἐχϑρὸς
μακρυνϑείη
ἀπ
'
αὐτῶν
.
Verse: 24
ἐὰν
δὲ
ἐνστῇ
πόλεμος
῾Ρώμῃ
προτέρᾳ
ἢ
πᾶσιν
τοῖς
συμμάχοις
αὐτῶν
ἐν
πάσῃ
τῇ
κυριείᾳ
αὐτῶν
,
Verse: 25
συμμαχήσει
τὸ
ἔϑνος
τῶν
Ιουδαίων
,
ὡς
ἂν
ὁ
καιρὸς
ὑπογράϕῃ
αὐτοῖς
,
καρδίᾳ
πλήρει
·
Verse: 26
καὶ
τοῖς
πολεμοῦσιν
οὐ
δώσουσιν
οὐδὲ
ἐπαρκέσουσιν
σῖτον
,
ὅπλα
,
ἀργύριον
,
πλοῖα
,
ὡς
ἔδοξεν
῾Ρώμῃ
·
καὶ
ϕυλάξονται
τὰ
ϕυλάγματα
αὐτῶν
οὐϑὲν
λαβόντες
.
Verse: 27
κατὰ
τὰ
αὐτὰ
δὲ
ἐὰν
ἔϑνει
Ιουδαίων
συμβῇ
προτέροις
πόλεμος
,
συμμαχήσουσιν
οἱ
῾Ρωμαῖοι
ἐκ
ψυχῆς
,
ὡς
ἂν
αὐτοῖς
ὁ
καιρὸς
ὑπογράϕῃ
;
Verse: 28
καὶ
τοῖς
συμμαχοῦσιν
οὐ
δοϑήσεται
σῖτος
,
ὅπλα
,
ἀργύριον
,
πλοῖα
,
ὡς
ἔδοξεν
῾Ρώμῃ
·
καὶ
ϕυλάξονται
τὰ
ϕυλάγματα
ταῦτα
καὶ
οὐ
μετὰ
δόλου
.
Verse: 29
κατὰ
τοὺς
λόγους
τούτους
οὕτως
ἔστησαν
῾Ρωμαῖοι
τῷ
δήμῳ
τῶν
Ιουδαίων
.
Verse: 30
ἐὰν
δὲ
μετὰ
τοὺς
λόγους
τούτους
βουλεύσωνται
οὗτοι
καὶ
οὗτοι
προσϑεῖναι
ἢ
ἀϕελεῖν
,
ποιήσονται
ἐξ
αἱρέσεως
αὐτῶν
,
καὶ
ὃ
ἂν
προσϑῶσιν
ἢ
ἀϕέλωσιν
,
ἔσται
κύρια
.
Verse: 31
καὶ
περὶ
τῶν
κακῶν
,
ὧν
ὁ
βασιλεὺς
Δημήτριος
συντελεῖται
εἰς
αὐτούς
,
ἐγράψαμεν
αὐτῷ
λέγοντες
Διὰ
τί
ἐβάρυνας
τὸν
ζυγόν
σου
ἐπὶ
τοὺς
ϕίλους
ἡμῶν
τοὺς
συμμάχους
Ιουδαίους
;
Verse: 32
ἐὰν
οὖν
ἔτι
ἐντύχωσιν
κατὰ
σοῦ
,
ποιήσομεν
αὐτοῖς
τὴν
κρίσιν
καὶ
πολεμήσομέν
σε
διὰ
τῆς
ϑαλάσσης
καὶ
διὰ
τῆς
ξηρᾶς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.